← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§50.14-51.21

第一实体的定义用语与更高阶实体

斐洛波诺斯解释了亚里士多德在定义第一实体时使用“被言说”而非“是”是顺应大众观念,并援引其他著作的论证指出亚里士多德同样承认更优越、无形且可知的第一实体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1#2

διὸ ὡς μὴ ἀρεσκόμενος τῷ δόγματι οὐκ εἶπεν ‘ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα οὖσα’ ἀλλὰ λεγομένη. καὶ ἵνα σαφέστερον ἡμῖν γένηται τὸ λεγόμενον, μικρὸν ὑπερβιβάσαντες τὸ ῥητὸν1 οὕτως εἴπωμεν ‘οὐσία δὲ ἡ λεγομένη κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα αὕτη ἐστί’, τοῦτ’ ἔστιν ἡ λεγομένη παρὰ τοῖς πολλοῖς. ὅπου δὲ ὡς ἀπὸ οἰκείας δόξης προφέρει τὸν λόγον, οὐκέτι λέγει τὸ λέγεται, ἀλλ’ ἔστιν· ἢ μήτε γάρ φησι καθ’ ὑποκειμένου τινὸς λέγεται (ἀντὶ τοῦ κατηγορεῖται) μήτε ἐν ὑποκειμένῳ τινί ἐστι, καὶ οὐκ εἶπε ‘μήτε ἐν ὑποκειμένῳ τινὶ λέγεται’· τῷ γὰρ δόγματι αὐτὸς ἀρέσκεται. Ὅτι δὲ οἶδεν ὁ Ἀριστοτέλης καὶ νοητὴν οὐσίαν καὶ κρείττονα τῶν συνθέτων, δείκνυσι σαφῶς καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ καὶ ἐν τῇ Περὶ οὐρανοῦ καὶ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως, ἔνθα φησὶ δεῖν πρὸ τῶν ἑτεροκινήτων τὰ αὐτοκίνητα ὑπάρχειν καὶ τῶν ἀεικινήτων τὰ ἀκίνητα· εἰ μὴ γὰρ ἦν τις ἀκίνητος τῶν ἀεικινήτων αἰτία, οὐκ ἂν ἔμεινεν ἐκεῖνα ἀεικινήτως, ἵνα οὕτως εἴπω, κινούμενα. δείκνυσι δὲ ταύτην ἀσώματον οὖσαν καὶ ἀμερῆ καὶ ἀδιάστατον τοιούτῳ τινὶ θεωρήματι (οὐδὲν γὰρ ἴσως ἀπεικὸς ὡς ἐν παρεκβάσει μνησθῆναι τοῦ θεωρήματος)· λέγει γὰρ ἀπειροδύναμον εἶναι2 ταύτην τὴν αἰτίαν· εἰ δὲ τοῦτο, πάντως καὶ ἀσώματον· πᾶν γὰρ σῶμα, ὡς αὐτὸς πρὸς τῷ τέλει τοῦ ὀγδόου λόγου τῆς Φυσικῆς ἀκροάσεως ἔδειξε, πεπερασμένην ἔχει τὴν δύναμιν· εἰ γὰρ ἄπειρον· δεδόσθω, φησίν, ἄπειρον εἶναι· ἐπειδὴ οὖν πᾶν σῶμα διαιρετόν ἐστι, διέλωμεν, φησί, τόδε τι τὸ σῶμα εἰς τρία, εἰ τύχοι· ἕκαστον οὖν τῶν τμημάτων πότερον ἄπειρον ἔχει τὴν δύναμιν ἢ πεπερασμένην; εἰ μὲν οὖν ἄπειρον, τῷ ὅλῳ τὸ μέρος ἰσοδύναμον ἔσται, ὅπερ ἄτοπον καὶ ἀδύνατον· εἰ δὲ πεπερασμένην, καὶ τὸ ἐκ τῶν πεπερασμένων συγκείμενον δῆλον ὅτι καὶ αὐτὸ πάντως πεπερασμένον ἐστίν· ὥστε καὶ ἡ τοῦ ὅλου σώματος δύναμις πεπερασμένη ἔσται καὶ οὐκ ἄπειρος· οὐδὲν ἄρα σῶμα πεπερασμένον ἄπειρον ἔχει δύναμιν· οὐδὲν δὲ σῶμα μεγέθει ἐστὶν ἄπειρον (ἔδειξε γὰρ αὐτὸς ἐν τῇ Φυσικῇ καὶ τοῦτο)· οὐδὲν ἄρα σῶμα ἄπειρον ἔχει δύναμιν· εἰ δὲ τοῦτο, ὅπερ ἄρα ἄπειρον ἔχει δύναμιν, οὐκ ἔστι σῶμα· οὐκοῦν ἀσώματος ἡ πρώτη οὐσία, ἐπειδὴ καὶ ἀπειροδύναμος. οὐ μόνον δὲ τὴν νοητὴν οὐσίαν κρείττονα οἶδε τῶν συνθέτων, ἀλλὰ καὶ τὴν διανοητήν, καὶ δείκνυσι τοῦτο ἐν τῇ Ἀποδεικτικῇ· λέγει γὰρ ὅτι ὡς ἔχει ἡ αἴσθησις πρὸς τὰ αἰσθητά, οὕτως ἔχει καὶ ἡ ἀπόδειξις πρὸς τὰ ἀποδεικτά· οὐκοῦν καὶ ἐναλλάξ,3 ὡς αἴσθησις πρὸς ἀπόδειξιν ἔχει, οὕτως ἕξει καὶ τὰ αἰσθητὰ πρὸς τὰ ἀποδεικτά· εἰ οὖν χείρων ἡ αἴσθησις τῆς ἀποδείξεως, διότι ἡ μὲν αἴσθησις περὶ τὰ μερικὰ ἡ δὲ 〈ἀπόδειξις〉 περὶ τὰ καθόλου καταγίνεται, καὶ τὰ αἰσθητὰ ἄρα τῶν ἐπιστητῶν χείρω· ὥστε οἶδεν οὐ μόνον τὴν νοητὴν κρείττονα τῶν συνθέτων, ἀλλὰ καὶ τὴν διανοητήν. ἐνταῦθα δέ, ὡς εἴπομεν, τὰς δευτέρας καλεῖ πρώτας διὰ τὰς πολλάκις εἰρημένας αἰτίας.

因此,作为不赞同该观点的人,他没有说“最严格、最本原且最主要地存在者”,而是说了“被言说者”。为了让所言之事对我们更为清楚,让我们把文句稍作颠倒而这样说:“被最严格、最本原且最主要地言说的实体就是这一个”,也就是说,在大众那里被如此言说者。然而,在以其自身见解提出论说的地方,他便不再说“被言说”,而是说“是(存在)”;因为他说“既不就一个主体被言说(代替‘被述说’),也不在一个主体之内”,而没有说“也不被言说在一个主体之内”;因为他自己赞同这一观点。亚里士多德也知晓优于复合实体的可知实体,这一点他在《形而上学》、《论天》以及《自然学讲义》第八卷中明确指出了,在那些地方他说,在由他物所动者之前必定有由自身所动者存立,在永远被动者之前必定有不动者存立;因为若是永远被动者没有某种不动的原因,那些事物就不会——如果可以这样说的话——保持永远被动的状态。他通过如下的一条定理证明了该原因是非物体的、无部分的且无广延的(顺便提及该定理或许并无不妥);因为他说该原因具有无限的力量;如果是这样,它也必定是非肉体的;因为正如他自己在《自然学讲义》第八卷末尾所证明的那样,一切物体都具有有限的力量;因为如果它是无限的——他说,姑且假设它是无限的——既然一切物体都是可分割的,那么他说,假定我们将这某一个物体分成三份;那么这些部分的每一份是具有无限的力量还是有限的力量呢?如果具有无限的力量,部分就将与整体具有同等的力量,这是荒谬且不可能的;但如果是有限的力量,由有限部分合成之物显然自身也必定是有限的;从而整个物体的力量也必定是有限的而非无限的;因此没有任何有限物体具有无限的力量;但没有任何物体在量度上是无限的(因为他自己在《自然学》中也证明了这一点);所以没有任何物体具有无限的力量;如果是这样,具有无限力量者便不是物体;因此第一实体是非肉体的,既然它也具有无限的力量。他不仅知晓优于复合实体的可知实体,而且也知晓推论思考的实体,他在《后分析篇》中证明了这一点;因为他说,正如感觉对可感觉者的关系那样,论证对可论证者也有同样的关系;因此交叉来看,正如感觉对论证的关系那样,可感觉者对可论证者也将有同样的关系;因此,如果感觉劣于论证——因为感觉关涉于个别事物,而论证则关涉于普遍者——那么可感觉者也就劣于可认识者;所以他不仅知晓优于复合实体的可知实体,而且也知晓推论思考的实体。但正如我们所说,由于屡次言及的原因,他在此处把第二者称为第一者。

语法注3 条
  1. 2.1μικρὸν ὑπερβιβάσαντες τὸ ῥητὸν

    动词 ὑπερβιβάζω 指颠倒或重排语序(词序倒装)。此处作者指出,为了理清主谓关系并使之更易理解,他将原文的词序 οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη 调整为 οὐσία δὲ ἡ λεγομένη κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα αὕτη ἐστί。

  2. 2.1εἰ γὰρ ἄπειρον· δεδόσθω, φησίν, ἄπειρον εἶναι·

    εἰ γὰρ ἄπειρον 是省略了归结部分的条件从句(“因为如果[它是]无限的[会怎样]”),用以引入归谬法。紧随其后的 δεδόσθω(第三人称单数完成时被动命令法,“姑且假设为无限”)明确了设定假说的论证步骤。

  3. 2.1οὐκοῦν καὶ ἐναλλάξ

    副词 ἐναλλάξ 指比例论中的“交叉比/更比”(alternando,即若 A : B = C : D,则 A : C = B : D)。在句法上,它作为标志,将前一句中的“感觉 : 可感觉者 = 论证 : 可论证者”置换为“感觉 : 论证 = 可感觉者 : 可论证者”的并列比较结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:50.14-51.21