- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:46.7-47.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞讨论了2a5引文中的异文(是否有“或否定中”),并探讨了点、“现在”与单子[一]这三者是否能够被归入实体、数量或关系范畴的疑难。
" Ἐν οὐδεμιᾷ καταφάσει λέγεται ἢ ἀποφάσει." Τὰ πολλὰ τῶν βιβλίων καὶ δοκοῦντα καλῶς ἔχειν οὐκ ἔχει τὸ ἢ ἀποφάσει, ἀλλὰ μόνον τὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεται· εἰ γὰρ κατάφασιν οὐ σημαίνει οὐδεμία τῶν κατηγοριῶν, πολλῷ μᾶλλον οὐδὲ ἀπόφασιν, ἐπειδὴ δέεται καὶ τοῦ ἀρνητικοῦ μορίου καὶ μᾶλλον ὑποπτεύσει τις 〈τὸ〉 ποιεῖν 〈ἤ〉 τινα τῶν ἄλλων κατηγοριῶν κατάφασιν εἶναι, ἤπερ ἀπόφασιν. Ζητοῦσι δέ τινες ὑπὸ ποίαν κατηγορίαν δεῖ ἀνάγειν τό τε σημεῖον καὶ τὸ νῦν καὶ τὴν μονάδα. ὑπὸ μὲν τὴν οὐσίαν οὐκ ἐνδέχεται· ἡ γὰρ οὐσία αὐθυπόστατόν τί ἐστι, τούτων δὲ οὐδὲν ἰδίαν ἔχει ὑπόστασιν· τό τε γὰρ σημεῖον ἐν γραμμῇ ἔχει τὸ εἶναι πέρας ὢν γραμμῆς καὶ ἀρχή,1 καὶ τὸ νῦν ἐν χρόνῳ· ἀρχὴ γάρ ἐστι καὶ πέρας χρόνου καὶ οὐ χρόνος (νῦν δὲ λέγω τὸ ἀκαριαῖον, οὐ τὸ πλατυκῶς λεγόμενον), καὶ ἡ μονὰς ἀρχὴ ἀριθμοῦ, ἀριθμὸς δὲ οὐδαμῶς, διὸ οὐδὲ ἰδίᾳ ἐστὶν ἀριθμός, ἀλλ’ ἐν ἀριθμῷ ἔχει τὸ εἶναι· ἀρχὴ γάρ ἐστιν, ἡ δὲ ἀρχὴ ἐν ἐκείνοις ἔχει τὸ εἶναι ὧν ἐστιν ἀρχή. ἀλλὰ μὴν οὐδὲ ποσὰ ταῦτα λέγειν δυνατόν· τοῦ γὰρ ποσοῦ ἴδιον τὸ ἴσον καὶ τὸ ἄνισον, τὸ δὲ σημεῖον ἢ τὸ νῦν τίνι ἂν εἴη ἴσον; οὔτε γὰρ σημεῖον σημείῳ λέγεται ἴσον οὔτε τὸ νῦν ὁμοίως, ἀλλ’ οὐδὲ ἡ μονὰς μονάδι ᾗ μονάς ἐστιν· ἴσα γὰρ λέγομεν τὰ τὸ ποσὸν ἔχοντα τὸ αὐτὸ καὶ μέρη ὁμοίως τὰ αὐτά, ταῦτα δὲ οὔτε ποσά ἐστι καὶ ἀμερῆ· ἀλλ’ οὐδὲ ἄνισον ἐπὶ τούτων λεχθῆναι δύναται, εἰ καὶ συγχωρήσει τις ἐπὶ τούτων τὸ ἴσον λέγεσθαι·2 χρόνῳ γὰρ χρόνος ἢ ἴσος ἢ ἄνισος καὶ ἀριθμὸς ἀριθμῷ καὶ γραμμὴ γραμμῇ, ἅτε ποσὰ ὄντα (κατὰ γὰρ τὴν ταυτότητα τῶν μερῶν ἢ ἴσα φαμὲν ἢ ἄνισα), ταῦτα δὲ ἀμερῆ τε ὄντα καὶ μηδὲν τῶν εἰρημένων ὑπάρχοντα τὴν πρὸς ἕτερα παραβολὴν ἐκπέφευγεν. ἄλλως τε τοῦ ποσοῦ τὸ μέν ἐστι συνεχὲς τὸ δὲ διωρισμένον, ταῦτα δὲ οὔτε συνεχῆ ἐστιν οὔτε διωρισμένα ἀμερῆ ὄντα· συνεχὲς γὰρ λέγομεν τὸ ἔχον τὰ μέρη ἡνωμένα, διωρισμένον δὲ τὸ ἔχον τὰ μέρη κεχωρισμένα. ἰστέον δὲ ὅτι τινὲς ὑπὸ τὰ πρός τι βούλονται ἀνάγειν αὐτά, λέγοντες ὅτι ταῦτα ἀρχαί εἰσι τῶν μετὰ ταῦτα, τὸ μὲν σημεῖον τῆς γραμμῆς, ἡ δὲ μονὰς τοῦ ἀριθμοῦ, τὸ δὲ νῦν τοῦ χρόνου· εἰ οὖν αἱ ἀρχαὶ τινῶν ἀρχαί, τοιαῦτα δὲ τὰ πρός τι (πατὴρ γὰρ υἱοῦ πατὴρ καὶ τὸ ἥμισυ διπλασίου ἥμισυ), καὶ ταῦτα ἄρα ὑπὸ τὰ πρός τι ἀνάγονται. ἀλλὰ λέγομεν ὅτι τὰ πρός τι, ὡς αὐτὸς ὑποκατιὼν λέγει, σχέσεις τινές εἰσι μόνον καὶ οἰκείαν ὑπόστασιν οὐκ ἔχουσιν, ἐν δὲ ταῖς ἄλλαις κατηγορίαις τὸ εἶναι ἔχουσιν· ἢ γὰρ ἐν οὐσίᾳ ἢ ἐν ποσῷ ἢ ἐν ποιῷ ἢ ἔν τινι ἄλλῃ τῶν κατηγοριῶν, διὸ καὶ παραφυάσιν αὐτὰ ἀπεικάζει, αἵτινες ἐν ἑτέροις φυτοῖς τὸ εἶναι ἔχουσιν· ἔστι γοῦν θεωρῆσαι ἐν πάσαις ταῖς κατηγορίαις τὰ πρός τι· ὅταν μὲν γὰρ εἴπω ‘ὁ πατὴρ υἱοῦ πατήρ’, εἶπον ἐν οὐσίᾳ πρός τι, ὅταν δὲ εἴπω ‘τὸ διπλάσιον ἡμίσεος διπλάσιον’, εἶπον ἐν ποσῷ πρός τι, ὅταν δὲ εἴπω ‘τὸ λευκότερον λευκοῦ λευκότερον’, εἶπον ἐν ποιῷ, καὶ ἐν ταῖς ἄλλαις ὁμοίως.
“在任何肯定或否定中都不被言说。” 多数手稿,且是那些被认为精良的抄本,并不包含“或否定中”,而只有“在任何肯定中都不被言说”。因为如果诸范畴无一意指肯定,那么就更谈不上意指否定了,因为否定还额外需要否定小词,并且人们宁可怀疑“主动”或其余范畴中的某一个会是肯定,也不至于怀疑它是否定。有人探问应当将点、“现在”以及单子[一]归入哪一个范畴之下。归入实体之下是不可能的;因为实体是某种自立之物,而这些之中没有任何一个具有自身特有的自立。因为点在实存上居于线中,是线的界限与始基;“现在”在实存上居于时间中,因为它是时间的始基与界限而非时间(我指的“现在”是刹那之瞬,而非广义所说的现在);单子是数的始基,但绝非数,因此它在自身特有意义上也不是数,而是在实存上居于数中;因为它是始基,而始基在其作为始基的那些事物之中拥有其实存。再者,将这些称为数量也是不可能的;因为相等与不相等是数量特有的属性,然而点或“现在”能与何物相等呢?因为既不能说点与点相等,也不能同样地说“现在”与“现在”相等,甚至单子在作为单子的意义上也不能说与单子相等;因为我们把具有相同数量、且同样具有相同部分的事物称为“相等”,而这些既非数量,又是无部分的。即便有人退让一步容许说这些是“相等”的,在它们身上也决计说不上“不相等”;因为时间相对于时间、数相对于数、线相对于线,由于它们是数量,要么相等要么不相等(因为我们正是根据部分的一致性来判定相等或不相等的),而这些既是无部分的,又并非上述中的任何一个,因而脱离了与其他事物的比较。此外,数量一方面是连续的,另一方面是离散的,而这些既然是无部分的,便既非连续的亦非离散的;因为我们把部分相连合者称为连续的,把部分相分离者称为离散的。应当知晓的是,有些人希望将它们归入关系概念之下,主张它们是处于它们之后者的始基:点是线的始基,单子是数的始基,“现在”是时间的始基;因此,若始基是某些事物的始基,而关系概念正是此类事物(因为父亲是儿子的父亲,一半是两倍的一半),那么这些也就被归入关系概念之下。但我们回答说,正如他本人在后文所说,关系概念仅仅是某些关系,并不具有独自的自立,而是在其他范畴中拥有其实存:因为它们要么在实体中,要么在数量中,要么在性质中,要么在其他某个范畴中拥有实存;因此他也把它们比作寄生枝,这类枝条在其他植物中拥有其实存。至少,在所有范畴中都可以考察关系概念:因为当我言说“父亲是儿子的父亲”时,我言说了实体中的关系概念;当我言说“两倍是一半的两倍”时,我言说了数量中的关系概念;当我言说“更白的比白的更白”时,我言说了性质中的关系概念;在其他范畴中亦同样如此。
- 1.24πέρας ὢν γραμμῆς καὶ ἀρχή
分词 ὤν 为阳性单数主格,尽管其语法主语为中性名词 τό σημεῖον。这属于依意合应(constructio ad sensum)而发生的破格现象。
- 1.24εἰ καὶ συγχωρήσει τις ἐπὶ τούτων τὸ ἴσον λέγεσθαι
由 εἰ καί 引导后接将来时直陈式(συγχωρήσει)的让步条件句,意为“即便有人容许……”。它在暂且退让对方前提的同时,否定了其可被称作“不相等”。
