- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:44.3-46.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯论证了为何对应于“具有”的“被具有”未被列为独立范畴而被归入“处于状态”(2a3),继而借助三段论阐明单纯语词与肯定/否定结合之间的区别,解释真假产生的根据(2a4)。
" Ἔχειν δὲ οἷον ὑποδέδεται ὥπλισται." Ζητοῦσί τινες τί δή ποτε μὴ ὥσπερ τῷ ποιεῖν τὸ πάσχειν ἀντίκειται καὶ κατηγορίαν μίαν μὲν ἔταξε τὴν τοῦ πάσχειν, ἑτέραν δὲ τὴν τοῦ ποιεῖν, οὕτω καὶ ἐνταῦθα τοῦτο ποιεῖ· τῷ γὰρ ἔχειν τὸ ἔχεσθαι ἀντίκειται, καὶ οὐκ εἶπε κατηγορίαν τὴν τοῦ ἔχεσθαι, ἀλλὰ μόνην τὴν τοῦ ἔχειν. φαμὲν οὖν ὅτι ὑπὸ τὸ κεῖσθαι τοῦτο ἀναχθῆναι δύναται, λέγω δὴ τὸ ἔχεσθαι· ἔχεσθαι γὰρ λέγομεν τὸ κείμενόν που, ὡς ἐν κήπῳ, εἰ τύχοι, δένδρα ἢ ὡς ἐν σώματι ὅπλον ἢ ἱμάτιον· * οὐκοῦν ταῦτα ἔχεσθαι κληθείη ὑπ’ αὐτοῦ, καὶ ὁ κῆπος ἔχειν δένδρα, οὐκοῦν καὶ ταῦτα ἔχεσθαι ὑπ’ αὐτοῦ. ταῦτα δὲ καὶ κεῖσθαι, ὡς εἴρηται, φήσομεν. ὅθεν καὶ οὕτω πολλάκις φαμὲν ὅτι περίκειται ἱμάτιον ἢ περίκειται ὁ δεῖνα τὰ ὅπλα. ὥσπερ οὖν ἐπὶ τοῦ ποιεῖν καὶ πάσχειν ἀμφότεραι αἱ κατηγορίαι τῷ μὲν ὑποκειμένῳ αἱ αὐταί εἰσι, τῇ δὲ σχέσει διαφέρουσιν1 (ὅταν μὲν γὰρ ἀπὸ τοῦ ποιοῦντος ἀρξώμεθα, ποιεῖν λέγομεν, ὅταν δὲ ἀπὸ τοῦ πάσχοντος, πάσχειν), οὕτως καὶ ἐνταῦθα τὸ ἔχειν καὶ τὸ κεῖσθαι ἤτοι ἔχεσθαι τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, τῇ δὲ σχέσει διαφέρουσιν· ὅταν μὲν γὰρ ἀπὸ τοῦ ἔχοντος ἀρξώμεθα, ἔχειν λέγομεν, ὅταν δὲ ἀπ’ ἐκείνου ὃ ἔχειν τις λέγεται, κεῖσθαι ἤτοι ἔχεσθαι.
“具有则是例如穿着鞋、佩戴着武装。” 有人探问,为何他在这里不仿照主动与被动相对、而他将一个范畴定为被动另一个定为主动的做法;因为与“具有”相对的是“被具有”,而他并未言及“被具有”的范畴,而唯独言及“具有”的范畴。因此我们说,这一项——我指的是“被具有”——能够被归入“处于状态[处于位置]”之下;因为我们把置于某处者称为“被具有”,例如若恰好是花园里的树木,或是身体上的铠甲与外衣。因此,这些可以被称为被它“具有”,而花园具有树木,因此这些[树木]也被它“具有”;而正如已说的,我们也将说这些是“处于状态”。由此我们也常常这样说:“外衣穿在身上”或“某人佩戴着铠甲”。因此,正如在主动与被动的情形中,两个范畴就基底而言是相同的,而在关系上有所不同(因为当我们从主动者出发时,我们说“主动”,而当从被动者出发时,说“被动”),同样在这里,“具有”与“处于状态”即“被具有”,就基底而言是同一的,但在关系上有所不同:因为当我们从具有者出发时,我们说“具有”,而当从某人被说成具有的那一事物出发时,则说是“处于状态”即“被具有”。
"Ἕκαστον δὲ τῶν εἰρημένων αὐτὸ μὲν καθ’ αὑτὸ ἐν οὐδεμιᾷ καταφάσει λέγεται ἢ ἀποφάσει, τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις ἢ ἀπόφασις γίνεται." Ἐντεῦθεν διακρίνει τὸν σκοπὸν τοῦ προκειμένου βιβλίου τοῦ ἐφεξῆς, λέγω δὴ τοῦ Περὶ ἑρμηνείας, ὅτι ἐν τούτῳ μὲν διδάσκει περὶ ἁπλῶν φωνῶν, ἐν ἐκείνῳ δὲ περὶ καταφάσεως καὶ ἀποφάσεως· διακρίνει δὲ συλλογισμῷ χρώμενος ἐν δευτέρῳ σχήματι, μέσον ὅρον λαμβάνων τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος· φησὶ γὰρ ‘πᾶσα κατάφασις ἢ ἀπόφασις ἀλήθειαν ἢ ψεῦδος σημαίνει, ἀλλὰ μὴν οὐδεμία ἁπλῆ φωνὴ ἀλήθειαν ἢ ψεῦδος σημαίνει· οὐδεμία ἄρα ἁπλῆ φωνὴ κατάφασιν ἢ ἀπόφασιν σημαίνει’. οὐδὲ γὰρ ἐὰν εἴπω μυριάκις ‘ἄνθρωπος ἄνθρωπος’, οὔτε ἀληθεύω οὔτε ψεύδομαι. ὁμοίως δὲ κἂν μυριάκις εἴπω ‘περιπατεῖ περιπατεῖ’, οὔτε ἀληθεύω οὔτε ψεύδομαι. εἰ δέ τις εἴποι ὅτι ἐὰν εἴπῃ τις ‘περιπατῶ’, ἢ ἀληθεύει ἢ ψεύδεται (εἰ γὰρ τύχοι περιπατῶν, ἀληθεύει, εἰ δὲ μή, ψεύδεται), λέγομεν ὅτι ὁ εἰρηκὼς ‘περιπατῶ’ δυνάμει περιέλαβε τὸ ἐγώ, ὡς ἂν εἰ ἔλεγε ‘περιπατῶ ἐγώ’· ὥστε πᾶς ὁ λέγων ‘περιπατῶ’ δυνάμει περιλαμβάνει πρὸς ὑπόστασιν καὶ τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους τὸ ἐγὼ2 καὶ οὐχὶ κατηγορίαν μόνην αὐτὴν καθ’ αὑτὴν λέγει οὐδὲ ἁπλῆν φωνήν· εἴπομεν γὰρ ἤδη ὅτι οὐ τῇ φωνῇ μόνῃ κριτέον τάς τε ἁπλᾶς καὶ τὰς συνθέτους, ἀλλ’ ὅτι καὶ συμπεπλεγμέναι φωναὶ εἰ ἁπλοῦν τι σημαίνοιεν, ἁπλαῖ εἰσι, καὶ ἁπλαῖ τινες εἰ συμπεπλεγμένον καὶ μὴ ἁπλοῦν ἔχοιεν τὸ νοητόν, σύνθετοι· ὥστε τὸ τρέχω οὐχ ἁπλοῦν, ἐπεὶ μηδὲ τὸ σημαινόμενον ἁπλοῦν. εἶπε δὲ ὁ Ἀριστοτέλης, αὐτὴν ταύτην τὴν ἀπορίαν προαναστέλλων, ὅτι τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων, τοῦτ’ ἔστι τῶν μηδὲ κατὰ τὸ σημαινόμενον συμπεπλεγμένων. αἱ μὲν οὖν ἁπλαῖ φωναί, ὡς εἴρηται, οὐδεμίαν ἀλήθειαν ἢ ψεῦδος σημαίνουσιν αὐταὶ καθ’ αὑτὰς λεγόμεναι, πᾶσα μέντοι κατάφασις ἢ ἀπόφασις πάντως ἤτοι ἀλήθειαν ἢ ψεῦδος σημαίνει, οἷον ἐὰν εἴπω ‘Σωκράτης περιπατεῖ’, εἰ μὲν τύχοι περιπατῶν, ἠλήθευσα, εἰ δὲ καθήμενος, ἐψευσάμην, καὶ πάλιν ἐὰν εἴπω ‘Σωκράτης οὐ περιπατεῖ’, εἰ μὲν τύχοι μὴ περιπατῶν, ἠλήθευσα, εἰ δὲ περιπατῶν, ἐψευσάμην. αἱ οὖν κατηγορίαι, ὡς εἴρηται, ἁπλαῖ φωναὶ οὖσαι οὐδεμίαν ἀλήθειαν ἢ ψεῦδος σημαίνουσι, συμπλεκόμεναι δὲ πρὸς ἀλλήλας ποιοῦσι κατάφασιν ἢ ἀπόφασιν, ἐν αἷς ἡ ἀλήθεια καὶ τὸ ψεῦδος, οἷον ‘ἄνθρωπος τρέχει’ ἔκ τε οὐσίας καὶ τοῦ ποιεῖν 〈γέγονε κατάφασις〉, προσλαβοῦσα δὲ ἡ κατάφασις μέσον τὸ ἀρνητικὸν μόριον γίνεται ἀπόφασις, οἷον ‘ἄνθρωπος οὐ περιπατεῖ.’
“然而上述各项中的每一项,就其自身而言并不在任何肯定或否定中被言说,而通过这些项彼此的结合,肯定或否定得以产生。” 由此,他将手头这部书的意图与紧接其后的书——我指的是《解释篇》——的意图区分开来,因为在这一部书中他讲授单纯的语词,而在那一部书中讲授肯定与否定。他通过使用第二格的三段论、取真与假作为中项来进行区分;因为他说:“一切肯定或否定都意指真或假,然而没有任何单纯语词意指真或假;因此,没有任何单纯语词意指肯定或否定。”因为即使我说一万遍“人、人”,我也既未讲出真理亦未讲出虚假。同样,即使我说一万遍“走、走”,我也既未讲出真理亦未讲出虚假。但如果有人说,假若有人说“我走”,他要么讲出真理要么讲出虚假(因为若恰好正在走,他就讲出了真理,若不然,就讲出了虚假),对此我们回答说:说了“我走”的人,潜在地包含了“我”,仿佛他在说“我走,我自己”;因此,凡说“我走”的人,为了真与假的成立,都在潜在中包含了“我”,而并非在就其自身仅仅言说范畴,亦非在言说单纯的语词。因为我们此前已经说过,单纯者与复合者不应仅依语词来判定,而是如果结合的语词意指某种单纯之物,它们也是单纯的,而某些单纯的语词如果具有结合且非单纯的思想内容,它们也是复合的;因此“我跑”不是单纯的,因为所意指者也不是单纯的。亚里士多德在预先排除这同一疑难时说了“凡不依任何结合而被言说的”,即指那些在所意指者上亦未结合的事物。因此,正如已说的,单纯语词当就其自身被言说时并不意指任何真或假,然而一切肯定或否定完全必然地意指真或假:例如若我说“苏格拉底在走”,若他恰好在走,我就讲出了真理,但若他正坐着,我就讲出了虚假;又如若我说“苏格拉底不在走”,若他恰好不在走,我就讲出了真理,但若他正在走,我就讲出了虚假。因此,诸范畴正如已说的,作为单纯语词并不意指任何真或假,但它们彼此结合便造成了真与假居于其中的肯定或否定;例如由实体与主动产生出肯定,如“人跑”,而这肯定若在中间增添否定小词便成为否定,如“人不在走”。
- 1.22τῷ μὲν ὑποκειμένῳ ταὐτά εἰσι, τῇ δὲ σχέσει διαφέρουσιν
与格 τῷ ὑποκειμένῳ 与 τῇ σχέσει 为关系与格(限制与格)。二者构成对称句式,表明“具有”与“被具有”(或“处于状态”)在作为其基础的事象(基底)上是同一的,仅仅在考察的关系与视角上有所不同。
- 1.23δυνάμει περιλαμβάνει πρὸς ὑπόστασιν καὶ τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους τὸ ἐγὼ
此处为一个倒置/离隔结构(hyperbaton):动词 περιλαμβάνει 的直接宾语为 τὸ ἐγώ,其间插入了表示目的的介词短语 πρὸς ὑπόστασιν καὶ τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους(“为了真与假两者的成立”)。
