← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§31.27-33.12

在主词之中的定义及属与种差的探讨

论述亚里士多德关于“在主词之中”的定义(1a24),将“在某物之中”的十一种意义作为属加以梳理,说明种差如何界定偶性,并引述指责该定义外延过宽的反对意见。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15#1

" Ἐν ὑποκειμένῳ δὲ λέγω, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν." Ἐπειδὴ ᾔσθετο ἑαυτοῦ ὁ φιλόσοφος φωναῖς τισι χρησαμένου ἀγνώστοις ἡμῖν ἐκ τῆς συνηθείας, τῷ τε καθ’ ὑποκειμένου καὶ οὐ καθ’ ὑποκειμένου καὶ ἐν ὑποκειμένῳ καὶ οὐκ ἐν ὑποκειμένῳ, βούλεται λοιπὸν διδάξαι ἡμᾶς περὶ αὐτῶν. ἐξηγεῖται δὲ οὐ πάσας, ἀλλὰ τὰς δύο μόνας, τήν τε ἐν ὑποκειμένῳ καὶ τὴν καθ’ ὑποκειμένου· τούτων γὰρ γνωσθεισῶν δήλη ἔσται καὶ ἡ τῶν λοιπῶν σημασία· ὁ γὰρ εἰδὼς τί ἐστι τὸ ἐν ὑποκειμένῳ εἴσεται καὶ τί ἐστι τὸ οὐκ ἐν ὑποκειμένῳ, καὶ ὁ ἐγνωκὼς τὸ καθ’ ὑποκειμένου οἶδε καὶ τὸ οὐ καθ’ ὑποκειμένου. καὶ πρότερον διδάσκει περὶ τοῦ ἐν ὑποκειμένῳ, καὶ διδάσκει δι’ ὁρισμοῦ· οἱ γὰρ ὁρισμοί, ὡς πολλάκις εἴπομεν, παριστῶσιν ἡμῖν τὴν τῶν πραγμάτων φύσιν. τοῦ δὲ ὁρισμοῦ ἐκ γένους ὄντος καὶ τῶν συστατικῶν διαφορῶν παραλαμβάνει ἐνταῦθα ὁ Ἀριστοτέλης τὸ μὲν ἔν τινι ἀναλογοῦν γένει,1 τὰ δὲ λοιπὰ ὡς διαφοράς· λέγεται γὰρ τὸ ἔν τινι ἑνδεκαχῶς· ἢ ὡς μέρος ἐν ὅλῳ, ὡς λέγεται ἡ χεὶρ ἐν ὅλῳ τῷ σώματι εἶναι, ἢ ὡς ὅλον ἐν τοῖς μέρεσιν, ὥσπερ λέγεται ἡ ὁλότης τοῦ σώματος ἐν κεφαλῇ εἶναι καὶ χερσὶ καὶ τοῖς ἄλλοις (οὐ λέγεται δὲ ἐν μέρει τὸ ὅλον, ἀλλ’ ἐν μέρεσι, διότι ἡ ὁλότης οὐκ ἐν ἑνὶ μέρει ἀλλ’ ἐν πᾶσι θεωρεῖται· ἑνὸς γοῦν τῶν μερῶν ἀφαιρεθέντος κολοβὸν τὸ ὅλον γίνεται καὶ οὐκ ἂν κληθείη ὅλον), ἢ ὡς εἶδος ἐν γένει, ὡς λέγομεν τὸν ἄνθρωπον ἐν τῷ ζῴῳ εἶναι, ἢ ὡς γένος ἐν εἴδει, ὡς ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον (οὐκ ἀναγκαῖον δὲ ἐνταῦθα λέγειν τὸ γένος ἐν τοῖς εἴδεσιν, ὡς ἐλέγομεν τὸ ὅλον ἐν τοῖς μέρεσιν· ἡ μὲν γὰρ ὁλότης οὐκ ἐξῄρηται τῶν μερῶν ἀλλ’ ἐν αὐτοῖς ἔχει τὸ εἶναι, τὸ μέντοι γένος ἐξῃρημένην ἔχει τὴν οὐσίαν καὶ ὅλον ἐν ἑκάστῳ γίνεται εἴδει), ἢ ὡς ἐν χρόνῳ, ὡς λέγομεν ἐν τῷδε τῷ χρόνῳ γεγονέναι τὰ Ἰλιακά, ἢ ὡς ἐν τόπῳ, ὡς λέγομεν ἐν Λυκείῳ ἢ ἐν ἀγορᾷ, ἢ ὡς ἐν ἀγγείῳ, ὡς ὁ οἶνος ἐν κεράμῳ ἢ οἱ πυροὶ ἐν μεδίμνῳ (ἰσοστροφοῦσι δέ πως ὅ τε τόπος καὶ τὸ ἀγγεῖον· τόν τε γὰρ τόπον ἐρεῖς ἀμεταφόρητον ἀγγεῖον καὶ τὸ ἀγγεῖον τόπον περιφορητόν), ἢ ὡς εἶδος ἐν ὕλῃ, ὡς τὸ τοῦ ἀνδριάντος εἶδος ἐν τῷ χαλκῷ, ἢ ὡς τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι, ὡς λέγομεν τὰ πράγματα τῶν πολιτῶν ἐν τῷ ἄρχοντι κεῖσθαι, ἢ ὡς ἐν τέλει, ὡς λέγομεν τὸν ἰατρὸν ἐν τῇ ἰατρικῇ ἔχειν τὰς ἐλπίδας ἢ τὸν στρατιώτην ἐν τῇ στρατείᾳ, ἢ ὡς ἐν ὑποκειμένῳ, ὡς τὸ συμβεβηκὸς ἐν οὐσίᾳ. τοῦτο οὖν τὸ ἔν τινι παραλαμβάνει ὁ Ἀριστοτέλης ὡς γένος κατὰ πλειόνων λεγόμενον. προστίθησι δὲ ὡς διαφορὰς τὰ ἑξῆς, ἵνα διακρίνῃ αὐτὸ τῶν ἄλλων, καθ’ ὧν τὸ ἔν τινι κατηγορεῖται. καὶ διὰ μὲν τοῦ εἰπεῖν μὴ ὡς μέρος ὑπάρχον διακρίνει αὐτὸ τοῦ τε ὡς μέρους ἐν ὅλῳ ὑπάρχοντος καὶ τοῦ ὡς εἴδους ἐν γένει (καὶ γὰρ τοῦτο δοκεῖ πως ὡς μέρος εἶναι τοῦ ὅλου ζῴου καὶ τὸ ζῷον ὅλον τι εἶναι· καὶ τοῦτο καὶ ὁ Πορφύριος ἐν ταῖς Εἰσαγωγαῖς φησιν, ὅτι τριῶν ὄντων τούτων, 〈τῶν〉 γενικωτάτων γενῶν καὶ τῶν εἰδικωτάτων εἰδῶν καὶ τῶν ὑπαλλήλων, τὸ μὲν γενικώτατον μόνως ἐστὶν ὅλον, τὸ δὲ εἰδικώτατον μόνως μέρος, τὸ δὲ ὑπάλληλον καὶ ὅλον καὶ μέρος, ἀλλὰ μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις),2 διὰ δὲ τοῦ εἰπεῖν ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστι τῶν λοιπῶν ἐχώρισε. Κακίζουσι δέ τινες τὸν ὁρισμὸν τοῦτον, οἱ μὲν ἐκ τοῦ πλεονάζειν οἱ δὲ ἐκ τοῦ ἐλλείπειν·3 αὕτη γὰρ κακία ὁρισμοῦ τὸ μὴ ἀντιστρέφειν πρὸς τὸ ὁριστὸν ἀλλ’ ἢ πλείονα περιλαμβάνειν ἢ ἐλάττονα. καὶ οἱ μὲν πλεονάζειν λέγοντές φασι μὴ μόνα τὰ συμβεβηκότα περιλαμβάνειν τὸν ὁρισμὸν ἀλλὰ καὶ τὰ σώματα· φασὶ γὰρ ὅτι ὁ Σωκράτης ἐν τόπῳ ὢν καὶ ἐν χρόνῳ ἔν τινί ἐστι, καὶ οὐχ ὡς μέρος ἐν ὅλῳ (οὐ γὰρ μέρος ἐστὶ τοῦ τόπου ἢ τοῦ χρόνου), καὶ ἀδύνατον χωρισθῆναι αὐτὸν τοῦ τόπου ἢ τοῦ χρόνου.

“所谓‘在主词之中’,我指的是那在某物之中、不作为部分存在、且不可能脱离它所在之物而存在的东西。” 哲学家[亚里士多德]既然觉察到自己使用了一些我们从日常习惯中并不熟悉的语词表达——即“就主词而言”与“不就主词而言”,以及“在主词之中”与“不在主词之中”——现在便希望向我们传授关于它们的知识。但他所解释的并非全部,而仅仅是其中两个,即“在主词之中”与“就主词而言”;因为知晓了这两者,其余各项的含义也就显明了。知道何为“在主词之中”的人,也会知道何为“不在主词之中”;理解了“就主词而言”的人,也知道何为“不就主词而言”。他首先讲授“在主词之中”,并且是通过定义来传授的;因为正如我们屡次说过的那样,定义向我们揭示事物的本性。既然定义由属和构成性种差组成,亚里士多德在此便把“在某物之中”作为相当于属的部分,而把其余的语词作为种差来采用。因为“在某物之中”有十一种说法:或者 (1) 如部分在整体之中,正如说手在整个身体之中;或者 (2) 如整体在各部分之中,正如说身体的整体性在头部、双手及其余各部之中(整体不被称为“在部分之中”,而是“在各部分之中”,因为整体性不是在一个部分中、而是在所有部分中被观察到的;事实上,只要拿掉其中一个部分,整体就成了残缺之物,不能再被称为整体);或者 (3) 如种在属之中,正如我们说人在动物之中;或者 (4) 如属在种之中,正如动物在人之中(此处不必像我们说整体在各部分之中那样说属在“各种之中”;因为整体性并未脱离各部分,而是在它们之中具有其存在,然而属具有超然的本质,并在每一个种之中完整地实现自身);或者 (5) 如在时间之中,正如我们说特洛伊战事发生于某个时代;或者 (6) 如在空间之中,正如我们说在吕克昂或在广场之中;或者 (7) 如在容器之中,正如酒在陶罐中,或谷物在一斗之中(空间与容器在某种程度上是可以互换的;因为你可以说空间是不可移动的容器,而容器是可移动的空间);或者 (8) 如形式在质料之中,正如雕像的形式在青铜之中;或者 (9) 如被统治者的事情在统治者手中,正如我们说公民的事务系于统治者;或者 (10) 如在目的之中,正如我们说医生将希望寄托于医术,或军人寄托于战事;或者 (11) 如在主词之中,正如偶性在实体之中。因此,亚里士多德把这“在某物之中”作为属来采用,因为它是就多种事物而被述说的。他加上随后的语词作为种差,以便将其与“在某物之中”所述谓的其他事物区别开来。通过说“不作为部分存在”,他将它既与作为部分存在于整体之中的东西区分开来,也与作为种存在于属之中的东西区分开来(因为这也似乎在某种意义上是整个动物的部分,而动物则是某种整体;波菲利在《导论》中也如是说:在最属之属、最种之种以及从属者[中介者]这三者中,最属之属仅仅是整体,最种之种仅仅是部分,而从属者既是整体也是部分:是另一者的部分,作为整体却非属于另一者,而是在其余诸物之中);通过说“不可能脱离它所在之物而存在”,他将它与其余各项区分开来。 然而,有些人谴责这一定义,一些人指责其外延过宽,另一些人指责其外延过窄;因为不能与被定义项互换,要么包罗过多要么包罗过少,正是定义的缺陷。说它外延过宽的人主张这一定义不仅包罗偶性,而且也包罗物体;因为他们说,苏格拉底在空间之中、在时间之中,因而是在某物之中,并且不是作为整体中的部分(因为他不是空间或时间的部分),而且他也绝不可能脱离空间或时间。

语法注3 条
  1. 1.15ἀναλογοῦν γένει

    中性分词 ἀναλογοῦν 与前置的名词化短语 τὸ μέν(即 τὸ ἔν τινι)在性数格上一致,意为“相当于属”或“与属相类似”,表明“在某物之中”在定义中起着类似属概念的作用。

  2. 1.15ὅλον δὲ οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις

    在此对仗结构“μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις”中,中介概念(从属种/属)对于其上位概念而言是“另一者的部分(μέρος ἄλλου)”,而作为整体,它并非某一独立他者的整体,而是在下位诸概念“之中(ἐν ἄλλοις)”作为整体得以实现。

  3. 1.15οἱ μὲν ἐκ τοῦ πλεονάζειν οἱ δὲ ἐκ τοῦ ἐλλείπειν

    介词 ἐκ 搭配冠词化不定式(τοῦ πλεονάζειν 与 τοῦ ἐλλείπειν),表示谴责的依据:“基于其外延过宽”与“基于其外延过窄”。这是逻辑学中表示定义未能与被定义项等外延的术语用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:31.27-33.12