← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§33.12-34.26

关于在主词之中定义的反例与反驳

针对“在主词之中”的定义外延过宽这一疑难,注疏者通过反驳物体与空间/时间、在部分之中的整体、在质料之中的形式这三个反例予以回应,并阐明了亚里士多德在本书中的论述旨趣。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#2

φαμὲν οὖν ὅτι οὐκ ἔστιν ὁμοία ἡ παραβολή· τὸ μὲν γὰρ συμβεβηκὸς χωρισθῆναι τοῦ ἐν ᾧ ἐστιν ἀδύνατον, ἀλλ’ ἅμα τῷ χωρισθῆναι καὶ ἔφθαρται,1 τὰ μέντοι σώματα εἰ καὶ παντὸς τόπου χωρισθείη, οὐδὲν ἧττον ἔστι· τὸ γὰρ σῶμα ᾗ σῶμά ἐστιν οὐ δέεται τόπου ἢ χρόνου πρὸς τὴν οἰκείαν ὑπόστασιν, ἔχει μέντοι ταῦτα παρακολουθήματα, ὥσπερ ὁ ἐν φωτὶ βαδίζων ἔχει τὴν σκιὰν παρακολούθημα μηδὲν εἰς τὴν οὐσίαν αὐτῷ συντελοῦσαν. τῷ μέντοι γε συμβεβηκότι εἰς αὐτὴν τὴν ὑπόστασιν συντελεῖ τὰ σώματα· ἄνευ γὰρ αὐτῶν οὐκ ἂν συσταίη. ἄλλως τε οὐδὲ ἀνάγκη πᾶν σῶμα ἐν τόπῳ εἶναι· τὴν γὰρ ἀπλανῆ σφαῖραν ἀποδείκνυσιν ὁ Ἀριστοτέλης μὴ οὖσαν ἐν τόπῳ· εἰ γὰρ τόπος ἐστὶ τὸ πέρας τοῦ περιέχοντος, καθ’ ὃ περιέχει τὸ περιεχόμενον, οἷον ὁ κέραμος τόπος ἐστὶ τοῦ οἴνου τοῦ ἐν αὐτῷ, οὐ καθ’ ὅλον ἑαυτὸν ἀλλὰ κατὰ τὴν ἐντὸς ἐπιφάνειαν, ὅπερ αὐτοῦ ἐστι πέρας (ἀμέλει εἰ ἔξωθεν ἐγκολαφθείη, οὐδὲν ἧττον συνέχει τὸν οἶνον, ἅτε δὴ κατὰ μόνην τὴν ἐντὸς ἐπιφάνειαν ὢν τόπος)· εἰ οὖν τοῦτό ἐστιν, ὡς εἴρηται, τόπος, δείκνυσι δὲ ὁ Ἀριστοτέλης ὅτι ἔξωθεν τῆς ἀπλανοῦς σφαίρας οὐδέν ἐστιν, ἵνα καὶ τῷ τούτου πέρατι περιέχοιτο,2 οὐ τόπος οὐ χρόνος οὐ σῶμα οὐ κενὸν οὔτε ἄλλο οὐδέν, οὐκ ἄρα ἐν τόπῳ ἐστὶν ἡ ἀπλανής. ὥστε οὐκ ἀνάγκη πᾶν σῶμα ἐν τόπῳ εἶναι, ἀλλ’, ὡς εἴρηται, παρακολούθημα μᾶλλόν ἐστιν ὁ τόπος καὶ ὁ χρόνος τῶν σωμάτων. Ἀποροῦσι δὲ καὶ τοῦτο, πῶς οὐχὶ ὁ ὁρισμὸς περιλαμβάνει καὶ τὸ ὡς ὅλον ἐν τοῖς μέρεσι· καὶ γὰρ ἔν τινί ἐστιν (ἐν τοῖς μέρεσι γάρ), καὶ οὐχ ὡς μέρος ὑπάρχει καὶ ἀδύνατον αὐτὸ χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι. λέγομεν οὖν ὅτι εἰ καὶ κατ’ ἄλλο κοινωνεῖ, ἀλλ’ οὐκέτι κατὰ τὸ ἔν τινι· οὐ γὰρ λέγεται τὸ ὅλον ἔν τινι εἶναι (οὐ γὰρ ἐν μέρει τὸ ὅλον), ἀλλὰ μᾶλλον ἔν τισιν· ἐν γὰρ τοῖς μέρεσιν. οὕτω καὶ ὁ Πορφύριος ἔλεγε “τὸ δὲ ὅλον οὐκ ἄλλου, ἀλλ’ ἐν ἄλλοις”· ἐν γὰρ τοῖς μέρεσι τὸ ὅλον. εἰ δὲ καὶ ἐν τοῖς σημαινομένοις τοῦ ἔν τινι παρελαμβάνομεν καὶ τὸ ὡς ὅλον ἐν μέρεσιν, ἀλλ’ οὐ καθὸ ἐν ἑνί ἐστιν, ἀλλὰ κατὰ μόνην τὴν σημασίαν τοῦ μὴ καθ’ ἑαυτὸ ὑφεστηκέναι ἐλέγομεν καὶ αὐτὸ τῶν ἔν τινι εἶναι. ἔτι πρὸς τοῖς εἰρημένοις κἀκεῖνο ἀποροῦσιν, ὅτι περιλαμβάνει ὁ ὁρισμὸς καὶ τὸ ὡς εἶδος ἐν ὕλῃ· καὶ γὰρ τὸ εἶδος, φασίν, ἔν τινί ἐστι τῇ ὕλῃ καὶ οὐ μέρος αὐτῆς ὑπάρχει καὶ ἀδύνατον χωρὶς εἶναι αὐτὸ τῆς ὕλης. φαμὲν οὖν ὅτι τὸ εἶδος εἰ καὶ μὴ τῆς ὕλης μέρος ἐστίν, ἀλλὰ τοῦ συναμφοτέρου. οὕτως ἄρα καὶ τὴν χεῖρά φαμεν οὐ τοῦ λοιποῦ σώματος μέρος εἶναι, ἀλλὰ τοῦ παντός. ἔπειτα δὲ ὅτι τὸ μὲν εἶδος συμπληρωτικόν ἐστι τῆς οὐσίας ἑκάστου, καὶ τούτου φθαρέντος φθείρεται τὸ ὑποκείμενον· τὸ δὲ συμβεβηκὸς οὔτε συμπληροῖ τὴν οὐσίαν τοῦ ὑποκειμένου, καὶ φθαρέντος οὐδὲν ἐβλάβη τὸ ὑποκείμενον. ἄλλως τε λέγομεν ὅτι ὁ σκοπὸς ἐνταῦθα τῷ Ἀριστοτέλει διαλαβεῖν περὶ τῶν ὄντων, οὐχ ᾗ ὄντα ἐστίν, ἀλλ’ ᾗ σημαίνονται ὑπὸ τῶν πολλῶν ἀνθρώπων, καὶ οὐ κατὰ τὰ δοκοῦντα αὐτῷ διαλεχθῆναι περὶ αὐτῶν. καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, σαφῶς αὐτὸς δείκνυσιν ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ πρώτην μὲν λέγων οὐσίαν εἶναι τὴν κατὰ τὰ ἄτομα θεωρουμένην, δευτέραν δὲ τὴν κατὰ τὰ εἴδη καὶ τὰ γένη, τῶν πραγμάτων ἀνάπαλιν ἐχόντων·3 ἡ μὲν γὰρ κατὰ τὰ εἴδη καὶ τὰ γένη θεωρουμένη πρώτη ἐστίν, ἅτε δὴ καὶ αἰτία οὖσα τῶν ἀτόμων καὶ ἀσώματος καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα, ἡ δὲ κατὰ τὰ ἄτομα δευτέρα ἐστὶν ὡς αἰτιατή. ἀλλ’ ἐπειδὴ ταύτης ἔχει γνῶσιν ὁ πολὺς ἄνθρωπος, διὰ τοῦτο κατὰ τὴν τούτων δόξαν τὴν διδασκαλίαν ποιούμενος πρώτην αὐτὴν εἶπεν.

因此我们说,这种比较并不对等。因为偶性脱离它所在之物是不可能的,而是一旦脱离便告毁灭;然而物体即使脱离了一切空间,也同样存在。因为物体就其为物体而言,为了其自身的存立并不需要空间或时间,反而将这些作为附随物拥有,正如在光中行走的人拥有一道对其本质毫无贡献的影子作为附随物一样。然而对于偶性来说,物体对其存立本身作出了贡献;因为没有物体,偶性便不能成立。此外,并非所有物体都必然在空间之中;因为亚里士多德证明了恒星天球不在空间之中。因为,如果空间是“包容者的界限,依此界限它包容着被包容者”——正如陶罐是置于其中的酒的空间,并非依据其自身全体,而是依据其内表面,即其界限(假若它在外部被凿刻,它也同样容纳着酒,因为它仅仅依据内表面才是空间)——那么,如果正如所说,这就是空间,而亚里士多德又证明在恒星天球之外没有任何东西能够以其界限包容天球——既无空间,亦无时间,无物体,无虚空,亦无任何其他事物——那么恒星天球也就不在空间之中。因此,并非所有物体都必然在空间之中,相反,正如所言,空间与时间毋宁是物体的附随物。 他们还提出了这个疑难:为什么这一定义没有把“作为在各部分之中的整体”也包容进去?因为这也“在某物之中”(在各部分之中),并且不作为部分存在,且不可能脱离它所在之物而存在。因此我们说,即使它在其他方面相通,但在“在某[单一]物之中”这点上却不再相通。因为整体不被称为在某[单一]物之中(因为整体不在[单一]部分之中),而是毋宁被称为在某些[复数]事物之中;因为它在各部分之中。波菲利也是这样说的:“整体却非属于另一者,而是在另一些事物之中”;因为整体在各部分之中。即使我们在“在某物之中”的诸种含义中也曾把作为在各部分之中的整体列入,但我们说它也属于在某物之中的事物,并不是因为它在一个东西之中,而仅仅是依据其不自立存在的含义。 此外,在上述内容之外,他们还提出那个疑难:这一定义把“作为在质料之中的形式”也包容了进去。因为他们说,形式也存在于某物即质料之中,并且不是作为其部分存在,形式自身脱离质料而存在也是不可能的。因此我们说,形式即便不是质料的部分,却是二者结合体[复合实体]的部分。正如我们说手不是身体其余部分的部分,而是整个身体的部分一样。其次,形式是构筑各事物本质的成分,此物一旦毁灭,主词便随之毁灭;然而偶性既不构筑主词的本质,在其毁灭时主词也未受到丝毫损害。此外我们还说,亚里士多德在这里的意图并不是就存在者作为存在者来探讨它们,而是就它们被大众所意谓而言来探讨它们,并不是按照他自己所持的见解来论述它们。而这一点是真实的,他在关于实体的论述中自己清楚地表明了:他说依据个体被观察的实体是第一实体,而依据种和属被观察的实体是第二实体,尽管事情本身是相反的。因为依据种和属被观察的实体才是第一位的,因为它既是个体的原因,又是无形体的,且始终保持同一和如常的状态,而依据个体被观察的实体作为受造因之物则是第二位的。但由于大众对于这种[个体]具有认知,因此他按照这些人的意见来进行讲授,并称它为第一实体。

语法注3 条
  1. 1.15ἅμα τῷ χωρισθῆναι καὶ ἔφθαρται

    ἅμα τῷ 搭配不定式表示时间上的同时性(“一旦……即……”)。主句的完成时直陈语气 ἔφθαρται 生动地表达了分离发生之际即已彻底毁灭的瞬时状态。

  2. 1.15ἵνα καὶ τῷ τούτου πέρατι περιέχοιτο

    连词 ἵνα 后接祈愿语气 περιέχοιτο,在此作为附属于 ἔξωθεν... οὐδέν ἐστιν 的目的或结果性从句,意为“(外面没有任何东西)以致天球能为其界限所包容”。

  3. 1.15τῶν πραγμάτων ἀνάπαλιν ἐχόντων

    独立属格结构,在此具有让步含义(“尽管事情本身是相反的”)。紧接着的句子解释了为何本体论上的真实次序与教学论述的次序恰恰相反。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:33.12-34.26