← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§34.26-36.13

解答关于可分离偶性与气味的疑难

斐洛波诺斯从日常语言的角度再次论证了偶性的定义为何不包括形式,并反驳了关于该定义遗漏可分离偶性以及远处的气味似乎能脱离主词而存在的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#3

ἐπειδὴ οὖν τοῦ εἴδους καὶ τῆς ὕλης ἔννοιαν οὐκ ἔχει ὁ πολὺς ἄνθρωπος, μόνον δὲ οἶδε τὸ ἐκ τούτων σύνθετον καὶ τοῦτο ὡς ἕν, διὰ τοῦτο ὁ Ἀριστοτέλης καὶ εἰ κατηριθμεῖτο τὰ τοῦ ἔν τινι σημαινόμενα, οὐκ ἂν ἐμνήσθη τοῦ ὡς εἴδους ἐν ὕλῃ, ἅτε δὴ μὴ περὶ τῶν ὄντων ᾗ ὄντα ἐστὶ διαλεγόμενος, ἀλλὰ κατὰ τὰ τῷ πολλῷ ἀνθρώπῳ δοκοῦντα περὶ αὐτῶν. ὥσπερ οὖν ὁ γεωμέτρης ὁριζόμενος τὸ σημεῖον λέγει ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐδὲν καὶ ὁ ὁρισμὸς οὗτος περιλαμβάνει οὐ μόνον τὸ σημεῖον ἀλλὰ καὶ τὴν μονάδα καὶ τὸ νῦν (ἕκαστον γὰρ τούτων ἀμερές ἐστι) καὶ οὐκ ἄν τις ἐγκαλέσειε τῷ γεωμέτρῃ ὡς διὰ τοῦ ὁρισμοῦ τοῦ σημείου περιλαμβάνοντι καὶ ταῦτα (ἐρεῖ γὰρ πάντως ὅτι εἰ καὶ ἡ μονὰς καὶ τὸ νῦν ἀμερῆ εἰσιν, ἀλλὰ τῶν ἐμοὶ ὑποβεβλημένων πραγμάτων οὐδέν ἐστιν ἄλλο ἀμερὲς ἢ τὸ σημεῖον), οὕτως καὶ ὁ Ἀριστοτέλης κατὰ τὸν σκοπὸν τῆς προκειμένης αὐτῷ διδασκαλίας οὐκ οἶδεν ἔν τινι τὸ ὡς εἶδος ἐν ὕλῃ· οὐ γὰρ ἔχει τούτου ἔννοιαν ὁ πολὺς ἄνθρωπος. βούλεται δέ, ὡς εἴπομεν, οὐ περὶ τῶν ὄντων ᾗ ὄντα ἐστὶ διαλεχθῆναι, ἀλλὰ ᾗ σημαίνονται ὑπὸ τῶν τοιῶνδε φωνῶν κατὰ τὰ τοῖς πολλοῖς δοκοῦντα. καὶ ταῦτα μὲν πρὸς τοὺς λέγοντας πλεονάζειν τὸν ὁρισμόν. Οἱ δὲ ἐλλείπειν εἰρηκότες φασὶ μὴ πάντα τὰ συμβεβηκότα περιειληφέναι τὸν ὁρισμόν, ἀλλὰ μόνα τὰ ἀχώριστα· εἶπε γάρ, φασίν, ὅτι ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι· τὰ δὲ χωριστά φασιν οὐκ ἀδύνατον χωρισθῆναι, ἀλλὰ καὶ ἀναγκαῖον. τί οὖν φαμεν; ὅτι εἰ μὲν εἶπεν ‘ἀδύνατον χωρισθῆναι’, καλῶς ἂν ἐλέγετε· νῦν δὲ λέγει ἀδύνατον χωρὶς εἶναι ἀντὶ τοῦ ὑπάρξαι καὶ συστῆναι·1 καὶ γὰρ καὶ τὰ χωριστὰ ἀδύνατον ὑποστῆναι δίχα τῆς ὑποκειμένης αὐτοῖς οὐσίας. ἔτι ἀποροῦσί τινες λέγοντες ‘πῶς εἶπεν ὅτι οὐ δύναται τὸ συμβεβηκὸς χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν; ἰδοὺ γὰρ ἡ ὀσμὴ συμβεβηκός ἐστι καὶ χωρισθεῖσα τοῦ ὑποκειμένου ἔστιν ἔτι· μήλου γὰρ πολλάκις πόρρω ἡμῶν ὄντος διαβαίνει πρὸς ἡμᾶς ἡ τούτου εὐωδία· ὥστε δύναται καὶ ἡ εὐωδία τοῦ μήλου, συμβεβηκὸς αὐτοῦ οὖσα, χωρὶς εἶναι τῆς οὐσίας τοῦ μήλου. καὶ ἐπὶ πάντων δὲ τῶν τοιούτων ὁμοίως’. διχῶς οὖν τοῦτο ἐπιλυόμεθα. πρῶτον μὲν ὅτι οὐκ εἶπεν ὁ Ἀριστοτέλης ‘ἐν ᾧ ἦν’, ἀλλ’ ἐν ᾧ ἐστιν· ἀδύνατον οὖν χωρὶς εἶναι τὴν εὐωδίαν τοῦ μήλου τοῦ ἐν ᾧ ἐστιν· ἢ γὰρ ἐν τῷ μήλῳ ἐστὶν ἢ ἐν ἀέρι. ἔπειτα δὲ ὅτι οὐ μόνη ἡ τοῦ μήλου εὐωδία χωρεῖ πρὸς ἡμᾶς, ἀλλὰ μετά τινος λεπτομεροῦς τοῦ μήλου οὐσίας. καὶ τοῦτο δῆλον ἐξ ὧν πολλάκις παριόντες δυσώδη τόπον ῥάκει τοὺς μυκτῆρας περιφράξαντες τὸν μὲν ἀέρα ἀναπνέομεν (ἀδύνατον γὰρ τοῦτον μὴ ἀναπνεῖν), τῆς δὲ δυσωδίας οὐκ ἀντιλαμβανόμεθα, ἅτε παχυμερεστέρας οὔσης τῆς ἀπορρυείσης οὐσίας ἐκείνης ἢ κατὰ τὸν ἀέρα2 καὶ μὴ δυναμένης διεισδῦναι τοὺς πόρους τοῦ ῥάκους· ὁ δὲ ἀὴρ διεισδύνει διὰ τὴν λεπτομέρειαν. εἰ δὲ χρόνῳ πολλάκις καὶ τοῦ ῥάκους ἐπικειμένου τῆς δυσωδίας ἀντιλαμβανόμεθα, οὐδὲν θαυμαστόν· ἴσως γὰρ καὶ παρὰ τὴν θέσιν τοῦ ῥάκους τοῦτο γίνεται παρακεκλιμένου καὶ διείσδυσιν δεδωκότος τῇ παχυμερεστέρᾳ οὐσίᾳ, ὁπότε καὶ ἐπὶ πολὺ τῇ κινήσει ἀναρριπιζομένη μᾶλλον λεπτύνεται καὶ διεισδύνει· ἀμέλει ἐπὶ πολὺ ἀναρριπισθεῖσα καὶ λεπτομερὴς γινομένη διεισδύνει. τεκμήριον δὲ μέγιστον τοῦ μετά τινος οὐσίας ἀπορρεῖν, ὅτι ἐν χρόνῳ πλείονι ῥυτιδοῦται τὸ μῆλον, ἅτε τῆς οὐσίας αὐτοῦ διαφορουμένης, ἐν ᾗ ἡ εὐωδία ὑπῆρχε. δηλοῦσι δὲ τοῦτο καὶ οἱ ἐκ τοῦ θυμιάματος ἀναδιδόμενοι ἀτμοὶ αὐτόθεν τῇ αἰσθήσει ὑποπίπτοντες διὰ τὴν παχύτητα τῆς ὑποκειμένης οὐσίας, ὅθεν καὶ ταῖς χερσὶ πολλάκις τὸν ἀέρα κινοῦντες ὠθοῦμεν πρὸς τοὺς μυκτῆρας, ὁπηνίκα παχυμερέστερος ὢν ὁ ἀπὸ τοῦ θυμιάματος ἀναδιδόμενος ἀτμὸς μὴ διικνεῖται ῥᾳδίως πρὸς τὸ αἰσθητήριον, ὅπερ οὐκ ἂν ἐδεόμεθα ποιεῖν, εἰ ἀσωμάτως αἱ ποιότητες ἐκ τῶν θυμιαμάτων εἰς τὸν ἀέρα ἐχώρουν·3 τοῦτο γοῦν ἐπὶ τῶν ψόφων οὐ ποιοῦμεν. εἰ δέ τις εἴποι ‘πῶς οὖν ἐν τῷ δένδρῳ ὄντα τὰ μῆλα καὶ τῆς ὀσμῆς ἡμῖν μεταδιδόασι καὶ μείωσιν οὐχ ὑπομένει;’, λέγομεν ὅτι ἐνταῦθα πλεῖόν ἐστι τὸ ἐπιρρέον καὶ τρέφον τοῦ διαφορουμένου.

因此,由于大众并不具备形式与质料的概念,而只知道由二者构成的复合体,并且将其认作一个单一之物,由于这个缘故,亚里士多德即使列举“在某物之中”的诸种含义,也不会提及“作为在质料之中的形式”,因为他并不是就存在者作为存在者来探讨它们,而是按照大众对它们所持的见解来探讨。因此,正如几何学家在定义点时说“点是无部分之物”,而这一定义不仅包括了点,还包括了单子与“现在”(因为其中的每一者都是不可分的),却没有人会责难几何学家通过点的定义把这些也包括了进去(因为他无论如何都会说,即使单子和“现在”是不可分的,但在我所面对的论题中,除了点之外没有任何不可分之物),同样地,亚里士多德按照摆在他面前的讲授目的,也不把“作为在质料之中的形式”认作在某物之中;因为大众并不具备关于此事的概念。正如我们所说,他的意图并不是就存在者作为存在者来论述,而是按照大众的见解,就它们被此类语词所意谓而言来论述。 这些是对那些声称该定义冗余之人的回应。另一方面,那些声称该定义不足的人说,这一定义并未包容所有偶性,而仅仅包容了不可分离的偶性;因为他们说,他讲过“不可能脱离它所在之物而存在”,而他们声称可分离的偶性并非不可能被分离,反而是必然的。那么我们该如何回答呢?如果他说的是“不可能被分离”,你们的话本是正确的;但事实上,他是用“不可能脱离……而存在”来代替“存在与构成”;因为即使可分离的偶性,脱离了作为其主词的实体也是不可能存立的。 此外,有些人提出疑难道:“他怎么能说偶性不可能脱离它所在之物而存在呢?因为看啊,气味是偶性,在脱离了主词之后它依然存在;因为往往当苹果远离我们时,它的香气却传递到我们这里;所以苹果的香气作为其偶性,也能够脱离苹果的实体而存在;在所有此类事物上也是同样如此。”因此我们以两种方式来解决这个问题。第一,亚里士多德说的不是“曾经所在之物”,而是“现所在之物”;因此,苹果的香气脱离它现所在之物而存在是不可能的;因为它要么在苹果之中,要么在空气之中。第二,并非仅有苹果的香气来到我们这里,而是伴随着苹果的某种精微实体。这一点从以下事实中显而易见:往往当我们走过散发恶臭的地方并用布遮住鼻孔时,我们呼吸着空气(因为不呼吸空气是不可能的),却感觉不到恶臭,因为那流散出的实体比空气更为粗大,无法穿透布的孔隙;而空气因其精微而能穿透。如果在时间推移中,即使覆着布我们也常常感觉到恶臭,这毫不奇怪;因为这或许是由于布的位置偏斜而让粗大实体穿透所致,也是由于当它因运动而被极力激荡时变得更加精微而得以穿透;无论如何,在被极力激荡且变得精微之后,它便穿透了。证明它是伴随某种实体流散出来的最大证据在于,经过更长的时间,苹果会起皱萎缩,因为香气存在于其中的苹果实体消散了。从香料中升起的烟气也清楚地表明了这一点,它们因主词实体的粗大而直接呈现在感觉之中;因此,每当从香料升起的烟气较为粗大而不能轻易到达感觉器官时,我们常常用手煽动空气并将其推向鼻孔;如果性质是从香料无形体地进入空气,我们本不需要这样做;至少在声音的情形下我们不这样做。如果有人说:“那么,树上的苹果在把香气传给我们的同时,为什么没有经受缩减呢?”,我们回答说,在这种情形下,流入并滋养的部分大于消散的部分。

语法注3 条
  1. 1.15ἀδύνατον χωρὶς εἶναι ἀντὶ τοῦ ὑπάρξαι καὶ συστῆναι

    介词 ἀντί 支配带有属格冠词的不定式 τοῦ ὑπάρξαι καὶ συστῆναι,表示“代替……”或“相当于……的意思”。斐洛波诺斯指出,亚里士多德所说的“不可能脱离……而存在(ἀδύνατον χωρὶς εἶναι)”,并非意指“不可能被分离(ἀδύνατον χωρισθῆναι)”,而是指“不可能[脱离主词]自立存在与构成”。

  2. 1.15παχυμερεστέρας οὔσης τῆς ἀπορρυείσης οὐσίας ἐκείνης ἢ κατὰ τὸν ἀέρα

    在属格绝对结构(παχυμερεστέρας οὔσης...)内部,比较级 παχυμερεστέρας(更粗大的)所对应的比较基准由介词短语 ἢ κατὰ τὸν ἀέρα(相比于空气)引出。κατά 接宾格表示衡量基准或比较。

  3. 1.15ὅπερ οὐκ ἂν ἐδεόμεθα ποιεῖν, εἰ ἀσωμάτως αἱ ποιότητες ἐκ τῶν θυμιαμάτων εἰς τὸν ἀέρα ἐχώρουν

    与现在事实相反的虚拟条件句。条件从句采用 εἰ 加未完成过去直陈式(ἐχώρουν),归结从句由关系代词 ὅπερ 引导,并使用 ἄν 加未完成过去直陈式(ἐδεόμεθα),表达与事实相反的假设(“如果性质无形体地进入空气,我们本不需要这样做”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:34.26-36.13