- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:37.1-39.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
费罗波诺斯解释了第二章末尾(1b6)关于个别偶性的规定,随后论述了第三章开头(1b10)关于述谓传递性的论述仅严格适用于本质与事象的述谓。
" Ἁπλῶς δὲ τὰ ἄτομα καὶ ἓν ἀριθμῷ κατ’ οὐδενὸς ὑποκειμένου λέγεται, ἐν ὑποκειμένῳ δ’ ἔνια οὐδὲν κωλύει εἶναι· ἡ γὰρ τὶς γραμματικὴ τῶν ἐν ὑποκειμένῳ μέν ἐστι, καθ’ ὑποκειμένου δὲ οὐδενὸς λέγεται." Ἐπειδὴ προσεχῶς τῶν μερικῶν οὐσιῶν ἐμνημόνευσεν ὡς μὴ καθ’ ὑποκειμένου λεγομένων, λέγων τὰ δὲ οὔτε ἐν ὑποκειμένῳ ἐστὶν οὔτε καθ’ ὑποκειμένου τινὸς λέγεται, οἷον ὁ τὶς ἄνθρωπος ἢ ὁ τὶς ἵππος, οὐ μόναι δὲ αἱ μερικαὶ οὐσίαι λέγονται οὐ καθ’ ὑποκειμένου ἀλλὰ καὶ τὰ μερικὰ συμβεβηκότα, διὰ τοῦτο ἐνταῦθα καθολικὸν ποιεῖται τὸν λόγον καί φησιν ἁπλῶς δὲ (ἀντὶ τοῦ ‘καθολικῷ δέ τινι λόγῳ’) πάντα τὰ ἄτομα, ἃ καὶ ἕν ἐστι τῷ ἀριθμῷ, εἴτε οὐσίαι εἶεν εἴτε συμβεβηκότα, κατ’ οὐδενὸς ὑποκειμένου λέγεται. τὸ δὲ ἁπλῶς λέγεται τριχῶς· ἢ τὸ καθόλου, ὡς λέγομεν ‘ἁπλῶς πᾶς ἄνθρωπος’ ἀντὶ τοῦ καθόλου, ἢ τὸ μοναχῶς ὡς τὸ ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ ἀντὶ τοῦ οὐ ποικίλος, ἢ τὸ κυρίως, ὡς ὅταν λέγωμεν ‘ἡ ἁπλῶς ἀρετή’ ἀντὶ τοῦ ‘ἡ κυρίως ἀρετή’. καὶ τὸ ἓν δὲ λέγεται τριχῶς, καὶ ὅλως ἡ ταυτότης καὶ ἡ ἑτερότης· λέγομεν γὰρ ἢ τῷ γένει ἓν ὡς ἄνθρωπον καὶ ἵππον, ἢ τῷ εἴδει ἓν ὡς Σωκράτην καὶ Πλάτωνα, ἢ τῷ ἀριθμῷ ὡς Πλάτωνα· ἓν γάρ τι τῷ ἀριθμῷ ὁ Πλάτων. ἀλλὰ καὶ τὰ ἕτερα ὁμοίως ἢ τῷ γένει φαμὲν ὡς ἵππον καὶ συκῆν, ἢ τῷ εἴδει ὡς ἵππον καὶ ἄνθρωπον, ἢ τῷ ἀριθμῷ ὡς Πλάτωνα καὶ Σωκράτην. ἐνταῦθα οὖν τὸ τῷ ἀριθμῷ ἓν παρέλαβεν. ἰστέον δὲ ὅτι τὰ μὲν τῷ ἀριθμῷ ἕτερα ἐνδέχεται εἶναι τῷ γένει καὶ τῷ εἴδει ἕν, ὡς Σωκράτην καὶ Πλάτωνα, τὰ δὲ τῷ εἴδει ἕτερα πάντως μὲν καὶ τῷ ἀριθμῷ ἕτερα, οὐ πάντως δὲ τῷ γένει, ἀλλ’ ἔστιν ὅτε ταὐτά, ὡς ἵππος καὶ ἄνθρωπος, τὰ δὲ τῷ γένει ἕτερα πάντως καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ,1 ὡς ἵππος καὶ συκῆ ἢ ὡς ἄνθρωπος καὶ λευκόν. Ἐν ὑποκειμένῳ δ’ ἔνια, φησίν, οὐδὲν κωλύει εἶναι· ἐπειδὴ 〈γὰρ〉 καθολικὸν τὸν λόγον ἐποιήσατο εἰπὼν μηδὲν τῶν ἀτόμων, ἃ καὶ ἕν ἐστι τῷ ἀριθμῷ, εἶναι καθ’ ὑποκειμένου, οὐ μόναι δὲ αἱ μερικαὶ οὐσίαι ἀλλὰ καὶ τὰ μερικὰ συμβεβηκότα ἄτομά εἰσιν, ὡς ἡ τὶς γραμματική, ὡς αὐτός φησιν, ἐπήγαγε τὸ ἐν ὑποκειμένῳ δέ τινα οὐδὲν κωλύει εἶναι, τὰ μερικὰ συμβεβηκότα δηλῶν οὕτως.
“简而言之,不可分且在数量上为一的事物不表述任何主词,但并不妨碍其中有些在主词之中;因为某种语法知识是在主词之中的事物之一,却不表述任何主词。” 由于在此之前他提到了个别实体是不表述主词的,他说“有些既不在主词之中,也不表述任何主词,例如某个人或某匹马”,但不仅个别实体被称为不表述主词,个别偶性也是如此,因此他在此时将论说普遍化,并说“简而言之”(代替“以某种普遍的论说”),一切不可分之物,即在数量上也为一之物,无论是实体还是偶性,都不表述任何主词。而“简言之”(ἁπλῶς)有三种说法:或者作为普遍者,如同我们用“简而言之每个人”代替普遍者;或者作为单一者,如同“真理之辞本性单纯”代替不繁复;或者作为本真者,如同当我们用“简而言之的德性”代替“本真的德性”。“一”也有三种说法,一般的同一性与相异性也是如此:因为我们说或者在属上为一(如人与马),或者在种上为一(如苏格拉底与柏拉图),或者在数量上为一(如柏拉图);因为柏拉图在数量上是某一个。但是对于相异者我们同样说,或者在属上相异(如马与无花果树),或者在种上相异(如马与人),或者在数量上相异(如柏拉图与苏格拉底)。因此在这里,他取了在数量上为一者。必须明了的是,在数量上相异者可能在属与种上为一(如苏格拉底与柏拉图),在种上相异者必然在数量上也相异,但在属上却不必然相异,而有时是相同的(如马与人),而在属上相异者必然在种与数量上也[相异](如马与无花果树,或如人与白)。“但并不妨碍其中有些在主词之中”,他说;因为在他通过说不可分之物(即在数量上为一之物)绝不表述主词而使论说普遍化之后,不仅个别实体,而且个别偶性也是不可分的(正如他自己所说的某种语法知识),于是他补充道“但并不妨碍其中有些在主词之中”,由此指明了个别偶性。
"Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται." Διαλεχθεὶς περὶ τοῦ ἐν ὑποκειμένῳ νῦν τρέπεται ἐπὶ τὴν τοῦ καθ’ ὑποκειμένου διδασκαλίαν καὶ τρόπον τινὰ τοῦτό φησιν, ὅτι ἄλλο ἐστὶ τὸ κατηγορεῖσθαι κατά τινος καὶ ἄλλο τὸ ὡς καθ’ ὑποκειμένου κατηγορεῖσθαι, τούτῳ δὲ πάντως παρακολουθεῖ τῷ ὡς καθ’ ὑποκειμένου κατηγορουμένῳ τὸ πάντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ λέγεσθαι·2 οἷον κατηγορεῖται Σωκράτους ὡς καθ’ ὑποκειμένου ὁ ἁπλῶς ἄνθρωπος, τοῦ δὲ ἁπλῶς ἀνθρώπου κατηγορεῖται τὸ ζῷον, τοῦτο οὖν καὶ κατὰ τοῦ Σωκράτους κατηγορηθήσεται· διαβιβάζει γὰρ διὰ μέσου ἑαυτοῦ ὁ ἁπλῶς ἄνθρωπος ἐπὶ Σωκράτην τὴν τοῦ ζῴου κατηγορίαν. τί δὲ αὐτῷ βούλεται τὸ ὡς καθ’ ὑποκειμένου; τὸ οὐσιωδῶς καὶ πραγματικῶς. εἰ γάρ τι κατὰ τοῦ κατηγορουμένου κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐκ ἀνάγκη τοῦτο καὶ κατὰ τοῦ ὑποκειμένου λέγεσθαι· οἷον τοῦ Ἀγαμέμνονος πραγματικῶς κατηγορεῖται καὶ ὡς καθ’ ὑποκειμένου ὁ ἄνθρωπος, τοῦ δὲ ἀνθρώπου οὐσιωδῶς μὲν κατηγορεῖται τὸ ζῷον, κατὰ συμβεβηκὸς δὲ τὸ τρισύλλαβον· διὰ τοῦτο τὸ μὲν ζῷον κατηγορεῖται κατὰ τοῦ Ἀγαμέμνονος, οὐκέτι δὲ τὸ τρισύλλαβον. πάλιν τοῦ μὲν ζῴου ὡς καθ’ ὑποκειμένου μὲν καὶ ὡς πράγματος κατηγορεῖται τὸ ἔμψυχον τὸ αἰσθητικόν, κατὰ συμβεβηκὸς δὲ καὶ σχετικῶς τὸ γένος ἢ τὸ δισύλλαβον *. ὁμοίως ἔχει καὶ ἐπὶ συμβεβηκότων· τῶν γὰρ τριῶν, εἰ τύχοι, ὡς πράγματος κατηγορεῖται ὁ ἀριθμός, τοῦ δὲ ἀριθμοῦ ὡς μὲν πράγματος τὸ ποσόν, κατὰ συμβεβηκὸς δὲ τὸ τρισύλλαβον· διὰ τοῦτο τῶν τριῶν ὁ μὲν ἀριθμὸς κατηγορεῖται, τὸ δὲ τρισύλλαβον οὐκέτι. ἵνα οὖν σημάνῃ τὰ οὐσιωδῶς καὶ ὡς πραγμάτων κατηγορούμενα, εἶπε τὸ ὡς καθ’ ὑποκειμένου· τοῦ γὰρ ζῴου τὸ δισύλλαβον οὐχ ὡς καθ’ ὑποκειμένου κατηγορεῖται, ἀλλ’ ὡς φωνῆς καὶ τοῦ ποσοῦ τῶν συλλαβῶν, καὶ τὸ γένος ὡς σχέσεως. ὅσα οὖν, φησί, καθ’ ἑτέρου λέγεται ὡς καθ’ ὑποκειμένου (ἀντὶ τοῦ ὡς πράγματος ὑφεστῶτος), ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται (προσυπακουστέον δὲ καὶ ἐνταῦθα τὸ ὡς καθ’ ὑποκειμένου),3 πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται.
“当一者作为关于主词而表述另一者时,凡是对谓词所说的一切,对主词也将一并述说。” 在探讨了在主词之中的事物之后,他现在转向关于依主词而述说的讲授,并且在某种方式上这样说:表述某物是一回事,作为关于主词而表述是另一回事;对于这作为关于主词而表述者,必然伴随的是:凡是对谓词所说的一切,也将对这个[谓词的]主词述说。例如,简言之的人作为关于主词而表述苏格拉底,而动物表述简言之的人,因此动物也同样将表述苏格拉底;因为简言之的人通过自身作为中介,将动物的表述传递给苏格拉底。但他所谓的“作为关于主词”是什么意思呢?即本质地且事象地。因为如果有某物是偶性地表述谓词,这并非必然也将对主词述说。例如,人是事象地且作为关于主词表述阿伽门农,而动物是本质地表述人,“三音节的”则是偶性地表述;因此动物表述阿伽门农,而“三音节的”则不再表述。再如,对于动物,“有灵魂的”与“有感觉的”是作为关于主词且作为关于事物而表述,而“属”或“双音节的”则是偶性且相对地[表述]。在偶性上也是同样的情形:因为例如对“三”,数是作为关于事物而被表述,对数而言量是作为关于事物而被表述,而“三音节的”则是偶性地表述;因此数表述“三”,而“三音节的”则不再表述。因此,为了指明那些本质地且作为关于事物而表述者,他说了“作为关于主词”;因为对于动物,“双音节的”并不是作为关于主词而被表述,而是作为关于语词和音节的数量被表述,属则是作为关于关系被表述。因此他说,凡是作为关于主词(代替作为关于存立的事物)而对另一者述说的,“凡是对谓词所说的一切(在此处也必须补充领会‘作为关于主词’),对主词也将一并述说”。
- 1.16τὰ δὲ τῷ γένει ἕτερα πάντως καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ
承接前文语境(τὰ μὲν τῷ ἀριθμῷ ἕτερα… τὰ δὲ τῷ εἴδει ἕτερα…),此处承前省略了表语形容词 ἕτερα,应理解为“在属上相异者必然在种与数量上也[相异]”。
- 1.17τούτῳ δὲ πάντως παρακολουθεῖ τῷ ὡς καθ’ ὑποκειμένου κατηγορουμένῳ τὸ πάντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ λέγεσθαι
全句的主语是带冠词的不定式短语 τὸ ... λέγεσθαι,主动词 παρακολουθεῖ 的间接宾语是与格短语 τούτῳ ... τῷ ὡς καθ’ ὑποκειμένου κατηγορουμένῳ。不定式短语内部的 τούτῳ 修饰 ὑποκειμένου,意为“这个[谓词的]主词”。
- 1.17προσυπακουστέον δὲ καὶ ἐνταῦθα τὸ ὡς καθ’ ὑποκειμένου
προσυπακουστέον 是动形容词,意为“须补充领会/默会”。这是针对亚里士多德原文中 ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται 的句法与解读指示,指出为了使述谓的传递性成立,在此处也必须补入 ὡς καθ’ ὑποκειμένου(“作为关于主词”,即本质地)这一限定条件。
