- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:22.15-24.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德《范畴篇》1a2–1a6,论述了人和画像作为同名异义之“动物”在定义上的差异、与格表述“作为动物的存在”为何指向形式定义,以及借助“动物”和动词“变质”对同名同义者定义的阐发。
" Οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ τὸ γεγραμμένον." Τούτων γὰρ ἡ μὲν ὀνομασία κοινή (ζῷον γὰρ ἐρεῖς ἑκάτερον), ὁ δὲ ὁρισμὸς οὐκέτι ὁ αὐτός· τὸ μὲν γὰρ ὁριζόμενος ἐρεῖς ‘οὐσία ἔμψυχος αἰσθητική’, τὸ δὲ ‘μίμημα οὐσίας ἐμψύχου αἰσθητικῆς’.
“例如人和画出之物都是动物。” 因为在它们那里名称是共同的(因为对两者你都会说‘动物’),但定义却不再是同一个;因为若对前者下定义,你会说‘有灵魂的感觉实体’,而对后者则是‘有灵魂的感觉实体的摹仿’。
"Ἐὰν γὰρ ἀποδιδῷ τις τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι,1 ἴδιον ἑκατέρου λόγον ἀποδώσει." Τριῶν τούτων ὄντων, ὕλης καὶ εἴδους καὶ τοῦ συναμφοτέρου, τοὺς ὁρισμοὺς τῶν πραγμάτων ποτὲ μὲν ἀπὸ τῆς ὕλης ποιούμεθα ποτὲ δὲ ἀπὸ τοῦ εἴδους ποτὲ δὲ ἀπὸ τοῦ συναμφοτέρου, ὥσπερ ὁ Ἀριστοτέλης τὸν θυμὸν ὁρίζεται ποτὲ μὲν ἐκ τῆς ὕλης ποτὲ δὲ ἐκ τοῦ εἴδους ποτὲ δὲ ἐκ τοῦ συναμφοτέρου, καὶ ἐκ μὲν τῆς ὕλης θυμὸν εἶναι λέγων ζέσιν τοῦ περικαρδίου αἵματος (τοῦτο γὰρ ὕλη θυμοῦ), ἐκ δὲ τοῦ εἴδους λέγων ‘ὄρεξις ἀντιλυπήσεως’, ἐκ δὲ τοῦ συναμφοτέρου ‘ζέσις τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως’. ὁ δὲ κυρίως ὁ ἐκ τοῦ εἴδους· ἡ μὲν γὰρ ὕλη κοινωνίας ἐστὶν αἰτία τοῖς πράγμασι, τὸ δὲ εἶδος διαφορᾶς. βουλόμεθα δὲ τοῖς ὁρισμοῖς διακρίνειν ἀλλήλων τὰ πράγματα. διὸ κἀνταῦθα ὁ Ἀριστοτέλης βουλόμενος τὸν ἐκ τοῦ εἴδους αὐτῶν ὁρισμὸν ἀποδοῦναι οὐκ εἶπε ‘τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῷον εἶναι’ (τοῦτο γὰρ τὸ συναμφότερον σημαίνει, τήν τε ὕλην καὶ τὸ εἶδος), ἀλλὰ τί ἐστιν αὐτῶν ἑκατέρῳ τὸ ζῴῳ εἶναι, τοῦτ’ ἔστι τί ἐστιν ἑκατέρῳ αὐτῶν καθ’ ὃ ζῷά εἰσιν, ἵνα τὸν ἐκ τοῦ εἴδους ὁρισμὸν δηλώσῃ· κατὰ τοῦτο γὰρ ζῷά εἰσιν. ἀποδιδοὺς δέ τις κατὰ τί ἑκάτερον τούτων ζῷον λέγεται, ἴδιον ἑκατέρου λόγον ἀποδώσει, ὡς ἀνωτέρω ἡμῖν εἴρηται.
“因为若有人说明对于它们各自而言作为动物的存在是什么,他将给出各自固有的本质说明。” 在存在这三者——质料、形式与二者的复合体——时,我们对事物的定义有时取自质料,有时取自形式,有时取自复合体,正如亚里士多德对愤怒的定义,有时取自质料,有时取自形式,有时取自复合体:取自质料时,他说愤怒是心旁之血的沸腾(因为这是愤怒的质料);取自形式时,他说它是‘报复的欲求’;而取自复合体时,则是‘因报复的欲求而引起的心旁之血的沸腾’。但严格意义上的定义是取自形式的;因为质料是事物共同性的原因,而形式则是差异的原因。并且我们希望通过定义将事物彼此区分开来。因此,在这里亚里士多德为了给出它们取自形式的定义,没有说‘对于它们各自而言该动物的存在是什么’(因为这指代复合体,即质料与形式两者),而是说‘对于它们各自而言在动物之本质中的存在是什么’,即它们各自依据什么而是动物,以便表明取自形式的定义;因为正是依据这一点它们才是动物。而若有人说明根据什么这每一项被称为动物,他将给出各自固有的说明,正如我们在上文所说的那样。
"Συνώνυμα δὲ λέγεται ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς." Μετὰ τὸ πληρῶσαι τὸν περὶ τῶν ὁμωνύμων λόγον ἑξῆς περὶ τῶν συνωνύμων διαλαμβάνει. ἐκ δὲ τῶν ὁμωνύμων δήλη καὶ ἡ περὶ τῶν συνωνύμων διδασκαλία· τὰ αὐτὰ γὰρ δεῖ εἰπεῖν, ὅσα καὶ ἐπὶ τῶν ὁμωνύμων εἴρηται, ὅτι οὐ μόνον ἐν ὀνόμασιν ἀλλὰ καὶ ἐν ῥήμασίν ἐστιν ἡ συνωνυμία καὶ ὅτι ἐστὶ καὶ ἐν τοῖς συμβεβηκόσιν ἡ συνωνυμία· τὸ γὰρ ἀλλοιοῦν ῥῆμα συνώνυμόν ἐστι· λέγεται γὰρ ἀλλοιοῦν καὶ ὁ λευκαίνων καὶ ὁ μελαίνων. καὶ τὸν αὐτὸν δὲ ὁρισμὸν ἐπιδέχονται· ὁριζόμενοι γὰρ τὸ ἀλλοιοῦν φαμεν ὅτι τὸ ἔχον ἐν ἑαυτῷ ἀρχὴν μεταβλητικὴν ἄλλου, ᾗ ἄλλο.2 τοῦτο δὲ ἁρμόσει λέγειν καὶ ἐπὶ τοῦ λευκαίνοντος καὶ ἐπὶ τοῦ μελαίνοντος· ἕκαστον γὰρ τῶν ἀλλοιούντων ἀρχὴν ἔχει ἐν ἑαυτῷ μεταβλητικὴν τῶν ἀλλοιουμένων, ἄλλο ὂν παρὰ τὰ ἀλλοιούμενα· εἰ γὰρ μὴ ἦν ἄλλο, οὐκ ἂν οὐδὲ ἠλλοίου· διὸ προσετέθη τὸ ‘ἢ ἄλλο’. τῷ αὐτῷ δὲ παραδείγματι κέχρηται ἐπίτηδες τῷ τοῦ ζῴου, ἵνα δείξῃ ὅτι τὸ αὐτὸ δύναται καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον κατ’ ἄλλο καὶ ἄλλο· ἐπὶ μὲν γὰρ ἀνθρώπου τοῦ ἀληθινοῦ καὶ τοῦ γεγραμμένου ὁμώνυμον τὸ ζῷον, ἐπὶ δὲ ἀνθρώπου καὶ βοὸς συνώνυμον.
“同名同义者是指那些名称共同、且依该名称的本质说明亦相同的诸物,例如人和牛都是动物。” 在完成了关于同名异义者的论述之后,他紧接着探讨同名同义者。而从同名异义者的讨论出发,关于同名同义者的教导也是显而易见的;因为凡在同名异义者那里说过的,这里也必须同样说,即同义性不仅存在于名词中,也存在于动词中,并且同义性也存在于偶性之中。因为‘使变质’这个动词是同义的;因为致白者和致黑者都被说成是‘使变质’。并且它们接受同一个定义;因为在定义‘使变质’时,我们说它是‘自身中具有改变另者——就其为另者而言——的原理者’。而这样说既适用于致白者,也适用于致黑者;因为致变者中的每一项,作为不同于受变者之物,自身中都具有改变受变者的原理;因为如果它不是另者,它也就不会使之变质;正因如此才加上了‘就其为另者而言’。此外,他特意使用了‘动物’这一相同的例子,是为了表明同一个东西就不同的关系而言既可以是同名异义的,也可以是同名同义的;因为就真实的与画出的人而言,‘动物’是同名异义的,而就人和牛而言,则是同名同义的。
- 1.10τὸ ζῴῳ εἶναι
在亚里士多德特有的本质表达公式“τὸ [与格] εἶναι”(……的所是/本质)中,文本明确区分了使用宾格的“τὸ ζῷον εἶναι”(指代质料与形式的复合体)与使用与格的“τὸ ζῴῳ εἶναι”(形式/本质)。菲洛波诺斯将该与格句法解析为“据以成为动物者”(καθ’ ὃ ζῷά εἰσιν),即用来表明取自形式的本质定义(ὁ ἐκ τοῦ εἴδους ὁρισμός)。
- 1.11ᾗ ἄλλο
限制性副词短语(关系代词与格女性形式 ᾗ 作副词用,意为“就其作为……而言”)。紧接其后的解释“ἄλλο ὂν παρὰ τὰ ἀλλοιούμενα”(作为不同于受变者之物)说明,该短语限定了作用者作用于受动者的条件——即不是作用于自身,而是作为另者作用于另者。后文中出现的底本写法“ἢ ἄλλο”即指称所引用的这同一短语。
