- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:3.26-4.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯详细阐述了居间著作、笔记式著作以及体系性著作(对白式与听讲专著)的定义与特征差异,并根据哲学的二分法以及对论证这一工具的需要,解释了将听讲专著划分为理论性、实践性与工具性著作的依据。
μεταξὺ δὲ ὡς αἱ Περὶ γενέσεως ζῴων· ἡ μὲν γὰρ περὶ ζῴων ἔχει1 τὸ καθόλου, ἡ δὲ περὶ πάσης ἁπλῶς γενέσεως τὸ μερικὸν ἔχει. ὑπομνηματικὰ δὲ ἐκεῖνα καλοῦσιν ὅσα πρὸς οἰκείαν ἀπεσημειοῦτο ὑπόμνησιν· εἰώθεσαν γὰρ οἱ παλαιοὶ τὰ τῶν ἀρχαιοτέρων ἀναγινώσκοντες συγγράμματα ἀποσημειοῦσθαι αὐτῶν τὰς περὶ ἑκάστου πράγματος δόξας καὶ τὰ ἐπιχειρήματα τὰ τούτων κατασκευαστικά· οὐ μόνον δὲ ἀλλὰ καὶ τὰ αὐτοῖς πολλάκις δοκοῦντα ἀπεσημειοῦντο μνήμης ἕνεκεν, ἵνα εἴ ποτε μέλλοιεν συγγράφειν περί τινος, ἔχοιεν ἐξ ἑτοίμου τὰς τῶν παλαιοτέρων περὶ τοῦ προκειμένου δόξας ὡς ὕλην τῶν οἰκείων συνταγμάτων. τῶν δὲ ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ ἔλεγον, ἐν οἷς περὶ ἑνὸς μόνου πράγματος ἀπεσημειοῦντο, οἷον περὶ ψυχῆς ἢ οὐρανοῦ ἤ τινος ἄλλου, τὰ δὲ ποικίλα, ἐν οἷς περὶ πλειόνων ἀπεσημειοῦντο πραγμάτων. συνταγματικὰ δὲ λέγουσιν ὅσα καὶ φράσιν ἔχει πρέπουσαν συντάγματι καὶ τὴν τῶν κεφαλαίων εὔτακτον διαίρεσιν. τῶν δὲ συνταγματικῶν τὰ μὲν διαλογικὰ τὰ δὲ αὐτοπρόσωπα. αὐτοπρόσωπα μὲν ἐν οἷς ἐξ οἰκείου προσώπου τὴν διδασκαλίαν ἐποιεῖτο, ἅπερ καὶ ἀκροαματικὰ καλοῦσι διὰ τὸ πρὸς γνησίους ἀκροατὰς ποιεῖσθαι τὸν λόγον, διαλογικὰ δὲ ὅσα μὴ ἐξ οἰκείου προσώπου συνέγραφεν, ἀλλ’ ὥσπερ ὁ Πλάτων ὑποκρινόμενος ἑτέρων πρόσωπα, ἅπερ καὶ ἐξωτερικὰ ἐκάλουν διὰ τὸ πρὸς τὴν τῶν πολλῶν γεγράφθαι ὠφέλειαν, ᾗ καὶ διαφέρει γε πλεῖστον τὰ διαλογικὰ τῶν αὐτοπροσώπων· ἐν μὲν γὰρ τοῖς αὐτοπροσώποις ἅτε πρὸς γνησίους ἀκροατὰς τὸν λόγον ποιούμενος τὰ δοκοῦντά τε αὐτῷ λέγει καὶ δι’ ἐπιχειρημάτων ἀκριβεστάτων καὶ οἷς οὐχ οἷοί τέ εἰσιν οἱ πολλοὶ παρακολουθῆσαι, ἐν δὲ τοῖς διαλογικοῖς ἅτε πρὸς κοινὴν καὶ τὴν τῶν πολλῶν ὠφέλειαν γεγραμμένοις κἀκεῖ μὲν τὰ δοκοῦντα αὐτῷ λέγει, ἀλλ’ οὐ δι’ ἀποδεικτικῶν ἐπιχειρημάτων, ἀλλὰ δι’ ἁπλουστέρων καὶ οἷς οἷοί τέ εἰσιν οἱ πολλοὶ παρακολουθεῖν. Διαιροῦνται δὲ τὰ αὐτοπρόσωπα εἴς τε τὰ θεωρητικὰ καὶ τὰ πρακτικὰ καὶ τὰ ὀργανικά, ὅτι καὶ ἡ φιλοσοφία εἰς δύο ταῦτα διῄρηται, εἴς τε τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν, καὶ θεωρητικὰ μέν εἰσιν ἐν οἷς ἐπισκέπτεται περὶ τῆς ἀληθείας καὶ τοῦ ψεύδους, πρακτικὰ δὲ ἐν οἷς ἐπισκοπεῖ περὶ τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ· ἐπεὶ δὲ πολλή τίς ἐστιν ἀμφισβήτησις τοῖς ἀνθρώποις περί τε τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ καὶ τῆς ἀληθείας καὶ τοῦ ψεύδους, καὶ ἄλλοι ἄλλο οἴονται ἀγαθὸν καὶ κακὸν καὶ ἀληθὲς καὶ ψευδὲς εἶναι, ἐδέησεν αὐτῷ ὀργάνου διακριτικοῦ τούτων,2 ὅπερ ἐστὶν ἡ ἀπόδειξις. ἡ δὲ ἀπόδειξις οὐδὲν ἄλλο ἐστὶν ἢ συλλογισμὸς ἀποδεικτικός· ὡς γὰρ ὁ τέκτων τῇ στάθμῃ κέχρηται ὀργάνῳ πρὸς διάκρισιν τῶν τε καμπύλων καὶ τῶν ὀρθῶν ξύλων, ὁμοίως καὶ ὁ οἰκοδόμος τῇ καθέτῳ διακρινούσῃ τούς τε ὀρθοὺς καὶ τοὺς μὴ τοιούτους τῶν τοίχων, οὕτω καὶ οἱ φιλόσοφοι τὴν ἀπόδειξιν ἔχουσι κανόνα ἄπταιστον τῆς τῶν ὄντων διακρίσεως. διαιροῦσι δὲ τὰ θεωρητικὰ εἴς τε τὰ φυσιολογικὰ καὶ μαθηματικὰ καὶ θεολογικά.
居间的著作如《动物生成论》;因为它对于动物而言具有普遍的一面,但对于一切单纯的生成而言却具有具体的一面。人们将他为了自身的备忘而记录下来的著作称为笔记式的;因为古人在阅读更早期学者的著作时,习惯于摘记下他们关于各个事项的意见以及确立这些意见的论证;不仅如此,他们也常常为了备忘而记下自己的想法,以便日后若要就某事撰写论著时,可以随时掌握先贤关于所探讨课题的意见,作为自己论著的素材。在笔记式著作中,他们将其中仅针对单一事项做记录的称为单一主题的,例如关于灵魂、关于天或关于其他某件事物;而将针对多个事项做记录的称为多样主题的。人们将兼具适合论著的文辞与章节井然有序之划分的著作称为体系性的。在体系性著作中,有些是对白式的,有些是以自身身份讲授的。所谓以自身身份讲授的,即他在其中以自己的人格进行讲授的著作,因其向真正的听讲者发表演讲,故也被称为听讲专著;而对白式著作,则是凡非以自身人格撰写的,而是如同柏拉图那样扮演他人角色的著作,因其是为了大众的益处而撰写,故也被称为外向性的。在这点上,对白式著作与以自身身份讲授的著作确实有着极大的差异:因为在以自身身份讲授的著作中,由于是面向真正的听讲者发表演讲,他不仅陈述自己的见解,而且是通过极为严密的论证、以及大众无法领会的那类论证来进行的;但在对白式著作中,由于是为大众的普遍益处而写成的,他在其中虽然也陈述自己的见解,却不是通过证明性的论证,而是通过更为平易、大众所能领会的论证来进行的。以自身身份讲授的著作被划分为理论性的、实践性的和工具性的,这是因为哲学本身也被划分为这两者,即理论部分与实践部分;理论性著作是他在其中探讨真与假的著作,实践性著作则是他在其中考察善与恶的著作。但是,由于人类对于善与恶以及真与假存在着极大的争议,不同的人将不同的事物视为善、恶、真、假,因此他需要一种辨别这些事物的工具,而这就是论证。论证无非就是论证性的三段论;正如木匠使用墨斗绳作为工具来辨别弯曲的木料与笔直的木料,同样建筑匠人也使用铅垂线来辨别垂直的墙壁与不垂直的墙壁,哲学家们同样拥有论证作为辨别存在之物的绝无差错的准则。人们又将理论性著作划分为自然哲学的、数学的与神学的。
- 1.1ἡ μὲν γὰρ περὶ ζῴων ἔχει τὸ καθόλου, ἡ δὲ περὶ πάσης ἁπλῶς γενέσεως τὸ μερικὸν ἔχει
阴性冠词 ἡ 承接前面的著作名称(αἱ Περὶ γενέσεως ζῴων,此处作单数阴性主语,或暗指 πραγματεία)。形成对比的介词短语 περὶ ζῴων 与 περὶ πάσης ἁπλῶς γενέσεως 表示视角的限定:“就动物而言具有普遍性,但就一切单纯的生成而言则具有具体性/局部性”。
- 1.1ἐδέησεν αὐτῷ ὀργάνου διακριτικοῦ τούτων
非人称动词 δεῖ(不定过去时 ἐδέησε)支配表示主体的与格(αὐτῷ)以及表示所需事物的属格(ὀργάνου),意为“他需要一种工具”。此处未接带不定式的宾格句,而是直接支配名词属格。
