← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§25.23-26.31

结合与非结合表达及词义的单纯与复合

斐洛庞努斯讨论了结合而言与非结合而言的表达划分(1a16),指明范畴论涉及话语、思想与事物的关联,并辨析了话语的单纯/复合与所表内容的单纯/复合之间的不一致(如限定动词第三人称的处理)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.13#1

" Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, τὰ δὲ ἄνευ συμπλοκῆς· τὰ μὲν οὖν κατὰ συμπλοκὴν οἷον ἄνθρωπος τρέχει, ἄνθρωπος νικᾷ, τὰ δὲ ἄνευ συμπλοκῆς οἷον ἄνθρωπος, βοῦς, τρέχει, νικᾷ." Ἐντεῦθεν εἰσβάλλει εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίαν. ἀλλ’ ἐπειδὴ τὸ τῆς κατηγορίας ὄνομα λέγεται καὶ ἐπὶ πραγμάτων καὶ νοημάτων καὶ φωνῶν (λέγεται γὰρ καὶ αὐτὸ τὸ πρᾶγμα κατηγορία καὶ τὸ νόημα τὸ περὶ τοῦ πράγματος καὶ αὐτὴ ἡ φωνή), πρότερον παραδίδωσι τὴν τῶν φωνῶν διαίρεσιν. εἰ δὲ ἐνταῦθα μὲν περὶ φωνῶν διαλέγεται καὶ φωνῶν οὐκ ἀσήμων, μικρὸν δὲ ὕστερον περὶ πραγμάτων, ὅταν λέγῃ “τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου λέγεται”, δῆλον ὅτι καὶ περὶ τῶν μεταξὺ νοημάτων ποιεῖται τὸν λόγον·1 ὥστε καὶ ἐξ αὐτῶν τῶν ῥητῶν πρόδηλος ὁ τοῦ βιβλίου σκοπός. διαιρεῖ δὲ τὰς φωνὰς εἴς τε τὰς ἁπλᾶς καὶ τὰς συνθέτους, καὶ ἁπλᾶς μέν φησι τὰς ἁπλοῦν σημαινούσας πρᾶγμα, ἢ οὐσίαν ἢ ἐνέργειαν ἢ πάθος, συνθέτους δὲ τὰς σύνθετόν τι σημαινούσας καὶ συμπλεκούσας οὐσίαν ἐνεργείᾳ ἢ πάθει, ὡς Σωκράτης τρέχει (τοῦτο γὰρ σύνθετον) καὶ Σωκράτης ἢ βοῦς (ταῦτα γὰρ ἁπλᾶ). οὐ πᾶσα δὲ ἁπλῆ φωνὴ ἁπλοῦν πρᾶγμα σημαίνει, οὐδὲ σύνθετος διπλοῦν. σύνθετος μὲν οὖν φωνὴ ὡς τὸ Ἄρειος πάγος καὶ Κόρακος πέτρα, ἀλλὰ τὸ ὑπ’ αὐτῶν σημαινόμενον ἁπλοῦν, φωνὴ δὲ ἁπλῆ ὡς τὸ τρέχω τρέχεις καὶ πάντα τὰ τοῦ πρώτου καὶ δευτέρου προσώπου ῥήματα, καὶ τοῦ τρίτου ὅσα ἐπὶ ὡρισμένου προσώπου φέρονται, ὡς τὸ βροντᾷ καὶ ἀστράπτει καὶ ὕει (ὁ Ζεὺς γὰρ δηλονότι)· ταῦτα γὰρ πάντα τῇ φωνῇ ἁπλᾶ, τῷ δὲ σημαινομένῳ σύνθετα· οὐσίαν γάρ τινα σημαίνει συμπεπλεγμένην ἐνεργείᾳ. φασὶ δὲ ἐπὶ τῶν τρίτων προσώπων μὴ πάνυ ἐμφαίνεσθαι τὴν οὐσίαν διὰ τὴν ἀοριστίαν τοῦ ῥήματος, διὸ μόνα τὰ ὡρισμένον πρόσωπον σημαίνοντα παρέλαβον.2 ἀλλ’ εἰ καὶ μὴ ὡρισμένην οὐσίαν τὰ τρίτα πρόσωπα τῶν ῥημάτων σημαίνει, ἀλλ’ οὖν πάντως οὐσίαν τινὰ δηλοῖ τὴν ἐνεργοῦσαν ἢ πάσχουσαν· ὥστε πάντως τὰ τρίτα πρόσωπα τῶν ὁριστικῶν ῥημάτων φωνῇ μὲν ἁπλᾶ ἐστι σημαινομένῳ δὲ σύνθετα· ὁ γὰρ λέγων ‘τρέχει’ ἢ ‘νικᾷ’ δῆλον ὅτι τινὸς κατηγορεῖ τὸ νικᾶν ἢ τὸ τρέχειν. πάντως οὖν καὶ ἐν τοῖς τρίτοις ἡ οὐσία συνεμφαίνεται, εἰ καὶ ἀορίστως. ὅμως γοῦν ὁ Ἀριστοτέλης διὰ τὸ μὴ ὡρισμένως ἐμφαίνεσθαι τὴν οὐσίαν ὡς ἁπλᾶ τὰ τοιαῦτα παρείληφε. κυρίως δὲ ἁπλᾶ ἂν εἴη ῥήματα τὰ ἐνέργειαν μόνην ἢ πάθος δηλοῦντα, ἄνευ τοῦ ἐνεργοῦντος ἢ πάσχοντος, οἷον τύπτειν τύπτεσθαι. οὐ δεῖ οὖν τῇ συνθέσει ἢ τῇ ἁπλότητι τῶν φωνῶν τὰ ἁπλᾶ ἢ σύνθετα κρίνειν πράγματα, ἀλλ’ ἐξ αὐτῶν τῶν σημαινομένων.

“在所说的事物中,有些是结合而言的,有些是非结合而言的;结合而言的例如‘人跑’、‘人胜’,非结合而言的例如‘人’、‘牛’、‘跑’、‘胜’。” 从这里起,他进入对范畴的讲授。但既然“范畴”这一名称既可用于事物,也可用于思想和话语(因为事物本身被称为范畴,关于事物的思想以及话语本身也被称为范畴),他就首先传授对话语的划分。如果他在此讨论的是话语,而且是非无意义的话语,而不久之后在说“在存在的事物中,有些是表述主体的”时讨论的是事物,那么显而易见,他也对居于其间的思想进行了论述;因此从这些文句本身,该书的宗旨便已预先明了。他将话语划分为单纯的与复合的,并将那些表示单纯事物(即实体、活动或承受)的话语称为单纯的,而将那些表示某种复合事物并将实体与活动或承受结合起来的话语称为复合的,如“苏格拉底跑”(这是复合的)与“苏格拉底”或“牛”(这些是单纯的)。然而,并非每个单纯的话语都表示单纯的事物,复合的话语也并非都表示双重的事物。话语确实有复合的,如“阿雷奥帕戈斯”与“科拉克斯岩”,但由它们所表示的事物却是单纯的;而话语也有单纯的,如“我跑”、“你跑”以及所有第一人称和第二人称的动词,还有第三人称动词中涉及确定人称的那些,如“打雷”、“打闪”和“下雨”(显而易见是指宙斯);因为所有这些在话语上是单纯的,在所表示的内容上却是复合的;因为它们表示了与活动相结合的某种实体。有人说,在第三人称中由于动词的不定性,实体并不十分显露,因此他们只选取了表示确定人称的动词。但即便动词的第三人称并不表示确定的实体,无论如何它必定表明了某种活动或承受的实体;因此直陈式动词的第三人称在话语上固然是单纯的,但在所表示的内容上必定是复合的;因为说“跑”或“胜”的人,显然是在将获胜或奔跑表述于某物。因此,在第三人称中实体无论如何都一同被表示出来,哪怕是不定地。无论如何,亚里士多德至少是因为实体并未确定地显露,才将此类动词当作单纯的来采用。严格说来,单纯的动词应当是那些单单表明活动或承受、不带活动者或承受者的动词,例如“击打”、“被打”。因此,不应当依凭话语的复合或单纯来判定事物的单纯或复合,而应当依据所表示的事物本身来判定。

语法注2 条
  1. 1.13εἰ δὲ ἐνταῦθα μὲν περὶ φωνῶν διαλέγεται καὶ φωνῶν οὐκ ἀσήμων, μικρὸν δὲ ὕστερον περὶ πραγμάτων, ὅταν λέγῃ “τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου λέγεται”, δῆλον ὅτι καὶ περὶ τῶν μεταξὺ νοημάτων ποιεῖται τὸν λόγον

    该句骨架为一个条件句:“εἰ δὲ ἐνταῦθα μὲν ... διαλέγεται ..., μικρὸν δὲ ὕστερον περὶ πραγμάτων [sc. διαλέγεται], ... δῆλον ὅτι ...”。前件确立了亚里士多德在此讨论“话语”、稍后讨论“事物”的事实,后件由此推导出作为中介的“思想”必然同样是论述的对象。

  2. 1.13διὸ μόνα τὰ ὡρισμένον πρόσωπον σημαίνοντα παρέλαβον

    复数动词“παρέλαβον”的主语承接前文的“φασί”(有人说),指先前的注疏家们。此处解释了为何那些注疏家在讨论第三人称是否表明实体时,仅选取了具有确定施事者的动词(例如将天气动词预设为主语宙斯的活动)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:25.23-26.31