← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§42.10-44.2

属的种差共享与无结合之言说

斐洛波诺斯解释了亚里士多德在举出动物的种差时为何将基于不同标准(场所、身体部分)的划分混杂在一起,并注疏了相互从属之属共享种差的可能性(1b20)。随后他讨论“不依结合而被言说者”(1b25),通过语词与所指之单纯或复合的四种组合确定范畴的位置,并说明排除虚词等同指词后本论著的探究范围与目的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.19

" Ζῴου μὲν γὰρ διαφοραὶ οἷον τὸ πεζὸν καὶ τὸ πτηνὸν καὶ τὸ δίπουν καὶ τὸ ἔνυδρον." Αἱ τῶν γενῶν διαφοραὶ πολλαχῶς δύνανται διαιρεῖσθαι, οἷον τοῦ ζῴου διαφοραὶ οὐσιώδεις μὲν τὸ λογικὸν καὶ τὸ ἄλογον, ἀπὸ τοῦ χρόνου δὲ τῆς ζωῆς ὡς θνητὸν καὶ ἀθάνατον, καὶ ἀπὸ τοῦ τόπου ἐν ᾧ διατρίβουσιν ὡς τὸ πτηνὸν καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον, καὶ ἀπὸ τῶν μορίων τοῦ σώματος ὡς τὰ ὑπόποδα καὶ τὰ ἄποδα, καὶ ἕτεραι δέ εἰσι διαφοραὶ ἐξ ἄλλων ὑπαρχόντων αὐτοῖς. ὁ δὲ Ἀριστοτέλης παραδείγματι χρησάμενος τῷ ἀπὸ τοῦ τόπου ἐπίτηδες ἐν μέσῳ καὶ ἀπὸ ἑτέρας διαιρέσεως παρενέβαλε τῆς ἀπὸ τῶν μορίων παράδειγμα,1 διδάξαι βουλόμενος ὡς ἀδιάφορον καὶ ἑτέρας παραλαμβάνειν διαφορὰς ἐπὶ τῶν προκειμένων εἰς ἐξέτασιν γενῶν· οὔτε γὰρ κατὰ πρώτην διαίρεσιν οὔτε κατὰ δευτέραν οὔτε κατ’ οὐδεμίαν ἁπλῶς κοινωνοῦσιν ἀλλήλοις τὰ ἕτερα γένη.

“因为动物的种差例如陆生的、飞行的、双足的、水生的。” 诸属的种差可以以多种方式被划分:例如动物的本质种差是理性的与非理性的;依生命的时间,则是必死的与不死的;依它们所居留的场所,则是飞行的、陆生的、水生的;依身体的各部分,则是有足的与无足的;此外还有出自属于它们的其他性质的其他种差。但亚里士多德在使用了依场所而来的例证时,故意在中间插入了出自另一划分(即依各部分而来的划分)的例证,意在教导我们:在摆在面前以供考察的诸属上,采纳其他的种差也是无差别的[怎样都行];因为相异之属彼此绝无共同之处,既不依照第一种划分,也不依照第二种划分,简言之,不依照任何划分。

§1.20

"Τῶν δέ γε ὑπ’ ἄλληλα γενῶν οὐδὲν κωλύει τὰς αὐτὰς διαφορὰς εἶναι." Καλῶς εἶπεν οὐδὲν κωλύει· οὐ γὰρ ἐξ ἀνάγκης αἱ αὐταί εἰσι διαφοραὶ τῶν ὑπαλλήλων γενῶν, ὡς εἰρήκαμεν, πολλάκις μέντοι συμβαίνει τὰς αὐτὰς εἶναι· αἱ μὲν γὰρ συστατικαὶ ἀεὶ αἱ αὐταὶ ὑπάρχουσιν, εἰ καὶ μὴ μόναι (πλείονες γὰρ αἱ τῶν ὑποκάτω), ἔστι δ’ ὅτε καὶ αἱ διαιρετικαί, ὡς εἴρηται ἀνωτέρω.

“然而在相互从属之属中,种差相同并无妨碍。” 他恰当地说了“并无妨碍”;因为正如我们所说,相互从属之属的种差并不必然相同,但往往碰巧是相同的。因为构成性[种差]始终是相同的,即使并不唯独是这些(因为处于下位者的种差更多),有时划分性[种差]也是相同的,正如前文所述。

§1.21

"Τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει ἢ ποσὸν ἢ ποιόν." Παραδοὺς τῶν φωνῶν τὴν εἰς δύο διαίρεσιν, τήν τε εἰς τὰς ἁπλᾶς καὶ τὰς συμπεπλεγμένας, ἠβουλήθη κατὰ τὸν αὐτὸν τρόπον καὶ τὴν τῶν πραγμάτων διαίρεσιν ποιήσασθαι καθ’ ἑκάτερον τμῆμα. παραδοὺς οὖν ἡμῖν πρότερον τὴν εἰς τέσσαρα τῶν ὄντων διαίρεσιν ὡς συμπεπλεγμένων νῦν τὴν εἰς δέκα διαίρεσιν παραδίδωσιν ὡς ἁπλῶν, καὶ πρότερον διὰ παραδειγμάτων οἱονεὶ σκιαγραφεῖ ἡμῖν αὐτά, ἵνα εἰς ἔννοιάν τινα αὐτῶν ἡμᾶς ἀγάγῃ, ὕστερον δὲ διηρθρωμένως ἡμᾶς περὶ ἑκάστου διδάξει. διὰ τί δὲ εἶπε τῶν κατὰ μηδεμίαν συμπλοκήν; τί γάρ; εἰσὶ πλείους συμπλοκαί; λέγομεν ναί· ἢ γὰρ ἡ μὲν φωνὴ ἁπλῆ ἐστι τὸ δὲ σημαινόμενον σύνθετον, ὡς τὸ τρέχω, ἢ τὸ μὲν σημαινόμενον ἁπλοῦν ἡ δὲ φωνὴ σύνθετος, ὡς τὸ Ἄρειος πάγος καὶ Κόρακος πέτρα καὶ ὡς οἱ ὁρισμοὶ καὶ τὰ ὁριστά,2 ἢ καὶ τὸ σημαινόμενον καὶ ἡ φωνὴ σύνθετα, ὡς ὅταν εἴπω ‘Σωκράτης περιπατεῖ’, ἢ ἀμφότερα ἁπλᾶ, ὡς αἱ κατηγορίαι. ἐνταῦθα οὖν τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων τὴν διαίρεσιν ποιεῖται τῶν μήτε κατὰ φωνὴν μήτε κατὰ τὸ σημαινόμενον συμπεπλεγμένων. καλῶς δὲ εἶπε λεγομένων διὰ τοὺς συνδέσμους καὶ τὰ ἄρθρα καὶ τὰς προθέσεις, ἅτινα καθ’ αὑτὰ οὐ λέγεται οὐδὲ σημαίνει τι, ἀλλ’ ἁπλῶς φωναί εἰσι συνεκφωνούμεναι μετὰ ἄλλων καὶ οὕτως συσσημαίνουσαι ἐκείναις πράγματα. καὶ ἐντεῦθεν δὲ πάλιν πρόδηλος ὁ σκοπὸς τοῦ βιβλίου· τῶν γὰρ κατὰ μηδεμίαν, φησί, συμπλοκὴν λεγομένων ἕκαστον ἤτοι οὐσίαν σημαίνει· ὥστε περὶ φωνῶν σημαινουσῶν πράγματα διαλαμβάνει· δῆλον οὖν ὅτι καὶ περὶ τῶν μεταξὺ νοημάτων. ὅτι δὲ καὶ περὶ ἁπλῶν τούτων, προφανές·3 τῶν κατὰ μηδεμίαν γάρ φησι συμπλοκὴν λεγομένων.

“凡不依任何结合而被言说的,每一个要么意指实体,要么意指量,要么意指质……” 他在传授了语词的二分法——即划分为单纯的与复合的——之后,便希望以同样的方式根据每个部分对事象也进行划分。因此,他在先前向我们传授了作为复合者的存在的四分法之后,现在传授了作为单纯者的十分法,并首先通过例证向我们仿佛作了轮廓勾勒,以便引导我们获得关于它们的某种概念,随后他将对每一项有条理地教导我们。但他为什么说“不依任何结合”呢?究竟是怎么回事?难道有多种结合吗?我们回答说有:因为要么语词是单纯的而所意指者是复合的(如“我跑”);要么所意指者是单纯的而语词是复合的(如“阿雷奥帕戈斯”与“乌鸦之岩”,以及定义与被定义者);要么所意指者与语词两者都是复合的(如当我说“苏格拉底散步”时);要么两者都是单纯的(如诸范畴)。因此,在此处他是对在语词与所意指者两方面都未结合的“不依任何结合而被言说者”进行划分。他恰当地说了“被言说的”,这是因为连词、冠词与介词,它们自身既不被言说,也不意指任何东西,而仅仅是与其他词一起发音的语词,并以此方式与那些词一同共指事象。由此,本书的意图再次显而易见:因为他说,“凡不依任何结合而被言说的,每一个要么意指实体……”;因此他是关于意指事象的语词进行探讨;由此显然,他也关于介于其间的思想进行探讨。而他探讨的是这些单纯者,这也是显而易见的;因为他说,“凡不依任何结合而被言说的”。

语法注3 条
  1. 1.19παραδείγματι χρησάμενος τῷ ἀπὸ τοῦ τόπου ἐπίτηδες ἐν μέσῳ καὶ ἀπὸ ἑτέρας διαιρέσεως παρενέβαλε τῆς ἀπὸ τῶν μορίων παράδειγμα

    句子的主要动词是 παρενέβαλε,其直接宾语是经由倒装隔开的 παράδειγμα。修饰语 καὶ ἀπὸ ἑτέρας διαιρέσεως ... τῆς ἀπὸ τῶν μορίων 修饰该 παράδειγμα,前半部的分词短语 παραδείγματι χρησάμενος τῷ ἀπὸ τοῦ τόπου 则构成让步或背景性的对比成分。

  2. 1.21ὡς τὸ Ἄρειος πάγος καὶ Κόρακος πέτρα καὶ ὡς οἱ ὁρισμοὶ καὶ τὰ ὁριστά

    此处列举“语词复合而所指单纯”的例证。紧接着固有名词(如 Ἄρειος πάγος)之后出现的 καὶ ὡς οἱ ὁρισμοὶ καὶ τὰ ὁριστά 中,定义(复合语词)与被定义者(单纯所指/对象)被对置并列,用以表明复合表达式对应于单一所指对象的关系。

  3. 1.21ὅτι δὲ καὶ περὶ ἁπλῶν τούτων, προφανές

    此句承接前文 δῆλον οὖν ὅτι καὶ περὶ τῶν μεταξὺ νοημάτων [διαλαμβάνει],省略了主句谓语 [διαλαμβάνει] 和系词 [ἐστιν]。结构骨架为 ὅτι δὲ καὶ περὶ ἁπλῶν τούτων [διαλαμβάνει], προφανές [ἐστιν](而他论述这些单纯者也是显而易见的)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:42.10-44.2