← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§51.22-53.16

通过双重否定定义第一实体及其适用范围

斐洛庞诺斯辩护了为何实体是通过双重否定(既不在主体之内,也不表述主体)而非肯定来定义的,解释了否定亦能使主体显得尊严。他进一步证明,由于这一定义是针对对立者进行区分而提出的,因而不适用于非肉体的可知实体,并阐明定义的两个分句次序分别取决于事物的本性与教学的目的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.2

" Ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστι." Ζητοῦσι δὲ τί δή ποτε τὴν τιμιωτέραν τῶν κατηγοριῶν, τὴν οὐσίαν, δι’ ἀποφάσεως ὡρίσατο, εἴπερ τῶν καταφάσεων ἀτιμοτέρας εἶναί φαμεν τὰς ἀποφάσεις. λέγομεν οὖν ὅτι τοὐναντίον μὲν οὖν οἱ δι’ ἀποφάσεως ὁρισμοὶ μᾶλλον σεμνύνουσι τὸ ὑποκείμενον· οὕτω γοῦν καὶ τὸ θεῖον σημᾶναι βουλόμενοι οὐ καταφάσκομέν τι περὶ αὐτοῦ, ὡς φησιν ὁ θεῖος Πλάτων, ἀλλ’ εἰς ἀποφάσεις ἐρχόμεθα· ἐρωτῶντος γὰρ Σωκράτους τὸν Τίμαιον τί ἐστι ὁ θεός, λέγει ἐκεῖνος ὅτι τί μὲν οὐκ ἔστιν οἶδα, τί δὲ ἔστιν οὐκ οἶδα· ὅτι μὲν γὰρ οὔτε σῶμα οὔτε χρῶμα οὔτε ἄγγελος οὔτε τι τῶν τοιούτων ἐστί, κρείττων δὲ ἢ κατὰ ταῦτα1 οἶδα, τί δὲ ἔστιν οὐκ οἶδα. ὥστε κοσμοῦσι μᾶλλον οἱ ὁρισμοὶ οἱ τοιοῦτοι ἔστιν ὅτε τὸ ὑποκείμενον χωρίζοντες αὐτὸ πάντων τῶν καταδεεστέρων. καὶ ἐπὶ τῆς ὕλης δὲ τὸν ὁρισμὸν δι’ ἀποφάσεως εἰώθασιν ἀποδιδόναι, ἥτις μήτε ἄνθρωπός ἐστι λέγοντες μήτε λίθος μήτε πῦρ μήτε ὅλως σῶμα, χεῖρον δέ τι ἢ κατὰ ταῦτα· διό φασι τὴν ὕλην τῷ θείῳ ἀνομοίως ὡμοιῶσθαι, ὡμοιῶσθαι μὲν ὅτι δι’ ἀποφάσεως τῶν ἄλλων σημαίνεται ἑκάτερον, ἀνομοίως δὲ ὅτι τοῦ μὲν κρείττονος ὄντος ἢ κατὰ πάντα τὰ ὄντα ἀποφάσκομεν πάντα, τῆς δὲ ὕλης χείρονος οὔσης ἢ κατὰ πάντα τὰ ὄντα ἀποφάσκομεν πάντα. Ζητητέον δὲ εἰ ἐφαρμόζει ὁ ὁρισμὸς οὗτος καὶ ἐπὶ τῶν νοητῶν οὐσιῶν, οἷον ἀγγέλου καὶ τῶν τοιούτων, ὡς δύνασθαι ταῦτα λέγειν μήτε ἐν ὑποκειμένῳ εἶναι μήτε καθ’ ὑποκειμένου τινὸς λέγεσθαι· δοκεῖ γάρ πως καὶ ἐπ’ αὐτῶν ἐφαρμόζειν ὁ λόγος. ἀλλὰ λέγομεν ὅτι οὐκ ἐφαρμόζει· αἱ γὰρ εἰλημμέναι ἀποφάσεις ἐν τῷ ὁρισμῷ οὐ μόνον ἄρσιν σημαίνουσιν, ἀλλὰ καὶ θέσιν· πρὸς ἀντιδιαστολὴν γὰρ ἑτέρων λέγονται· τὸ μὲν γὰρ μὴ ἐν ὑποκειμένῳ, ὅ ἐστιν ἡ οὐσία, πρὸς ἀντιδιαστολὴν τοῦ ἐν ὑποκειμένῳ, τοῦτ’ ἔστι τῶν συμβεβηκότων, εἴρηται, τὸ δὲ οὐ καθ’ ὑποκειμένου πρὸς ἀντιδιαστολὴν τοῦ καθ’ ὑποκειμένου· ὥσπερ δὲ τὸ φῶς διττόν ἐστι, τὸ μὲν πρὸς ἀντιδιαστολὴν τοῦ σκότους, λέγω δὴ τὸ ἐν τῷ ἀέρι, τὸ δὲ ἄσχετον καὶ μηδὲν ἔχον ἀντικείμενον ὡς τὸ ἡλιακόν, οὕτω καὶ τὰς ἐνταῦθα ἀποφάσεις ποτὲ μὲν φήσομεν καθ’ ἑαυτὰς καὶ μὴ πρὸς ἀντιδιαστολὴν λέγεσθαι ποτὲ δὲ πρὸς ἀντιδιαστολὴν τῶν ἀντικειμένων. εἰ μὲν οὖν ἐνταῦθα μὴ πρὸς ἀντιδιαστολὴν τῶν ἀντικειμένων παρελαμβάνοντο αἱ ἀποφάσεις, εἶχέ πως λόγον τὸ καὶ ἐπὶ τῶν νοητῶν οὐσιῶν ἐφαρμόζειν τὸν ὁρισμόν, διότι οὔτε ἐν ὑποκειμένῳ τινὶ ὑπάρχουσιν οὔτε καθ’ ὑποκειμένου τινὸς κατηγοροῦνται· νῦν δὲ πρὸς ἀντιδιαστολὴν παραληφθεισῶν τῶν ἀποφάσεων2 τὰς μὲν μερικὰς οὐσίας σεμνύνομεν εἰκότως διὰ τοῦ ὁρισμοῦ, διὰ μὲν τοῦ μὴ ἐν ὑποκειμένῳ χωρίζοντες αὐτὰς τῶν συμβεβηκότων διὰ δὲ τοῦ μὴ καθ’ ὑποκειμένου τῶν καθ’ ὑποκειμένου, κἀνταῦθα δὲ τὸ σεμνὸν αὐταῖς προσάπτομεν λέγοντες αὐτὰς μὲν ἑτέροις χρείαν παρέχειν μηδενὸς δὲ δέεσθαι (τὰ γὰρ καθόλου τῶν μερικῶν δέονται πρὸς κατηγορίαν, ταῦτα δὲ ἐκείνων οὐκέτι), ταῖς δὲ νοηταῖς οὐσίαις οὐδεμίαν προσοίσομεν ἀξίαν διὰ τούτων· οὐδὲν γὰρ μέγα, εἰ ταύτας εἴποιμεν μὴ εἶναι ἐν ὑποκειμένῳ· οὐδὲ γὰρ ἀντιδιῄρηται αὐταῖς συμβεβηκός τι· οὐδὲ γὰρ ὅλως δεκτικαί εἰσι συμβεβηκότων. καὶ τί λέγω περὶ τῶν νοητῶν οὐσιῶν, ὅπου γε οὐδὲ ἐπὶ ψυχῆς μόνης ἁρμόσει ὁ λόγος, ὅταν θεωρῶμεν αὐτὴν ἀπολελυμένην τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα καὶ ἐξομοιωθεῖσαν θεῷ καὶ τὸ κοσμικὸν ἐπισκοποῦσαν ἀγαθόν· ὁπηνίκα δὲ ἐν γενέσει θεωρεῖται καὶ τοῖς σώμασι συμπεπλεγμένη, τότε καὶ ἐπ’ αὐτῆς ἁρμόσει ὁ ὁρισμὸς ἅτε ὑποκειμένης συμβεβηκόσιν·3 ὑπόκειται γὰρ τῇ φιλοσοφίᾳ ἢ γραμματικῇ ἢ ἄλλῃ τινὶ ἐπιστήμῃ, ἅτινα περὶ αὐτὴν συμβέβηκε. Τῶν δὲ δύο τῶν εἰλημμένων ἐν τῷ ὁρισμῷ τὸ μέν ἐστι τῇ φύσει πρῶτον τὸ δὲ τῇ διδασκαλίᾳ· οὐσίας γὰρ οὔσης καὶ συμβεβηκότος καὶ καθολικοῦ καὶ μερικοῦ, φύσει μὲν πρότερον ἡ οὐσία, διότι αὐτὴ μὲν αὐθυπόστατος ἐκεῖνα δὲ ἐν ταύτῃ ἔχει τὸ εἶναι. κατὰ δὲ τὸν σκοπὸν τῆς προκειμένης διδασκαλίας πρότερον τὸ μερικόν· καὶ γὰρ τὸ καθόλου τῇ φύσει πρότερον. τῶν οὖν εἰλημμένων ἐν τῷ ὁρισμῷ τὸ μέν ἐστι πρῶτον ἐκ τῆς τῶν πραγμάτων φύσεως, τὸ δὲ ἐκ τοῦ σκοποῦ τῆς διδασκαλίας. καὶ σκόπει ὅτι οὐ μάτην προέλαβε τὴν περὶ τοῦ καθ’ ὑποκειμένου καὶ ἐν ὑποκειμένῳ διδασκαλίαν, ἐπεὶ ἔμελλεν ἡμῖν ἀσαφὴς εἶναι ὁ ὁρισμὸς τῶν ἐν αὐτῷ παραλαμβανομένων φωνῶν ἀγνώστων οὐσῶν.

“它既不表述一个主体,也不在一个主体之内。” 他们探问,既然我们说否定命题劣于肯定命题,他究竟为何通过否定来定义各范畴中最尊贵的实体。于是我们说,相反地,通过否定的定义反而使主体显得尊严;至少在想要以此方式指称神圣者时,正如神圣的柏拉图所说,我们不对它肯定任何东西,而是诉诸否定;因为当苏格拉底问蒂迈欧神是什么时,后者说:“神不是什么,我知道;但神是什么,我不知道;因为我知道它既不是物体,也不是颜色,不是天使,也不是任何此类事物,而是优于这些事物的基准,但我不知道它究竟是什么。”因此,此类定义有时通过将主体从所有低劣事物中分离出来,反而使其增辉。对于质料,人们也习惯于通过否定给出定义,说它既不是人,也不是石头,不是火,全然不是物体,而是某种劣于这些事物基准的东西;因此他们说质料对神圣者是“不相似地相似”——说相似,是因为二者都是通过对其余事物的否定来指称的;说不相似,是因为前者优于一切存在者的基准,我们对其否定一切事物,而质料劣于一切存在者的基准,我们对其否定一切事物。 然而必须探问,这个定义是否也适用于可知实体,比如天使和此类事物,以至于能够说它们既不在一个主体之内,也不表述任何主体;因为该论述似乎在某种程度上也适用于它们。但我们说并不适用;因为定义中所采用的否定不仅表示剥除,而且也表示确立;因为它们是为了与他物相区分而说的。因为“不在主体之内”(即实体)是为了与“在主体之内”(即偶性)相区分而说的,而“不表述主体”则是为了与“表述主体”相区分而说的。正如光有两种,一种是通过与黑暗相区分的光,我指空气中的光,另一种是不受关联的、没有任何对立者的光,如太阳之光,同样,我们也会说这里的否定有时是就其自身且非为了区分而言说的,有时则是为了与对立者相区分而言说的。因此,如果这里的否定不是为了与对立者相区分而被采用的,那么主张该定义也适用于可知实体尚有几分道理,因为它们既不存在于任何主体之内,也不被述说于任何主体;但眼下既然这些否定是为了区分而被采用的,我们理所当然通过该定义使个别实体显得尊严,通过“不在主体之内”将它们与偶性分离开来,通过“不表述主体”将它们与表述主体者分离开来,在此处我们也赋予它们尊严,说它们向他物提供所需,而自身不需要任何事物(因为普遍者需要个别者来进行述说,而个别者不再需要普遍者),然而对于可知实体,我们通过这些文句不会带来任何尊贵;因为如果我们说这些可知实体不在主体之内,算不得什么了不起的事,因为并没有任何偶性与它们相并立划分,它们全然不能接受偶性。关于可知实体又何须多言,即便仅对灵魂而言,当我们把灵魂视为脱离了与肉体的关联、同化于神并巡视宇宙之善时,这一论述甚至也不适用于它;但当灵魂被视为处于生成之中并与肉体缠结在一起时,那时由于它是偶性的主体,该定义也将适用于它;因为它是哲学或文法学或某种其他知识的主体,而这些正是发生在它身上的偶性。 在定义中所采用的两个成分中,一个是就本性而言为先,另一个是就教学而言为先。因为既然有实体与偶性、普遍者与个别者,实体在自然上为先,因为实体自身独立存立,而那些事物在实体之内具有其存在。但按照当前教学的目的,个别者为先;因为普遍者就本性而言为先。因此,在定义中所采用的成分中,一个源自事物的本性而为第一,另一个源自教学的目的而为第一。且看,他预先讲授关于“表述主体”和“在主体之内”的教学绝非徒然,否则若是其中所采用的语词未知,该定义对我们来说本将是不清晰的。

语法注3 条
  1. 2.2κρείττων δὲ ἢ κατὰ ταῦτα

    比较级 κρείττων 后接连词 ἢ 与介词短语 κατά +宾格(ταῦτα),表示以某种尺度为基准的比较(“优于这些事物的尺度/基准”)。后文的 χεῖρον δέ τι ἢ κατὰ ταῦτα 与 κρείττονος ὄντος ἢ κατὰ πάντα τὰ ὄντα 亦同属此结构。

  2. 2.2νῦν δὲ πρὸς ἀντιδιαστολὴν παραληφθεισῶν τῶν ἀποφάσεων

    紧接前句的反事实虚拟条件句(εἰ μὲν οὖν... εἶχέ πως λόγον...),νῦν δέ 引出实际情况(“但眼下实情是……”),并与独立属格结构 παραληφθεισῶν τῶν ἀποφάσεων 结合;该独立属格在句中充当原因,修饰后文的主句(τὰς μὲν μερικὰς οὐσίας σεμνύνομεν...)。

  3. 2.2ἅτε ὑποκειμένης συμβεβηκόσιν

    连词 ἅτε 与属格分词 ὑποκειμένης 连用,构成表示明确原因的分词结构,其性数格与同句 ἐπ’ αὐτῆς 中的代词 αὐτῆς(指代灵魂 ψυχή)相一致,说明了定义适用之理由:因为灵魂作为偶性的主体存立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:51.22-53.16