- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:1.19-3.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者详细阐述了哲学家各派别的七种命名依据及其具体学派案例(存疑派、犬儒派、享乐派、漫步派),随后提出了亚里士多德著作的多层次分类体系。
Ἐπειδὴ τοίνυν αἱ τῶν φιλοσόφων αἱρέσεις λέγονται ἑπταχῶς1 (ἢ ἀπὸ τοῦ αἱρεσιάρχου ὡς οἱ Πλατωνικοὶ καὶ οἱ Πυθαγόρειοι, ἢ ἀπὸ τῆς τοῦ αἱρεσιάρχου πατρίδος ὡς οἱ ἀπὸ τοῦ Ἀριστίππου Κυρηναϊκοὶ καὶ ἀπὸ Εὐκλείδου Μεγαρικοί, ἢ ἀπὸ 〈τοῦ〉 τόπου, ἐν ᾧ ἐδίδασκεν, ὡς οἱ Ἀκαδημαϊκοὶ ἀπὸ Ξενοκράτους καὶ οἱ Στωϊκοὶ ἀπὸ Ζήνωνος τοῦ Κιτιέως, ἢ ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν ἐπικρίσεως ὡς οἱ Ἐφεκτικοὶ καλούμενοι, ἢ ἀπὸ τοῦ εἴδους τῆς ζωῆς ὡς οἱ Κυνικοί, ὧν ἡγήσατο Ἀντισθένης, ἢ ἀπὸ τοῦ τέλους τῆς φιλοσοφίας ὡς οἱ Ἡδονικοὶ Ἐπικούρειοι, ἢ ἀπὸ τοῦ συμβεβηκότος ὡς οἱ Περιπατητικοὶ ἀπὸ Ἀριστοτέλους)· Ἐφεκτικοὶ μὲν οὖν ἐλέγοντο διὰ τοιαύτην αἰτίαν· Πύρρων ὁ τῆς αἱρέσεως ἡγησάμενος ἔλεγεν ἀκαταληψίαν εἶναι ἐν τοῖς οὖσι, τοιούτῳ χρώμενος παραδείγματι· ὥσπερ, φησίν, εἰς τὸν αὐτὸν ποταμὸν δὶς ἐμβῆναι ἀμήχανον (φθάνει γὰρ παραρρεύσας πρὶν δεύτερον εἰς αὐτὸν ἐμβαλεῖν),2 οὕτως οὐδὲ περὶ τῶν πραγμάτων ἔστι τι σαφῶς ἀποφήνασθαι ῥευστῆς οὔσης καὶ αὐτῶν τῆς φύσεως καὶ ἐν τούτῳ τὸ εἶναι ἐχούσης ἐν τῷ γίνεσθαι καὶ ἀπογίνεσθαι· ὅθεν ἐρωτώμενοι κατένευον μόνον ἢ ἀνένευον, οἰόμενοι φθάνειν ἀμειφθῆναι τὰ πράγματα πρὶν ἀποκρίνασθαι. ὁ δὲ μαθητὴς αὐτοῦ Ἡράκλειτος ἐπιτείνων τὸ ἄτοπον ἔλεγεν ὅτι οὐδὲ ἅπαξ εἰς τὸν αὐτὸν ποταμὸν ἐμβῆναι δυνατόν· πρὶν γὰρ ὅλον τὸ σῶμα καταδῦναι, πλεῖστον ὕδωρ φθάνει παραρρεῦσαν. οὕτω δὲ ἔχειν καὶ τὴν τῶν πραγμάτων φύσιν· ἐν κινήσει γὰρ καὶ ῥοῇ τὸ εἶναι ἔχειν ἅπαντα. διὸ καὶ Ἐφεκτικοὶ ἐλέγοντο, παρὰ τὸ ἐπέχειν τὰς περὶ τῶν πραγμάτων ἀποκρίσεις. ὁ δὲ Πλάτων πολλοῖς λόγοις τὴν δόξαν ταύτην ἐλέγξας μετὰ πολλὰ καὶ τοῦτον αὐτοῖς ἐπιφέρει τὸν ἔλεγχον, ὅτι ‘ὦ ἄνθρωποι οἱ λέγοντες ἀκαταληψίαν εἶναι, κατελάβετε ὅτι ἔστιν ἀκαταληψία ἢ οὔ; εἰ μὲν γὰρ κατελάβετε, ἔστι κατάληψις· εἰ δ’ οὐ κατελάβετε, οὐκ ἔστιν ὑμῖν πιστεῦσαι ὡς μὴ καταλαβοῦσιν ὅτι ἔστιν ἀκαταληψία’.3 οἱ δὲ Κυνικοὶ οὕτως ἐκαλοῦντο διὰ τὸ παρρησιαστικὸν καὶ ἐλεγκτικόν· καὶ γὰρ τὸν κύνα φασὶν ἔχειν τι φιλόσοφον καὶ διακριτικόν· ὑλακτεῖ μὲν γὰρ τοῖς ἀλλοτρίοις προσσαίνει δὲ τοῖς οἰκείοις· οὕτω καὶ οὗτοι προσίεντο μὲν καὶ ἠσπάζοντο τὰς ἀρετὰς καὶ τοὺς κατ’ ἀρετὴν ζῶντας, ἐπήρχοντο δὲ καὶ ὑλάκτουν τοῖς πάθεσι καὶ τοῖς κατὰ τὰ πάθη ζῶσι, κἂν βασιλεῖς εἶεν. οἱ δὲ Ἡδονικοὶ οὕτως ἐκαλοῦντο, διότι τέλος ἐτίθεντο τὴν ἡδονήν, ἡδονὴν δὲ οὐ τὴν σωματικὴν ἀλλὰ τὸ γαληνὸν καὶ ἀτάραχον τῆς ψυχῆς κατάστημα τὸ ἑπόμενον τῇ κατ’ ἀρετὴν ζωῇ. κακῶς δ’ ἔλεγον οὗτοι, τὸ σύμπτωμα τῆς ἀρετῆς ἤτοι τὴν σκιὰν τέλος τιθέμενοι. οἱ δὲ Περιπατητικοὶ διὰ τοιαύτην αἰτίαν οὕτως ἐλέγοντο· Πλάτων γὰρ γυμνασίας ἕνεκα περιπατῶν ἐποιεῖτο τὰς πρὸς τοὺς ἑταίρους συνουσίας, ὃν ὁ Ἀριστοτέλης διαδεξάμενος ἔσχε τὴν ἐκ τῆς ἐνεργείας ἤτοι τοῦ συμβεβηκότος ἐπωνυμίαν. Φέρε τοίνυν καὶ τὴν διαίρεσιν τῶν Ἀριστοτελικῶν συγγραμμάτων ποιησώμεθα. τῶν Ἀριστοτελικῶν συγγραμμάτων τὰ μέν ἐστι μερικά, ὡς αἱ ἐπιστολαί, τὰ δὲ καθόλου, οἷον ἡ Φυσική, ἡ Περὶ ψυχῆς καὶ τὰ λοιπά, τὰ δὲ μεταξύ, ὡς αἱ Πολιτεῖαι καὶ αἱ Περὶ ζῴων ἱστορίαι. τῶν καθόλου πάλιν τὰ μὲν ὑπομνηματικὰ τὰ δὲ συνταγματικά, καὶ τῶν ὑπομνηματικῶν τὰ μὲν μονοειδῆ τὰ δὲ ποικίλα· καὶ μονοειδῆ μὲν ὅσα περὶ ἑνὸς αὐτῷ θεωρήματος ἐγράφη, ποικίλα δὲ ὅσα περὶ πλειόνων ἐσημειώσατο. τῶν δὲ συνταγματικῶν τὰ μὲν αὐτοπρόσωπα, ἃ καὶ ἀκροαματικὰ καλεῖται, τὰ δὲ διαλογικὰ καὶ ἐξωτερικά. τῶν δὲ ἀκροαματικῶν τὰ μὲν θεωρητικὰ τὰ δὲ πρακτικὰ τὰ δὲ ὀργανικά, καὶ τῶν θεωρητικῶν τὰ μὲν φυσιολογικὰ τὰ δὲ μαθηματικὰ τὰ δὲ θεολογικά, τῶν δὲ πρακτικῶν τὰ μὲν ἠθικὰ τὰ δὲ οἰκονομικὰ τὰ δὲ πολιτικά, καὶ τῶν ὀργανικῶν τὰ μὲν εἰς τὰ πρὸ τῆς μεθόδου τὰ δὲ περὶ αὐτῆς τῆς μεθόδου τὰ δὲ περὶ τῶν ἄλλως εἰς τὴν μέθοδον συντελούντων. Μερικὰ μὲν οὖν ἐστιν ὅσα πρός τινα ἰδίως γέγραπται, ὡς αἱ ἐπιστολαί ἢ ὅσα ἐρωτηθεὶς ὑπὸ Ἀλεξάνδρου τοῦ Μακεδόνος περί τε βασιλείας καὶ ὅπως δεῖ τὰς ἀποικίας ποιεῖσθαι γεγράφηκε. καθόλου δὲ ὡς αἱ Φυσικαὶ πραγματεῖαι ἢ ὡς τὰ Περὶ γενέσεως καὶ φθορᾶς· περὶ καθολικῶν γὰρ διαλαμβάνει ἐν τοῖς τοιούτοις πραγμάτων.
那么,既然哲学家们的派别有七种命名方式(或根据创立者,如柏拉图派和毕达哥拉斯派;或根据创立者的故乡,如出自阿里斯提卜的居勒尼派和出自欧几里得的墨加拉派;或根据讲学的地点,如出自色诺克拉底的阿卡德米派和出自季提翁的芝诺的斯多亚派;或根据在哲学思考中的判断取向,如所谓的存疑派;或根据生活方式,如安提斯泰尼所领导的犬儒派;或根据哲学的目的,如享乐派即伊壁鸠鲁派;或根据偶性,如出自亚里士多德的漫步派):因此,存疑派是由于这样的缘由而被如此称呼的。该学派的领袖皮浪说,在存在之物中存在着不可把握性,并运用了这样一个例子:正如他说的那样,不可能两次踏入同一条河流(因为在人第二次迈入其中之前,水已经流过去了),同样,关于事物也无法做出任何明晰的断言,因为它们自身的本性也是流动的,并且其存在就在于生成与消亡之中;因此,当被提问时,他们只是点头或摇头,认为在回答之前事物就已经变易了。然而,他的弟子赫拉克利特将这一荒谬进一步推到极致,说连一次踏入同一条河流都是不可能的;因为在整个身体沉入之前,大部分的水就已经流过去了。他说事物的本性亦是如此,因为万物都在运动与流转中保有其存在。由此,他们也被称为存疑派,乃因悬置对事物的回答而来。柏拉图用诸多论证驳斥了这一意见,在许多驳论之后,他也对他们提出了这一个驳论:“宣称存在不可把握性的人们啊,你们是把握到了存在不可把握性,还是没有把握到?因为如果你们把握到了,就存在把握;如果你们没有把握到,就不能相信你们的话,因为你们是未能把握到存在不可把握性的人。”另一方面,犬儒派之所以如此得名,是因为其坦率直言与喜好驳难;因为人们说,狗具有某种哲学的和辨别的特性:它对陌生人吠叫,却对熟人摇尾示好。同样,这些人接纳并赞许美德以及依美德而生活的人,但对于激情以及依激情而生活的人,即使他们是国王,也发起攻击并大声斥责。享乐派之所以如此得名,是因为他们将快乐确立为目的——然而这快乐不是肉体的快乐,而是伴随着依美德之生活而来的灵魂宁静与不动心状态。但这些人说得不当,把美德的伴随物即阴影确立为目的。漫步派之所以如此得名,是因为这样的缘由:柏拉图为了锻炼身体,在散步中与学友交谈;亚里士多德继承了他,从而获得了源于这一活动即偶性的名称。那么,且让我们也来对亚里士多德的著作做出划分。在亚里士多德的著作中,有些是具体的,如书信;有些是普遍的,如《物理学》、《论灵魂》及其余著作;有些是居间的,如《政制史》和《动物志》。在普遍著作中,又有些是笔记式的,有些是体系性的;在笔记式著作中,有些是单一主题的,有些是多样主题的;所谓单一主题的,即凡是他针对一个定理所撰写的;所谓多样主题的,即凡是他记录了多个事项的。在体系性著作中,有些是以自身身份讲授的,这些也被称为听讲专著;有些是对白式的与外向性的。在听讲专著中,有些是理论性的,有些是实践性的,有些是工具性的;在理论性著作中,有些是自然哲学的,有些是数学的,有些是神学的;在实践性著作中,有些是伦理学的,有些是家政学的,有些是政治学的;在工具性著作中,有些关涉方法之前的事项,有些关涉方法本身,有些关涉以其他方式促成方法的事项。因此,所谓具体著作,即凡是专门针对某人写成的,如书信,或受马其顿的亚历山大所请教、就王权以及应当如何建立殖民地而撰写的内容。所谓普遍著作,即如自然哲学诸论著,或如《论生成与消灭》;因为在这类著作中,他探讨的是普遍的事物。
- 1.1Ἐπειδὴ τοίνυν αἱ τῶν φιλοσόφων αἱρέσεις λέγονται ἑπταχῶς
由 Ἐπειδὴ τοίνυν 引导的原因从句在对学派的七种命名方式进行了长篇插入式列举后,并未接续严格语法意义上的主句,而是形成了破格句(anacoluthon),实际陈述直接由 Ἐφεκτικοὶ μὲν οὖν ἐλέγοντο 开始。
- 1.1φθάνει γὰρ παραρρεύσας πρὶν δεύτερον εἰς αὐτὸν ἐμβαλεῖν
动词 φθάνω 与分词(παραρρεύσας)连用,表示“抢先……”或“在……之前已经……”。与 πρίν 引导的从句相呼应,表示在第二次踏入之前水已经流走。
- 1.1οὐκ ἔστιν ὑμῖν πιστεῦσαι ὡς μὴ καταλαβοῦσιν ὅτι ἔστιν ἀκαταληψία
οὐκ ἔστιν 是表示“不可能”的无人称结构。不定词 πιστεῦσαι 的逻辑主语未明示,与格 ὑμῖν 是 πιστεῦσαι 的宾语(“相信你们”)。分词短语 ὡς μὴ καταλαβοῦσιν 与与格 ὑμῖν 一致,表理由或状态,意为“(不能相信你们)因为你们是尚未把握到不可把握性的人”。
