← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§24.4-25.22

派生名的定义与成立的四项条件

注疏亚里士多德关于派生名(1a12)的定义,并通过具体例证与反例论证派生名的四项成立条件:事物的共同性与差异性,以及名称的共同性与词尾音节的差异性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.12

" Παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος διαφέροντα τῇ πτώσει1 τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει." Μετὰ τὴν τῶν ὁμωνύμων καὶ συνωνύμων διδασκαλίαν διαλέγεται περὶ τῶν παρωνύμων εἰκότως, ἐπειδὴ ταῦτα σκολιωτέραν τὴν συμπλοκὴν ἔχει· τῶν γὰρ ὁμωνύμων κατὰ τὸ ὄνομα μόνον κοινωνούντων διαφερόντων δὲ κατὰ τὸν ὁρισμόν, καὶ τῶν συνωνύμων καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν ὁρισμὸν κοινωνούντων, ταῦτα οὔτε κατὰ τὸ ὄνομα καθάπαξ κοινωνεῖ οὔτε καθάπαξ διαφέρει, ὁμοίως καὶ κατὰ τὸν ὁρισμὸν κατά τι μὲν κοινωνεῖ κατά τι δὲ διαφέρει. οὐκ ἀνάγονται δὲ ταῦτα ὑπὸ τὴν συμπλοκὴν τῶν εἰρημένων τεσσάρων συζυγιῶν, τὴν τῶν ὁμωνύμων λέγω καὶ πολυωνύμων καὶ συνωνύμων καὶ ἑτερωνύμων· ἐκείνων γὰρ χαρακτηριζομένων ἤτοι κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ ἢ κατὰ τὴν διαφορὰν ἀμφοτέρων ἢ κατὰ τὴν καθ’ ἕτερον μὲν κοινωνίαν καθ’ ἕτερον δὲ διαφοράν, ταῦτα οὔτε καθάπαξ κοινωνεῖ κατ’ ἀμφότερα οὔτε καθάπαξ διαφέρει, ἀλλ’ οὐδὲ καθ’ ἕτερον ἀκριβῶς κοινωνεῖ, καθ’ ἕτερον δὲ διαφέρει, ἀλλὰ πῇ μὲν κοινωνεῖ πῇ δὲ διαφέρει κατ’ ἀμφότερα. τινὲς δὲ ἀξιοῦσιν αὐτὰ τάττεσθαι μεταξὺ τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων, διότι τῶν ὁμωνύμων κατὰ τὸ ὄνομα μόνον κοινωνούντων κατὰ δὲ τὸν ὁρισμὸν διαφερόντων, τῶν δὲ συνωνύμων κοινωνούντων κατ’ ἀμφότερα, ταῦτα οὔτε κατὰ τὸ ὄνομα ἁπλῶς κοινωνεῖ οὔτε κατὰ τὸν ὁρισμόν. βέλτιον δὲ μεταξὺ τῶν συνωνύμων καὶ τῶν ἑτερωνύμων αὐτὰ τάττειν· τῶν μὲν γὰρ κοινωνούντων κατ’ ἀμφότερα τῶν δὲ κατ’ ἀμφότερα διαφερόντων, ταῦτα μεταξύ πώς εἰσι, πῇ μὲν κοινωνοῦντα πῇ δὲ διαφέροντα κατ’ ἀμφότερα. Ἀνάγκη δὲ ἐπὶ τῶν παρωνύμων τέσσαρα ταῦτα παρεῖναι, κοινωνίαν πράγματος καὶ διαφορὰν πράγματος, κοινωνίαν ὀνόματος καὶ διαφορὰν περὶ τὴν τελευταίαν συλλαβήν· εἰ γὰρ ἕν τι τούτων ἐλλείψει, οὐκέτι ἔσται παρώνυμον· ἔστω γὰρ περὶ τὸ ὄνομα κοινωνία καὶ διαφορά, ἔστω δὲ καὶ ἡ περὶ τὸ πρᾶγμα κοινωνία, διαφορὰ δὲ μὴ ἔστω, λέγω ὅτι οὐκ ἔστι παρώνυμον, ὡς ἐπὶ τοῦ πλάτανος καὶ πλατάνιστος καὶ παρθένος καὶ παρθενική· τὸ αὐτὸ γὰρ πρᾶγμα ὑπ’ ἀμφοτέρων σημαίνεται, καὶ ἔστι ποιητικὸν μὲν τὸ παρθενικὴ καὶ τὸ πλατάνιστος, πεζολόγων δὲ τὸ πλάτανος καὶ παρθένος. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, κοινωνία δὲ μὴ ἔστω περὶ τὸ πρᾶγμα, καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς Ἑλένης καὶ Ἑλένου. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, διαφορὰ δὲ μὴ ἔστω κατὰ τὴν τελευταίαν συλλαβήν, ὡς ἐπὶ τῆς μουσικῆς 〈ἐπιστήμης〉 καὶ μουσικῆς γυναικός· ὁμώνυμα γὰρ ταῦτα καὶ οὐ παρώνυμα. πάλιν τὰ μὲν ἄλλα ἔστω, μὴ ἔστω δὲ κοινωνία τις περὶ τὸ ὄνομα, καὶ οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ τοῦ σπουδαίου· οὐδὲ γὰρ ἀπὸ τῆς ἀρετῆς λέγεται ἐνάρετος, διότι οὐδὲ ἐν ὀνείρου ἴχνει τούτου οἱ παλαιοὶ μέμνηνται, ἀλλὰ τοὐναντίον καὶ κακόσημον ἴσασιν οἱ ποιηταὶ τὸ ὄνομα· αἰναρέτη, τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ;2 φησὶν Ὅμηρος ἀντὶ τοῦ ‘ὦ ἐπὶ κακῷ τὴν ἀρετὴν ἔχων’. ἀλλ’ οὐδὲ ἀπὸ τῆς σπουδῆς ὁ σπουδαῖος, ἥτις ὁμοίως ἐπί τε κακίας καὶ ἀρετῆς λέγεται, ὁ δὲ σπουδαῖος μόνος ὁ ἐνάρετος· ὥστε κατὰ μὲν τὴν φωνὴν ἐκ τοῦ σπουδή παρῆκται τὸ σπουδαῖος, κατὰ δὲ τὸ σημαινόμενον οὐκέτι, ἀλλ’ ἐκ τῆς ἀρετῆς. * * διὰ δὲ τοῦ εἰπεῖν τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει τὴν κοινωνίαν ἐδήλωσε τοῦ ὀνόματος. ἢ οὕτως· εἰρηκὼς ἀπό τινος τὴν κατὰ τὸ πρᾶγμα κοινωνίαν καὶ ἑτερότητα ἐδήλωσεν· εἰ γὰρ ἀπό τινος, δῆλον ὅτι ἔχει τινὰ κοινωνίαν πρὸς ἐκεῖνο, εἰ δὲ ὅλως ἀπό τινος, δῆλον ὅτι καὶ διαφέρει· εἰ γὰρ μὴ διέφερεν, οὔτε ἀπό τινος ἐλέγετο, ἀλλ’ αὐτὸ τὸ πρᾶγμα. εἰπὼν δὲ διαφέροντα τῇ πτώσει ἐδήλωσε τὸν μετασχηματισμὸν τῆς τελευταίας συλλαβῆς. διδάσκει δὲ περὶ τῶν παρωνύμων ὁ Ἀριστοτέλης ὡς χρησιμευόντων καὶ αὐτῶν εἰς τὴν περὶ τῶν κατηγοριῶν διδασκαλίαν.

“派生名者是指那些由某物而来,在词尾屈折上有所不同,并依其名称而具有称谓的一切事物。” 在讲解了同名异义者与同名同义者之后,他合乎情理地接着论述派生名者,因为这些事物具有更加复杂的交织关系。因为同名异义者仅在名称上共同而在定义上不同,同名同义者在名称与定义上都共同,而这些派生名者在名称上既非完全共同亦非完全不同,同样在定义上也在某些方面共同、在某些方面相异。它们也不能被归入上述四种组合的交织之中——我是指同名异义者、多名同义者、同名同义者和异名异义者。因为那些组合或是由名称与定义的共同性来表征,或是由两者的差异来表征,或是由其一的共同与另一的差异来表征;而这些派生名者在两者上既非完全共同亦非完全不同,甚至也不是在一方严格共同而在另一方相异,而是在两者上都在某一方面共同且在某一方面相异。有些人主张将它们置于同名异义者与同名同义者之间,因为同名异义者仅在名称上共同而在定义上不同,同名同义者在两者上都共同,而这些派生名者无论在名称上还是在定义上都并非单纯共同。但将它们置于同名同义者与异名异义者之间更为妥当;因为前者在两者上都共同,而后者在两者上都不同,这些派生名者则以某种方式居于其中,在两者上都在某一方面共同且在某一方面相异。 在派生名者那里必然存在这四点:事物的共同性与事物的差异性,名称的共同性与词尾音节上的差异性。因为如果缺少其中任何一项,便不再是派生名者。设若在名称上有共同与差异,且在事物上也有共同,但没有差异,我说这就不是派生名者,正如在‘法国梧桐’与‘小梧桐’,以及‘少女’与‘少女一般的’情形中那样。因为两者所指的是同一个事物,其中‘少女一般的’和‘小梧桐’是诗意用语,而‘法国梧桐’和‘少女’则是散文作家的用语。再次,设若其他一切都依序具备,但在事物上没有共同性,同样也不会成为派生名者,正如在‘海伦’与‘赫勒诺斯’的情形中那样。再次,设若其他一切都依序具备,但在末尾音节上没有差异,正如在‘音乐[知识]’与‘通晓音乐的女子’的情形中那样;因为这些是同名异义者,而非派生名者。再次,设若具备其他条件,但在名称上没有任何共同性,它们也不会是派生名者,正如在‘德性’与‘优秀者’的情形中那样。因为‘有德者’并不是从‘德性’说起的,古代人甚至在梦境的痕迹中也未曾记得这一词,相反,诗人们都知道这个名称带有不吉利的含义:荷马说‘可怕的英勇者啊,即便晚生之人又有谁能受你恩惠呢?’这是用来代替‘啊,为了灾祸而拥有德性者’。但是‘优秀者’也不是从‘热忱’派生而来的,因为‘热忱’同样可用于恶行与德性,而‘优秀者’单单是指有德者;因此在语音上‘优秀者’是从‘热忱’衍生而来,但在意义上却不再是如此,而是从‘德性’衍生而来。…… 他又通过说‘依其名称而具有称谓’表明了名称的共同性。或者这样说:他说了‘由某物而来’,便表明了依事物而有的共同性与相异性;因为如果是由某物而来,显然它与那事物具有某种共同性;而如果确实是由某物而来,显然它也有差异;因为如果没有差异,它就不会被说成是由某物而来,而就是事物本身。而通过说‘在词尾屈折上有所不同’,他表明了末尾音节的形变。亚里士多德教导关于派生名者的内容,乃是因为它们本身对于范畴的教导也是有用的。

语法注2 条
  1. 1.12διαφέροντα τῇ πτώσει

    限制与格(或关系与格)。在亚里士多德与注疏者的用法中,“πτῶσις”(格/词形变化)不仅指狭义的名词变格,更泛指派生词末尾音节的任何形态变式(metaschēmatismos)。

  2. 1.12αἰναρέτη, τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ;

    引自荷马《伊利亚特》第16卷第31行。αἰναρέτη 是复合词(αἰνός‘可怕的/灾祸的’+ ἀρετή‘德性/勇武’)的呼格形式,菲洛波诺斯将其构词理解为‘为了灾祸而具有德性者’,以此说明古代并未由 ἀρετή 派生出表意通常的‘有德者’这一派生名。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:24.4-25.22