- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:49.2-50.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对定义第一实体的引文(2a11),注释者论证了为何实体在诸范畴中依本性居于首位,阐明此处亚里士多德仅讨论复合实体,并解释了为何基于初学者的认识顺序,个别实体优先于普遍的第二实体而被称作第一实体。
" Οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη, ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος." Εἰρηκὼς τὰ συντελοῦντα πρὸς τὴν διδασκαλίαν τῶν κατηγοριῶν διδάξας τε ἡμᾶς προσεχῶς ὁλοσχερέστερον καὶ ὡς ἐπὶ παραδειγμάτων περὶ αὐτῶν τῶν κατηγοριῶν, νῦν τρέπεται ἐπὶ τὴν ἀκριβῆ αὐτῶν ἐξήγησιν καὶ διδάσκει πρότερον περὶ τῆς οὐσίας· πρώτην γὰρ ἔχει τάξιν ἡ οὐσία ἐν ταῖς κατηγορίαις καὶ διὰ τοῦτο εἰκότως τῶν ἄλλων αὐτὴν προετίμησεν· αὕτη γὰρ συνεισφέρεται μὲν ταῖς ἄλλαις (εἰ γάρ τι τῶν συμβεβηκότων εἴη ὁποιονοῦν, πάντως καὶ οὐσία ἔσται ᾗ συμβέβηκεν), οὐ συνεισφέρει δὲ τὰς λοιπάς1 (οὐδὲ γὰρ οὐσίας οὔσης πάντως καὶ τῶν ἄλλων ἐστὶν ἕκαστον), καὶ συναναιρεῖ μὲν ἑαυτῇ τὰς ἄλλας οὐ συναναιρεῖται δέ· τὰ δὲ συναναιροῦντα μὲν μὴ συναναιρούμενα δὲ καὶ συνεισφερόμενα μὲν μὴ συνεισφέροντα δὲ πρῶτα εἶναι τῇ φύσει ὡμολόγηται· ὥστε πρώτη ἡ οὐσία φύσει τῶν λοιπῶν. καὶ ἄλλως δὲ τῶν πραγμάτων τὰ μὲν καθ’ αὑτὸ λέγεται τὰ δὲ ἐν αὐτῷ τὰ δὲ περὶ ἐκεῖνο, καὶ καθ’ αὑτὸ μὲν αὐτὴ ἡ οὐσία, ἐν αὐτῷ δὲ τό τε ποσὸν καὶ τὸ ποιόν (ἐν γὰρ τῇ οὐσίᾳ θεωροῦνται), περὶ ἐκεῖνο δὲ τὰ λοιπὰ ἑπτά. καὶ ἄλλως αὐτὴ μὲν αὐθυπόστατός ἐστι καὶ οὐ δεομένη τῶν ἄλλων εἰς ὕπαρξιν, αἱ δὲ ἄλλαι ἐν ταύτῃ τὸ εἶναι ἔχουσιν· οὐσίας γὰρ οὔσης ἀνάγκη τὰς ἄλλας εἶναι κατηγορίας, μὴ οὔσης δὲ ἀδύνατόν ἐστι τὰς ἄλλας ὑποστῆναι. Ταύτης δὲ τῆς οὐσίας ἡ μέν ἐστιν ἁπλῆ ἡ δὲ σύνθετος, τῆς δὲ ἁπλῆς ἡ μὲν χείρων τῆς συνθέτου ἡ δὲ κρείττων· ἔστι δὲ σύνθετος μὲν οὐσία ἄνθρωπος καὶ τὰ τοιαῦτα, ἁπλῆ δὲ καὶ κρείττων τῆς συνθέτου ἡ ἀγγελικὴ καὶ ἡ ψυχικὴ καὶ αἱ τοιαῦται, ἁπλῆ δὲ καὶ χείρων τῆς συνθέτου ἡ ὕλη ἡ πρώτη καὶ τὸ εἶδος. διαλέγεται δὲ ἐνταῦθα ὁ Ἀριστοτέλης οὔτε περὶ τῆς ἁπλῆς καὶ κρείττονος τῆς συνθέτου (οὐ γὰρ πρόκειται αὐτῷ θεολογεῖν) οὔτε περὶ τῆς ἁπλῆς καὶ χείρονος τῆς συνθέτου (οὐ γὰρ φυσιολογεῖν αὐτῷ πρόκειται), ἀλλὰ περὶ τῆς συνθέτου μόνης. καὶ ταύτης φησὶ τὴν μὲν εἶναι πρώτην τὴν δὲ δευτέραν, πρώτην μὲν τὴν μερικὴν καλῶν δευτέραν δὲ τὴν καθόλου τὴν κατὰ τὰ εἴδη καὶ τὰ γένη· ὡς γὰρ πολλάκις εἴρηται, οὐ περὶ τῶν ὄντων ᾗ ὄντα ἐστὶ διαλαμβάνει, ἀλλὰ κατὰ ποίου σημαινομένου ἑκάστην τῶν κατηγοριῶν οἱ πολλοὶ λέγοντες φέρουσιν, ἐπεὶ εἴ γε ἠκολούθει τῇ φύσει τῶν πραγμάτων, πρώτην ἂν εἶπε τὴν τῶν γενῶν καὶ τῶν εἰδῶν, δευτέραν δὲ τὴν τῶν ἀτόμων, ὡς ἐκείνην μὲν αἰτίαν, ταύτην δ’ αἰτιατήν· κρεῖττον δὲ τὸ αἴτιον τοῦ αἰτιατοῦ καὶ τὸ καθολικὸν τοῦ μερικοῦ. καὶ ἄλλως τὰ τῇ φύσει πρότερα ἡμῖν ὕστερα καὶ τὰ ἡμῖν πρότερα τῇ φύσει δεύτερα· ἐπεὶ οὖν ὁ λόγος αὐτῷ πρὸς εἰσαγομένους, εἰκότως τὴν μερικὴν οὐσίαν πρώτην εἶπεν (ἐναργεστέρα γὰρ αὕτη κατὰ τὴν αἴσθησιν), δευτέραν δὲ εἶπε τὴν κατὰ τὰ γένη καὶ τὰ εἴδη· ἀπὸ γὰρ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἀναγόμεθα ὀψὲ τοῦ λόγου ἐν ἡμῖν ἐλλάμψαντος.2
“实体,就其最严格、最本原且最主要地被言说者而言,既不表述一个主体,也不在一个主体之内,例如某一个人或某一匹马。” 在谈完了有助于范畴教学的内容,并在刚才大致地且依循例证向我们讲授了范畴本身之后,他现在转向对它们的精确阐明,并首先讲授实体。因为实体在诸范畴中占据第一位阶,由于这一原因,他理所当然地使它优先于其余各项;因为它是被其他各项共同引入的(因为如果存在任何一种偶性,那么供其依附的实体也必定存在),但它并不共同引入其余各项(因为并非实体存在,其他各项的每一个就必定存在),并且它使其他各项随自身一同消灭,自身却不随之被消灭;而人们公认,那些一同消灭而不被一同消灭、被共同引入而不共同引入者,在本性上是第一位的;所以实体在本性上先于其余各项。此外,在另一种方式下,事物有些依自身而言,有些在它之内,有些关涉于它;实体本身依自身而言,数量与性质在它之内(因为它们在实体中被考察),而其余七个关涉于它。又在另一种方式下,实体自身是自立的,不需要其余各项以求实存,而其余各项在它之中拥有其存在;因为实体存在时,其他范畴必然存在,而若实体不存在,其余各项便不可能存立。在此实体中,一种是单纯的,另一种是复合的;而在单纯实体中,一种劣于复合实体,另一种优于复合实体。复合实体是人及诸如此类者,单纯且优于复合实体者是天使性的、灵魂性的及诸如此类者,而单纯且劣于复合实体者是第一质料与形式。但亚里士多德在此处既不讨论单纯且优于复合实体者(因为进行神学探讨并非摆在他面前的意图),也不讨论单纯且劣于复合实体者(因为进行自然学探讨并非摆在他面前的意图),而仅讨论复合实体。他说复合实体中一者是第一的,另一者是第二的,将个别的实体称为第一实体,而将依据种与属的普遍实体称为第二实体。因为正如屡次言及的那样,他并非就存在者作为存在者来进行探讨,而是依照大众在言说时将各个范畴赋予何种意义;因为如果他顺应事物的本性,他本会称属与种的实体为第一,而称个体的实体为第二,因前者是原因,而后者是被产生者;而原因优于被产生者,普遍者优于个别者。此外,在本性上先在者对我们而言居后,而对我们而言先在者在本性上居第二;既然他的论述是针对初学者的,那么他理所当然地称个别的实体为第一实体(因为这在感觉上更为显明),而称依据属与种的实体为第二实体;因为在理性较迟地在我们之中闪耀光芒之后,我们才从个别事物被引导上升至普遍者。
- 2.1συνεισφέρεται μὲν ταῖς ἄλλαις ... οὐ συνεισφέρει δὲ τὰς λοιπάς
动词 συνεισφέρω 的被动态(支配与格 ταῖς ἄλλαις,意为“被其他各项共同引入”)与主动态(支配宾格 τὰς λοιπάς,意为“共同引入其余各项”)形成对比,表达了存在蕴涵关系的非对称性:若偶性存在,则其实体必然被一同引入;但实体的存在并不必然共同引入具体的偶性。随后主动态 συναναιρεῖ 与被动态 συναναιρεῖται 的对立亦基于完全相同的句法逻辑。
- 2.1ὀψὲ τοῦ λόγου ἐν ἡμῖν ἐλλάμψαντος
由名词 ὁ λόγος 与不定过去时分词 ἐλλάμψαντος 构成的属格独立结构,副词 ὀψέ(较迟地)修饰分词。该结构在此表时间或情态(“在理性较迟地在我们之中闪耀光芒之后”),说明感觉对个别事物的把握在先,而理性对普遍者的认识在人的认识发展中产生较晚这一先后次序。
