- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:40.1-42.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯基于亚里士多德在1b16的命题,论述了不相互从属的相异之属其构成性与划分性种差皆不相同,并分析了从属之属与并列对立之属在种差上的同异;进而解释了“在种上”这一限定的用意,指出它旨在排除语词借用与类推带来的表面一致。
" Τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί." Λημμάτιά τινα προλαμβάνει χρήσιμα αὐτῷ ἐσόμενα πρὸς τὴν προκειμένην διδασκαλίαν· ἐπειδὴ γὰρ αἱ κατηγορίαι καὶ γενικώτατά εἰσι γένη καὶ ἐφ’ ἑκάστης σειρά τις ἐκδίδοται τῶν ὑπαλλήλων γενῶν, κανόνα διακριτικὸν ἡμῖν ἐνταῦθα παραδίδωσιν ὁ φιλόσοφος τῶν τε πάντῃ ἑτέρων γενῶν καὶ τῶν ὑπαλλήλων καί φησιν ὅτι τῶν ἑτέρων γενῶν πάντως ἕτεραι καὶ αἱ διαφοραὶ αἵ τε συστατικαὶ καὶ αἱ διαιρετικαί, οἷον ζῴου καὶ ἐπιστήμης· ζῴου μὲν γὰρ διαφοραὶ συστατικαὶ τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν, διαιρετικαὶ δὲ τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τῆς δὲ ἐπιστήμης συστατικαὶ μὲν διαφοραί, εἰ τύχοι, τὸ ἄπταιστον τῶν λόγων καὶ βέβαιον τῷ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τὰ τῇ ἐπιστήμῃ ὑποκείμενα πράγματα,1 διαιρετικαὶ δὲ τὸ θεωρητικὸν καὶ πρακτικόν. ἕτεραι οὖν ὑπάρχουσιν αἱ διαφοραὶ ἑτέρων ὄντων τῶν γενῶν. ἐπειδὴ δὲ τὰ ἕτερα γένη πολλαχῶς λέγεται (λέγεται γὰρ ἕτερα ἢ τὰ πάντῃ διεστηκότα ἀλλήλων, ὡς ἡ οὐσία καὶ τὸ ποσόν, ἢ τὰ μὴ πάντῃ κεχωρισμένα ἀντιδιῃρημένα μέντοι ἀλλήλοις ἀπὸ τῆς αὐτῆς διαιρέσεως, οἷον τὸ πτηνὸν καὶ τὸ ἔνυδρον· ἔχει γὰρ ταῦτα κοινὸν γένος τὸ ζῷον· λέγεται δὲ καὶ τὰ ὑπάλληλα ἕτερα, ὡς ἡ οὐσία καὶ τὸ σῶμα), διὰ τοῦτο εἶπε καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων· τούτων μὲν γὰρ ἐνδέχεται τὰς αὐτὰς εἶναι διαφοράς, οἷον τοῦ τε ἁπλῶς ζῴου καὶ τοῦ λογικοῦ ζῴου· ἀμφοτέρων γὰρ αἱ αὐταὶ διαφοραὶ αἵ τε συστατικαὶ καὶ αἱ διαιρετικαί· συστατικαὶ γὰρ ἀμφοτέρων τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν· ἀλλὰ καὶ αἱ διαιρετικαὶ αἱ αὐταί, τὸ θνητὸν καὶ τὸ ἀθάνατον. τῶν δὲ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἀλλ’ ἑτέρων οὔτε αἱ συστατικαὶ οὔτε αἱ διαιρετικαὶ αἱ αὐταί, ὡς ἐπὶ τοῦ ζῴου εἴπομεν καὶ τῆς ἐπιστήμης. τῶν δέ γε ὑπαλλήλων, ὡς εἴρηται, αἱ μὲν συστατικαὶ πάντως αἱ αὐταί, αἱ δὲ διαιρετικαὶ οὐ πάντως αἱ αὐταί, ἀλλ’ ἐνδέχεται εἶναι καὶ ἑτέρας, ὡς ἐπὶ τοῦ ζῴου καὶ τοῦ ἀλόγου ζῴου· συστατικαὶ μὲν γὰρ αἱ αὐταί, ὡς εἴρηται, διαιρετικαὶ δὲ οὐχὶ αἱ αὐταί· τοῦ μὲν γὰρ ἁπλῶς ζῴου τὸ λογικὸν καὶ τὸ ἄλογον, τὸ θνητὸν καὶ τὸ ἀθάνατον, τοῦ δὲ ἀλόγου τὸ πτηνὸν τὸ ἔνυδρον τὸ χερσαῖον. ὁ αὐτὸς δὲ λόγος ἁρμόσει καὶ ἐπὶ τῶν ἀντιδιῃρημένων ἀλλήλοις γενῶν· καὶ τούτων γὰρ συστατικαὶ μὲν αἱ αὐταί, διαιρετικαὶ δὲ ἕτεραι· ἀλόγου μὲν γὰρ αἱ εἰρημέναι, λογικοῦ δὲ θνητὸν ἀθάνατον οὐράνιον χθόνιον. Καλῶς δὲ τῷ εἴδει προσέθηκε, τοῦτ’ ἔστι τῷ πράγματι· ἐνδέχεται γὰρ τῶν ἑτέρων γενῶν κατὰ ἀναλογίαν τὰς αὐτὰς εἶναι διαφοράς· λέγομεν γὰρ τῶν σκευῶν τὰ μὲν εἶναι ὑπόποδα τὰ δὲ ἄποδα· ἄποδα μὲν θυία καὶ δοῖδυξ καὶ τὰ τοιαῦτα, ὑπόποδα δὲ θρόνος καὶ κλίνη· ἀλλὰ καὶ τῶν ζῴων τὰ μὲν λέγομεν ὑπόποδα εἶναι τὰ δὲ ἄποδα. ἀλλ’ αὗται αἱ διαφοραὶ οὐκ εἰσὶν εἰδοποιοί· οὐ γὰρ τῷ εἶναι δίπους ὁ ἄνθρωπος χαρακτηρίζεται. ἀλλ’ οὐδὲ εἰ τῇ φωνῇ αἱ αὐταὶ εἶναι δοκοῦσι διαφοραί, ἤδη καὶ κατ’ εἶδος αἱ αὐταί εἰσιν· οὐδὲ γὰρ τοῦ αὐτοῦ εἴδους οἵ τε τῆς κλίνης πόδες καὶ οἱ τοῦ ζῴου, ἐπεὶ μηδὲ ἡ ἐνέργεια ἡ αὐτή. ἐξ ἀναλογίας δὲ εἴπερ ἄρα ἡ ὁμοιότης·2 τὰ γὰρ κάτω μέρη οἷον ἐρείσματα καὶ τοῦ ζῴου καὶ τῆς κλίνης πόδες καλοῦνται· ὡς γὰρ πρὸς ζῷον οἱ πόδες, οὕτω καὶ πρὸς κλίνην οἱ ἑρμῖνες· ἀλλ’ οὐκέτι καὶ τὰς λοιπὰς χρείας τῶν ποδῶν ἀποδιδόασι, τὸ βαδίζειν φέρε καὶ συμμετάγειν τῇ ἰδίᾳ κινήσει τὸ σῶμα καὶ τὰ παραπλήσια· ὥστε οὐκ εἴδει οἱ αὐτοί, ἀλλὰ φωνῇ καὶ ἀναλογίᾳ.
“凡属相异且不相互从属者,其种差也在种上相异。” 他预先设立了某些对眼前的讲授将会有用的辅助前提。因为范畴乃是最高之属,在每一个范畴上都展现出相互从属之属的某种序列,哲学家在此传授给我们一条区分全然相异之属与相互从属之属的准则,并且说,相异之属的种差——无论是构成的还是划分的——必然相异,例如动物与知识。因为动物的构成性种差是有灵魂的与有感觉的,划分性[种差]是理性的与非理性的、必死的与不死的;而知识的构成性种差,倘若如此,是由于处于知识之下的事物始终处于同一状态并以同样方式存在而具有的论说的无谬性与坚定性,划分性[种差]则是理论的与实践的。因此,当诸属相异时,种差也是相异的。但由于相异之属有多种说法(因为彼此全然隔绝的事物被称为相异,如实体与量;或者并非全然分离,却是从同一种划分中相互对立划分的事物,例如飞行的与水生的——因为它们具有动物这一共同的属——相互从属之属也被称为相异,如实体与物体),因此他说了“且不相互从属者”。因为对于这些事物,种差可能是相同的,例如对于简言之的动物与理性的动物;因为构成的与划分的种差对于两者都是相同的。两者的构成性种差是有灵魂的与有感觉的;而划分性种差也是相同的,即必死的与不死的。但在不相互从属而是相异的事物中,既非构成性种差相同,亦非划分性种差相同,正如我们在动物与知识上所说的那样。然而正如所说,在相互从属之属中,构成性[种差]必然相同,但划分性[种差]并不必然相同,而是也可能相异,如在动物与非理性动物上:因为正如所说,构成性种差是相同的,划分性种差却不相同;因为简言之的动物的[划分性种差]是理性的与非理性的、必死的与不死的,而非理性动物的[划分性种差]则是飞行的、水生的、陆生的。同样的论理也适用于相互对立划分之属;因为在这些属中,构成性[种差]也是相同的,而划分性[种差]则是相异的;因为非理性动物的种差是前述那些,而理性动物的种差则是必死的、不死的、天上的、地上的。 他恰当地补充了“在种上”,也就是“在事象上”;因为相异之属依类推而具有相同的种差是可能的。因为我们说器具中有些是有足的,有些是无足的:研钵和杵之类是无足的,而座椅和床榻是有足的;但对于动物,我们也说有些是有足的,有些是无足的。但这些种差并不是成种的;因为人并不是以双足而被表征的。而且,即使在语词上它们显得是相同的种差,它们并不因此就已在种上相同;因为床榻的足与动物的足并非属于同一物种,因为它们的现实活动甚至都不相同。即使有相似性,也只是出自类推:因为无论是动物还是床榻,底部的如同支撑物的部分都被称为足;因为如同足相对于动物,床柱相对于床榻也是如此;但它们不再提供足的其余用途,例如行走、以及以自身的运动协同转移身体之类;因此它们不是在种上同一,而是在语词与类推上同一。
- 1.18τῷ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν τὰ τῇ ἐπιστήμῃ ὑποκείμενα πράγματα
与格定冠词接不定词 τῷ ἔχειν 表示原因或理由,其逻辑主语由宾格词组 τὰ τῇ ἐπιστήμῃ ὑποκείμενα πράγματα 充当。此结构指明了知识之论说之所以无谬与坚定的因果根据,即作为知识对象之事物恒常不变。
- 1.18ἐξ ἀναλογίας δὲ εἴπερ ἄρα ἡ ὁμοιότης
省略了系动词 ἐστίν 的结构。连词短语 εἴπερ ἄρα(“果真有的话”“即使确实存在”)起插入性限定作用,表明两者之间即使确实存在相似性,也仅仅是出自类推而非严格的种的同一。
