← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§26.31-27.32

依意义判定语声与结合表达在先之由

斐洛波诺斯论述了话语的单纯与复合应当依据所表示的事物而非话语形式来判定,并阐明了“被说”这一词的三重适用范围。随后,他从认识顺序以及便于引出后文划分的角度,解释了亚里士多德为何先讨论结合而言的复合表达、后讨论非结合而言的单纯表达。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#2

ἀλλὰ καὶ αὐτὰς τὰς φωνὰς κἂν σύνθετοι εἶεν, ἐὰν ἁπλοῦν πρᾶγμα σημαίνωσιν, ἁπλᾶς λεκτέον,1 ὁμοίως καὶ τὰς ἁπλᾶς συνθέτους, ἐὰν σύνθετον σημαίνωσιν· εἰ μὲν γὰρ περὶ φωνῶν μόνων διελεγόμεθα καὶ τοῦ ποσοῦ τῶν συλλαβῶν, εἰκότως κατὰ τὸ ποσὸν τὴν σύνθεσιν ὡριζόμεθα, ὡς καὶ οἱ γραμματικοί, εἰ δὲ ὡς περὶ σημαινουσῶν διαλεγόμεθα, κατὰ τὰ σημαινόμενα δεῖ κρίνειν καὶ τὰς φωνάς· τὸ γὰρ ἱππεύς οὐχ ἁπλοῦν τι δηλοῖ· σημαίνει γὰρ τόν τε ἵππον καὶ τὸν ἐπικαθήμενον ἄνθρωπον καὶ τὴν ἱππικὴν τέχνην. οὐχ ἁπλῆν οὖν λεκτέον τὴν φωνὴν ἀλλὰ σύνθετον, ὡς καὶ τὸ Νεάπολις, ἐπειδὴ ἕν τι σημαίνει, οὐ σύνθετον ἀλλ’ ἁπλῆν. Τὸ δὲ λέγεται ἁρμόζει καὶ ἐπὶ τῶν πραγμάτων καὶ ἐπὶ τῶν νοημάτων καὶ ἐπὶ τῶν φωνῶν· λέγονται γὰρ καὶ τὰ πράγματα λέγεσθαι, ἀλλ’ ὡς σημαινόμενα, καὶ τὰ νοήματα ὁμοίως λέγεσθαι, ἀλλ’ ὡς ἐξαγγελλόμενα, λέγονται δὲ καὶ αἱ φωναὶ λέγεσθαι, ἀλλ’ ὡς προφερόμεναι. Διὰ ποίαν δὲ αἰτίαν τὰ κατὰ συμπλοκὴν προτάττει τῶν ἄνευ συμπλοκῆς; λέγομεν ὅτι ἀγαπητὸν τῇ ἀνθρωπίνῃ φύσει ἐκ τῶν ἀτελεστέρων καὶ συνθέτων ἐπὶ τὰ ἁπλούστερα καὶ τελειότερα προϊέναι· τὰ γὰρ σύνθετα μᾶλλον συνήθη ἡμῖν καὶ γνωριμώτερα. οὕτω γοῦν καὶ ὁ παῖς εἶραι μὲν λόγον καὶ εἰπεῖν ‘Σωκράτης περιπατεῖ’ οἶδε· τοῦτον δὲ ἀναλῦσαι εἰς τὸ ῥῆμα καὶ τὸ ὄνομα καὶ ταῦτα εἰς συλλαβὰς κἀκείνας εἰς τὰ στοιχεῖα οὐκέτι. οὕτως οὖν καὶ ἡμεῖς ἄνθρωπον περιπατοῦντα ἰδόντες πρότερον ἔγνωμεν τὸ ὅλον τοῦτο, ἄνθρωπον περιπατοῦντα, καὶ οὕτως ἀναλύομεν αὐτὸν εἰς οὐσίαν καὶ ἐνέργειαν. καὶ πῶς οὖν ἐλέγομεν ἀνωτέρω δεῖν ἄρχεσθαι ἐκ τῶν ἁπλουστέρων, ὡς τῶν συνθέτων οὐ γνωσθησομένων μὴ προεγνωσμένων τῶν ἁπλῶν, καὶ διὰ τοῦτο δεῖν προηγεῖσθαι τὴν τῶν ἁπλῶν φωνῶν διδασκαλίαν τῆς τῶν συλλογισμῶν; λέγομεν οὖν ὅτι ἐφ’ ὧν ὁμοίως ἀγνοοῦνται καὶ τὰ ἁπλᾶ καὶ τὰ σύνθετα, δέον ἐκ τῶν ἁπλουστέρων ἄρχεσθαι·2 ἐκεῖ μὲν γὰρ ὁμοίως καὶ ὁ συλλογισμὸς ἠγνοεῖτο καὶ αἱ ἁπλαῖ φωναί, ἐνταῦθα δὲ γνωριμώτερα τὰ συνθετώτερα, διὸ ἐκ τῶν γνωριμωτέρων ἄρχεσθαι δεῖ τῆς διδασκαλίας· ὥστε ἐκεῖ μὲν ἐλέγομεν ἐκ τῶν ἁπλουστέρων ἄρχεσθαι διὰ τὸν τρόπον τῆς διδασκαλίας, ἐνταῦθα δὲ ἐκ τῶν συνθετωτέρων διὰ τὸν τρόπον τῆς γνώσεως. ἔστι δὲ καὶ ἄλλη αἰτία τοῦ προτετάχθαι ἐνταῦθα τῶν ἁπλῶν τὰ σύνθετα· ἐπειδὴ γὰρ τὰ ἄνευ συμπλοκῆς μέλλει διαιρεῖν, διὰ τοῦτο ὕστερον ταῦτα εἶπεν, ἵνα εὐθέως αὐτῶν ποιήσηται τὴν διδασκαλίαν. μέλλει δὲ ταῦτα διαιρεῖν, ὅταν εἴπῃ “τῶν ἄνευ συμπλοκῆς λεγομένων”. ἐξεπίτηδες δὲ ἐπὶ τούτων δύο ὀνόματα τάττει καὶ δύο ῥήματα ἐφεξῆς, ἵνα μή τις ὕστερον παρακολουθήσῃ πλάνη.

而且,话语本身即便可能是复合的,如果它们表示单纯的事物,也应当被称为单纯的;同样,单纯的话语如果表示复合的事物,也应当被称为复合的。因为如果我们讨论的单单是话语以及音节的数量,我们理所当然会像文法学家那样依据数量来规定复合;但如果我们是将话语作为具有意义之物来讨论,那么就必须依据所表示的事物来判定话语。因为“骑手”表明的并不是单纯的事物;因为它表示马、骑在马上的人以及骑术。因此,这一话语不应当被称为单纯的,而应当被称为复合的;正如“那不勒斯”由于表示单一的事物,因而不是复合的,而是单纯的。 “被说”这一词既适用于事物,也适用于思想,还适用于话语。因为事物也被称为是被说的,但是作为被表示之物;思想同样被称为是被说的,但是作为被传达之物;话语也被称为是被说的,但是作为被发音之物。 那么,他是出于什么原因将结合而言的置于非结合而言的之前呢?我们说,这是因为合乎人类本性的做法是从较不完全且复合的事物迈向较单纯且较完全的事物;因为复合的事物对我们而言更为习见,也更为可知。无论如何,小孩也是这样,知道连缀文句并说出“苏格拉底散步”,却不再懂得将其分析为动词和名词,将这些分析为音节,再将音节分析为字母。因此我们同样也是在看到一个散步的人时,首先认识到这整个整体,即散步的人,然后才将其分析为实体和活动。 那么,我们此前怎么又说必须从较单纯的事物开始,理由是若未预先认识单纯的事物,复合的事物就不会被认识,并且由于这个缘故,单纯话语的讲授必须先于三段论的讲授呢? 因此我们说,在单纯的事物与复合的事物同样不为人所知的情形下,应当从较单纯的事物开始;因为在那里,三段论与单纯的话语同样不为人所知,但在这里,较复合的事物更为可知,所以讲授必须从更为可知的事物开始;因此,在那里我们说从较单纯的事物开始,是由于教学的方式,而在这里从较复合的事物开始,则是由于认识的方式。 在此处将复合的事物置于单纯的事物之前,还有另一个原因:因为他将要划分非结合而言的事物,为此他把这些放在后面说,以便能够随即对其进行讲授。他将在说“在非结合而言的事物中”时对这些进行划分。而对于这些,他有意接连列出两个名词和两个动词,以免日后产生任何误解。

语法注2 条
  1. 1.13ἀλλὰ καὶ αὐτὰς τὰς φωνὰς κἂν σύνθετοι εἶεν, ἐὰν ἁπλοῦν πρᾶγμα σημαίνωσιν, ἁπλᾶς λεκτέον

    动词性形容词 λεκτέον 支配带宾格的动词不定式结构,宾格主语为 αὐτὰς τὰς φωνάς,表语宾格为 ἁπλᾶς(省略了 εἶναι)。让步从句 κἂν σύνθετοι εἶεν 与条件从句 ἐὰν ἁπλοῦν πρᾶγμα σημαίνωσιν 作为嵌套从句置于其前。

  2. 1.13δέον ἐκ τῶν ἁπλουστέρων ἄρχεσθαι

    非人称动词 δεῖ 的中性主格单数分词 δέον(省略了 ἐστί),在此充当归结从句的主动词谓语(“应当从……开始”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:26.31-27.32