← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§47.20-48.27

缺乏与否定及运动能否归入范畴

斐洛庞诺解释了点、“现在”与单子因本部著作的宗旨(依据大众熟知的语词教导)而不被归入任何范畴,进而依据各自的本性探讨了缺乏、否定以及运动和变化是否能够被归入诸范畴之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24#2

δεῖ οὖν αὐτὰ ταῦτα καθ’ ἑαυτὰ εἰπεῖν τί εἰσι καὶ ὑπὸ ποίαν τελοῦσι κατηγορίαν, καὶ τότε τὴν σχέσιν αὐτῶν τὴν πρὸς ἄλληλα λέγειν. τί οὖν ἐροῦμεν; ὅτι κατὰ ἀλήθειαν ὑπ’ οὐδεμίαν τῶν κατηγοριῶν ἀνάγονται ταῦτα, ὅσον ἐκ τοῦ σκοποῦ τῆς προκειμένης πραγματείας· πρόκειται γὰρ αὐτῷ, ὡς πολλάκις εἴρηται, περὶ τῶν ὄντων οὐχ ᾗ ὄντα ἐστὶ διαλαβεῖν, ἀλλ’ ᾗ σημαίνονται ὑπὸ τοιῶνδε φωνῶν ὑπὸ τῶν πολλῶν ἀνθρώπων· βούλεται γὰρ ἐν τούτοις περὶ τῶν τοῖς πολλοῖς γνωρίμων διδάξαι· ἐπεὶ οὖν τούτων οὐδεμίαν ἔχει γνῶσιν ὁ πολὺς ἄνθρωπος, εἰ καὶ ἐνῆν αὐτὰ ἀνάγειν ὑπὸ μίαν τῶν κατηγοριῶν, λέγω δὴ ὑπὸ τὸ ποσόν, λέγοντα τοῦ ποσοῦ τὸ μὲν εἶναι ἀμερὲς τὸ δὲ μεριστὸν καὶ τοῦ μεριστοῦ τὸ μὲν συνεχὲς τὸ δὲ διωρισμένον, καὶ ταῦτα ὑπὸ τὸ τμῆμα τάττειν1 τοῦ ποσοῦ τὸ ἀμέριστον, οὐκ ἀνήγαγε διὰ τὸ μὴ συνεμπίπτειν τὴν περὶ τούτων διδασκαλίαν τῷ σκοπῷ τοῦ προκειμένου βιβλίου. καὶ ὅτι οὐ περὶ τῶν ὄντων ᾗ ὄντα ἐστὶ διαλαβεῖν βούλεται, δῆλον, ὅτι ἐν τῇ Φυσικῇ ἀκροάσει τριττὴν τὴν οὐσίαν εἰρηκώς, τὴν μὲν κατὰ τὴν ὕλην τὴν δὲ κατὰ τὸ εἶδος τὴν δὲ κατὰ τὸ συναμφότερον, ἐνταῦθα οὐδαμοῦ οὔτε τὴν ὕλην καθ’ ἑαυτὴν οὔτε τὸ εἶδος ἀξιοῖ καλεῖν οὐσίαν, ἅτε δὴ τῶν πολλῶν μηδεμίαν τούτων ἔννοιαν ἐχόντων ὡς ἁπλῶν, ἀλλὰ μόνον τὸ ἐκ τούτων σύνθετον ἐγνωκότων. Ζητοῦσι δὲ κἀκεῖνο ὅτι τὰς στερήσεις ὑπὸ ποίαν τῶν κατηγοριῶν ἀνακτέον, ἔτι δὲ καὶ τὰς ἀποφάσεις. λέγομεν ὅτι μάλιστα μὲν ὑπ’ οὐδεμίαν τῶν κατηγοριῶν, ἐπειδὴ οὐδὲ ὡρισμένον τι δηλοῦσιν, αἱ δὲ κατηγορίαι ὡρισμένων εἰσὶ πραγμάτων δηλωτικαί. εἰ δὲ ὅλως δεῖ αὐτὰς ὑπὸ κατηγορίαν ἀνάγειν, ὑπὸ τὴν αὐτὴν ἀναχθήσονται αἱ στερήσεις ὑφ’ ἣν καὶ αἱ ἕξεις, καὶ αἱ ἀποφάσεις ὑφ’ ἣν καὶ αἱ καταφάσεις· τῶν γὰρ ἐναντίων τὸ αὐτό ἐστι γένος, ὡς λευκοῦ καὶ μέλανος καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν τοιούτων. πάλιν ζητοῦσι τὰς κινήσεις καὶ τὰς μεταβολὰς ὑπὸ ποίαν ἀνάγειν δεῖ κατηγορίαν. καί φημι ὑπ’ οὐδεμίαν· ὑφεστώτων γὰρ καὶ τὸ ἑαυτῶν εἶδος τελείως ἀπειληφότων αἱ κατηγορίαι,2 πᾶσα δὲ μεταβολὴ ἀτελές τί ἐστιν· ὁδὸς γάρ ἐστιν ἐπὶ τὸ εἶδος καὶ τὸ ὂν ἡ μεταβολή, οὐκ αὐτὸ ὄν. ἄλλως τε οὐδὲ οἷόν τέ ἐστιν ὑπὸ μίαν κατηγορίαν πᾶσαν μεταβολὴν ἀνάγειν· ἐν πλείοσι γὰρ θεωροῦνται, ὡς αὐτὸς διδάξει· καὶ γὰρ ἐν οὐσίᾳ ὡς γένεσις καὶ φθορὰ καὶ ἐν ποσῷ ὡς αὔξησις καὶ φθίσις καὶ ἐν ποιῷ ὡς λεύκανσις καὶ μέλανσις καὶ ἐν τῷ ποῦ ὡς ἀνάβασις καὶ κατάβασις δίνησις· ὥστε ὁδοί εἰσιν αἱ μεταβολαὶ ἐπὶ τὰς κατηγορίας ἄγουσαι, ἄλλη ἐπὶ ἄλλην, καὶ οὐκ αὐταὶ συμπληροῦσι κατηγορίαν· τὸ μὲν γὰρ κινεῖν καὶ ὅλως τὸ μεταβάλλειν ὑπὸ τὸ ποιεῖν ἀναχθήσεται, τὸ δὲ κινεῖσθαι καὶ ὅλως μεταβάλλεσθαι ὑπὸ τὸ πάσχειν· αὐταὶ δὲ αἱ κινήσεις καὶ αἱ μεταβολαὶ ὁδοὶ οὖσαι καὶ γενέσεις τινὲς ἐπὶ τὰς κατηγορίας τὰς εἰρημένας εἰς αὐτὰς οὐδένα ἀναχθήσονται τρόπον.

因此,必须先说明这些事物自身就其自身而言是什么、属于哪一个范畴,然后再谈论它们彼此之间的关系。那么我们该说什么呢?应当说,依真实而言,就摆在眼前的这部论著之目的而言,这些事物并不归入诸范畴的任何一个之下。因为正如屡次言及的那样,他的意图并非探讨事物就其作为存在者而言的本性,而是探讨它们作为被大众以此类语词所意指的事物;因为他希望在这些文字中教导那些为大众所熟知的事物。因此,既然常人对这些事物毫无认识,即便本来可以将它们归入诸范畴之一——我正是指归入数量之下——而宣称数量一方面是无部分的,另一方面是可分的,且可分者一方面是连续的,另一方面是离散的,并将这些事物归列于数量的不可分区分之下,他也没有将它们归入,这是因为关于这些事物的教导并不契合摆在眼前的这部著作的目的。而他并不希望探讨事物就其作为存在者而言的本性,这一点也是明显的,因为在《自然学》中他说过实体有三重——一者依据质料,一者依据形式,一者依据两者的结合体——而在此处,他决计不肯将质料自身或形式称为实体,这正是由于大众绝无将这些作为单纯事物来理解的概念,而仅知晓由它们构成的复合物。人们还提出那个问题,即应当将缺乏归入哪一个范畴之下,此外还有否定。我们回答说,最妥当的乃是不[归入]诸范畴的任何一个之下,因为它们甚至不能表明某种确定的东西,而诸范畴乃是确定事物的指示者。但如果一定要将它们归入某一范畴之下,缺乏将被归入与习惯性状态相同的范畴之下,而否定将被归入与肯定相同的范畴之下;因为相反者的属是同一个,正如白与黑、热与冷及诸如此类者一样。人们又探问应当将运动和变化归入哪一个范畴之下。我说,不归入任何一个;因为诸范畴属于那些已经自立并完满地接受了自身形式的事物,而一切变化都是某种未完满之物;因为变化是通向形式与存在者的道路,而非存在者自身。此外,将一切变化归入单一范畴甚至是不可能的;因为正如他本人将要教导的那样,它们在数个范畴中被考察:在实体中表现为生成与消灭,在数量中表现为增长与减退,在性质中表现为变白与变黑,在何处中表现为上升、下降与回旋。因此诸变化乃是引向诸范畴的道路,这一变化引向此范畴,另一变化引向彼范畴,它们自身并不构成范畴;因为引起运动以及普遍的引起变化将被归入主动之下,而被运动以及普遍的被改变则被归入受动之下;但运动与变化自身既然是通向上述诸范畴的道路与某种生成,便绝不可能被归入它们之中。

语法注2 条
  1. 1.24λέγοντα τοῦ ποσοῦ τὸ μὲν εἶναι ἀμερὲς τὸ δὲ μεριστὸν καὶ τοῦ μεριστοῦ τὸ μὲν συνεχὲς τὸ δὲ διωρισμένον, καὶ ταῦτα ὑπὸ τὸ τμῆμα τάττειν

    分词 λέγοντα 与不定式 τάττειν 的句法关系。宾格分词 λέγοντα 与前面非人称结构 εἰ καὶ ἐνῆν αὐτὰ ἀνάγειν 的逻辑主语(泛指宾格 τινά,或上下文中的亚里士多德)保持一致,而随后的不定式 τάττειν 则与 ἀνάγειν 并列受 ἐνῆν 支配。

  2. 1.24ὑφεστώτων γὰρ καὶ τὸ ἑαυτῶν εἶδος τελείως ἀπειληφότων αἱ κατηγορίαι

    属格 ὑφεστώτων ... ἀπειληφότων 作为表语性/属有性质的属格使用,省略了系词 εἰσί,意为“诸范畴属于[是针对]那些已经自立并完满接受了自身形式的事物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:47.20-48.27