- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:28.1-30.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺斯阐明了亚里士多德在十个范畴之前引入存在者四分法(普遍/个别、实体/偶性)的数理与教学理由,并从神圣实体的超越性以及矛盾对立划分的完备性角度,解释了为何亚里士多德用否定形式的“不在主词之中”而非“主词”来称呼实体。
" Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου τινὸς λέγεται, ἐν ὑποκειμένῳ δὲ οὐδενί ἐστιν." Μέλλων τὴν εἰς δέκα διαίρεσιν τῶν πραγμάτων ἡμῖν παραδοῦναι πρότερον ἐκτίθεται τὴν εἰς τέσσαρα τούτων διαίρεσιν· παραδοὺς γὰρ πρότερον τὴν εἰς δύο τῶν φωνῶν διαίρεσιν πρόεισιν ἐπὶ τὴν τετραδικὴν ταύτην τομὴν εἰκότως· ὁ γὰρ δύο ἀριθμὸς ἐφ’ ἑαυτοῦ πολυπλασιαζόμενος ποιεῖ τὸν τέσσαρα. μετὰ δὲ ταύτην τὴν διαίρεσιν παραδώσει τὴν εἰς δέκα· ὁ γὰρ ἀπὸ μονάδος ἀρχόμενος ἀριθμὸς συντιθέμενος μέχρι τοῦ τέσσαρα ποιεῖ τὸν δέκα· αʹ βʹ γʹ δʹ, καὶ γίνονται δέκα. ἄλλως τε ἐνταῦθα μὲν συμπεπλεγμένην τὴν τῶν πραγμάτων ποιεῖται διαίρεσιν (συμπλέκει γὰρ τὸ καθόλου τῇ οὐσίᾳ καὶ τῷ συμβεβηκότι, ὁμοίως δὲ καὶ τὸ μερικὸν τοῖς αὐτοῖς), ἐκεῖ δὲ κατὰ ἄρθρα καὶ ἁπλουστάτην ποιεῖται τὴν τομὴν μηδὲν μηδενὶ συμπλέκων, ἀλλ’ ἕκαστον ὅπως ἔχει φύσεως διδάσκων, ἰδίᾳ μὲν περὶ τῆς οὐσίας, ἰδίᾳ δὲ καὶ οὐ κοινῶς περὶ τῶν συμβεβηκότων ἑκάστου. κατὰ διαφόρους οὖν ἐπιβολὰς τῆς τῶν ὄντων γινομένης διαιρέσεως εἰκότως καὶ τὰ τῆς διαιρέσεως τμήματα διάφορα γέγονεν. ἔστιν οὖν ἡ προκειμένη τῶν ὄντων διαίρεσις τοιαύτη· τῶν ὄντων, φησί, τὰ μέν ἐστιν οὐσίαι τὰ δὲ συμβεβηκότα, πάλιν τῶν ὄντων τὰ μέν ἐστι καθόλου τὰ δὲ μερικά. τεσσάρων οὖν τούτων ὄντων τμημάτων καὶ σύνδυο λαμβανομένων ἐκ τῆς τούτων συμπλοκῆς γίνονται συζυγίαι ἕξ, δύο μὲν ἀνυπόστατοι, αἱ τὰ ἐναντία ζευγνύουσαι, αἱ δὲ λοιπαὶ τέσσαρες συνιστάμεναι·1 τῶν γὰρ ὄντων τὰ μὲν εἰσι καθόλου οὐσίαι τὰ δὲ καθόλου συμβεβηκότα, καὶ τὰ μὲν μερικαὶ οὐσίαι τὰ δὲ μερικὰ συμβεβηκότα, ὡς τὸ ὑποκείμενον ἔχει διάγραμμα· ἀλλ’ εἰ μὲν ταύταις ταῖς φωναῖς ἐχρήσατο ὁ Ἀριστοτέλης, σαφὲς ἂν ἦν τὸ λεγόμενον, ὁ δὲ τὴν ἀσάφειαν ἐπιτηδεύων διὰ τὴν εἰρημένην αἰτίαν ἑτέροις ἐχρήσατο ὀνόμασιν, οἰκειοτέροις μὲν τῇ τῶν σημαινομένων φύσει, ἀσυνήθεσι δὲ τοῖς πολλοῖς καὶ ταύτῃ ἀσαφεστέροις. τὸ μὲν οὖν συμβεβηκὸς καλεῖ ἐν ὑποκειμένῳ, τὴν δὲ οὐσίαν οὐκ ἐν ὑποκειμένῳ, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου, τὸ δὲ μερικὸν οὐ καθ’ ὑποκειμένου. καὶ διὰ τί μὲν τὸ συμβεβηκὸς καλεῖ ἐν ὑποκειμένῳ, δῆλον (αὐτὸ γὰρ καθ’ αὑτὸ ὑποστῆναι οὐ δύναται, δέεται δὲ ἄλλου πρὸς ὕπαρξιν, τοῦτ’ ἔστιν οὐσίας), τὴν δὲ οὐσίαν οὐκ ἐν ὑποκειμένῳ (οὐ γὰρ δέεται ἑτέρου πρὸς ὕπαρξιν), τὸ δὲ καθόλου καθ’ ὑποκειμένου, διότι δέεται τῶν μερικῶν οὐ πρὸς ὕπαρξιν ἀλλὰ πρὸς κατηγορίαν (μὴ γὰρ ὄντων τῶν μερικῶν οὐκ ἔχει τὸ καθόλου κατά τινος κατηγορηθῆναι),2 τὸ δὲ μερικὸν οὐ καθ’ ὑποκειμένου, διότι τὰ κατὰ μέρος κατ’ οὐδενὸς ἄλλου κατηγορεῖται. Διὰ τί τὴν οὐσίαν ἐκάλεσεν οὐκ ἐν ὑποκειμένῳ καὶ μὴ ὑποκείμενον, εἴ γε ὑπόκειται τοῖς συμβεβηκόσι πρὸς ὕπαρξιν; ἐροῦμεν οὖν πρὸς τοῦτο ὅτι πρῶτον μὲν οὐ πᾶσα οὐσία ἐστὶν ὑποκείμενον· οὐ γὰρ δήπου ἡ θεία οὐσία ἐστὶν ὑποκείμενον· οὐδὲν γὰρ αὐτῇ συμβέβηκεν· οὐκοῦν οὐκ ἂν κληθείη ὑποκείμενον. εἰ οὖν κοινῶς ὠνόμασε τὴν οὐσίαν ὑποκείμενον, οὐ συμπεριέλαβε τὴν θείαν οὐσίαν. δεύτερον δὲ καὶ μάλιστα κυριωτάτη ἐστὶν αἰτία, διότι τῶν διαιρέσεων εἰς τὰ ἀντικείμενα γινομένων αἱ μέν εἰσι φυκταὶ αἱ δὲ ἄφυκτοι,3 καὶ φυκταὶ μὲν αἱ εἰς τὰ ἐναντία γινόμεναι ἄφυκτοι δὲ αἱ κατὰ ἀντίφασιν· ἐπειδὴ γὰρ τῶν ἐναντίων τὰ μὲν ἐστιν ἔμμεσα τὰ δὲ ἄμεσα, ἀνάγκη τὴν εἰς τὰ ἐναντία γινομένην διαίρεσιν ἐπὶ τῶν ἐμμέσων μὴ ἄφυκτον εἶναι. ἔμμεσα δέ ἐστιν ἐναντία οἷον λευκὸν καὶ μέλαν, ὑγεία καὶ νόσος· ἔστι γὰρ μεταξὺ λευκοῦ καὶ μέλανος τὸ φαιὸν τὸ ἐρυθρὸν καὶ πάντα τὰ ἄλλα χρώματα, μεταξὺ δὲ ὑγείας καὶ νόσου τὸ παρὰ τοῖς ἰατροῖς λεγόμενον οὐδέτερον· τὰς γὰρ ἐκ νόσου ἀναλήψεις οὔτε ὑγείας εἶναί φασιν (οὐ γὰρ τὰ τῶν ὑγιαινόντων ἐνεργοῦσιν) οὔτε νόσους (τῆς γὰρ νοσοποιοῦ αἰτίας ἀπηλλαγμένοι εἰσὶν οἱ ἀναλαμβάνοντες)· οὐκοῦν μέσον τί ἐστι νόσου καὶ ὑγείας ἡ ἀνάληψις. ἄμεσα δὲ τὸ περιττὸν καὶ τὸ ἄρτιον, εἴπερ ὅλως ὡς ἐναντία ταῦτα ἀντίκειται (ἐδείξαμεν γὰρ ἡμεῖς ἐν ἄλλοις ὅτι οὐκ ἔστιν ἐναντία), πάλιν τὸ λογικὸν καὶ τὸ ἄλογον ἀμέσως ἀντίκεινται, οὐδ’ αὐτὰ ἐναντία ὄντα. ὥστε τὰ κυρίως ἐναντία πάντα ἐστὶν ἔμμεσα. εἴ τις οὖν εἰς τὰ ἐναντία διέλοι τὰ ὄντα λέγων τῶν ὄντων τὰ μὲν εἶναι λευκὰ τὰ δὲ μέλανα, ἀνάγκη διαφεύγειν αὐτὸν πάντα τὰ ἐν μέσῳ χρώματα, οὐ μόνον δὲ ἀλλὰ καὶ τὰς οὐσίας τὰς ἀνεπιδέκτους χρωμάτων, οἷον ἀέρα ψυχὴν ἄγγελον.
“在存在者中,有些是就某一主词而言的,却不在任何主词之中。” 他打算向我们传授事物进于十的划分,却首先陈述了事物进于四的划分;因为在先前传授了话语进于二的划分之后,他理所当然地进而达到这四分法;因为数字二自乘便产生四。而在这一划分之后,他将传授进于十的划分;因为从一算起加到四的数字便产生十:一、二、三、四,加起来就成为十。此外,在这里他对事物作的是交织的划分(因为他将普遍与实体及偶性相交织,同样也将个别与这二者相交织),而在那里他所作的区分则是依节段且最单纯的,不将任何事物与任何事物交织在一起,而是教示每一事物本性如何,对实体作专门讲授,对各个偶性也分别而不笼统地作讲授。因此,由于是对存在者依据不同的着眼点进行划分,划分的各部分自然也就有所不同。 因此,摆在我们面前的存在者划分是这样的:他说,在存在者中,有些是实体,有些是偶性;又在存在者中,有些是普遍,有些是个别。既然这四个部分存在,并且两两成对地取之,由它们的交织便产生六种结合:两种无法成立(将相反者结合在一起的),其余四种则能够成立;因为在存在者中,有些是普遍实体,有些是普遍偶性,有些是个别实体,有些是个别偶性,正如置于下方的图示所示。然而,如果亚里士多德使用了这些话语,所说的本会是清楚明白的;但他出于前述原因刻意追求隐晦,使用了另外的名称,这些名称虽更切合所指之物的本性,却为众人所不惯用,因此也就更为隐晦。 于是,他将偶性称为“在主词之中”,将实体称为“不在主词之中”,将普遍称为“就主词而言”,将个别称为“不就主词而言”。他为什么将偶性称为“在主词之中”是显而易见的(因为它无法凭自身独立持存,而是需要别的事物即实体来获得存在);而将实体称为“不在主词之中”[也是显而易见的](因为它不需要别的事物来获得存在);而将普遍称为“就主词而言”,则是因为它需要个别事物,不是为了获得存在,而是为了得到述谓(因为个别事物若不存在,普遍就无法就任何事物被述谓);将个别称为“不就主词而言”,则是因为个别事物不对任何其他事物被述谓。 既然实体确实在存在上作为偶性的基础(居于偶性之下),他为什么将实体称为“不在主词之中”而不是“主词”呢?对此我们将这样回答:首先,并非每一个实体都是主词;因为神圣实体断然不是主词;因为没有任何偶性发生于它;所以它不可能被称为主词。因此,如果他笼统地将实体命名为“主词”,他就没有把神圣实体包含在内。其次,而且是最为根本的原因,是因为在向对立者进行的划分中,有些是有遗漏的划分,有些是无遗漏的划分;向相反者进行的划分是有遗漏的,而依矛盾进行的划分是无遗漏的。因为既然在相反者中有的是有中介的,有的是无中介的,那么向相反者进行的划分在有中介者身上必然不是无遗漏的。有中介的相反者例如白与黑、健康与疾病;因为在白与黑之间存在着灰色、红色以及所有其他颜色,而在健康与疾病之间存在着医家所谓“二者皆非者”;因为他们说从疾病中的恢复期既不是健康(因为〔正在康复者〕不行使健康者的活动),也不是疾病(因为正在康复者已经脱离了致病的原因);因此康复期是疾病与健康之间的某种中介。无中介的则是奇数与偶数,如果它们当真作为相反者相对立的话(因为我们在别处指明了它们并不是相反者);再者,有理性的与无理性的也是无中介地相对立,尽管它们本身也不是相反者。因此,严格意义上的相反者全都是有中介的。因此,如果有人将存在者划分为相反者,说存在者中有些是白的,有些是黑的,他不仅必然遗漏所有中间的颜色,而且也必然遗漏不接受颜色的实体,比如空气、灵魂和天使。
- 1.14τεσσάρων οὖν τούτων ὄντων τμημάτων καὶ σύνδυο λαμβανομένων ἐκ τῆς τούτων συμπλοκῆς γίνονται συζυγίαι ἕξ, δύο μὲν ἀνυπόστατοι, αἱ τὰ ἐναντία ζευγνύουσαι, αἱ δὲ λοιπαὶ τέσσαρες συνιστάμεναι
前半句 τεσσάρων οὖν τούτων ὄντων τμημάτων καὶ σύνδυο λαμβανομένων 为双重独立属格结构;主句主语为 συζυγίαι ἕξ,随后的 δύο μὲν ἀνυπόστατοι... αἱ δὲ λοιπαὶ τέσσαρες συνιστάμεναι 则作为部分同位语对其进行展开。
- 1.14μὴ γὰρ ὄντων τῶν μερικῶν οὐκ ἔχει τὸ καθόλου κατά τινος κατηγορηθῆναι
οὐκ ἔχει 搭配不定式(κατηγορηθῆναι)为表示可能性或能力的惯用句型,意为“无法被述谓”。μὴ ὄντων τῶν μερικῶν 则是表示条件的独立属格。
- 1.14αἱ μέν εἰσι φυκταὶ αἱ δὲ ἄφυκτοι
动词性形容词 φυκταί 与 ἄφυκτοι(源自动词 φεύγω,字面意为“可避免的/不可避免的”)在此作表语,用于逻辑划分语境中,指代划分“有遗漏的(允许例外/中介)”与“不可遗漏的(完全穷尽的/必然的)”。
