← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§20.34-22.14

同名异义性与同名同义性的区别及其细致分类体系

在通过证明同名异义性是关系概念且无法孤立述说从而驳斥了同名异义者即同名同义者这一反驳之后,斐洛波诺斯展开了对同名异义性的细致分类体系(出于偶然与意图、“源自一”与“指向一”、相似与比例等),并指明了亚里士多德在《范畴篇》开篇中所采用的同名异义性类型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#2

ἄλλως τε οὔτε δυνατὸν ταῦτα συνώνυμα λέγειν· τῶν γὰρ συνωνύμων κοινῶς τε κατηγορεῖται τὸ ὄνομα καὶ ὁ ὁρισμὸς καὶ ἰδίᾳ ἑκάστου καὶ ἀσχέτως·1 οἷον τὸ ζῷον κατηγορεῖται καὶ κοινῶς πάντων τῶν ὑπ’ αὐτὸ καὶ ἰδίᾳ ἑκάστου (λέγεται γὰρ Σωκράτης εἶναι ζῷον καὶ ἵππος εἶναι ζῷον), ἀλλὰ καὶ ὁ ὁρισμός· οὐσία γὰρ ἔμψυχος αἰσθητική, ὅπερ ἐστὶν ὁρισμὸς ζῴου, καὶ κοινῶς πάντων τῶν κατὰ μέρος ζῴων κατηγορεῖται καὶ ἰδίᾳ ἑκάστου· καὶ γὰρ ὁ Σωκράτης οὐσία ἔμψυχος αἰσθητικὴ καὶ ὁ ἵππος ὁμοίως. ἐπὶ δὲ τῶν ὁμωνύμων οὐχ οὕτως· οὐ γὰρ δυνατὸν ἑκάστου ἰδίᾳ καὶ ἀσχέτως οὔτε τὸ ὄνομα οὔτε τὸν ὁρισμὸν κατηγορῆσαι· οὐ γὰρ λέγεται ὁ Αἴας καθ’ ἑαυτὸν ὁμώνυμος, ἀλλ’ οὐδὲ ὄνομα μόνον ἔχει κοινὸν τὸν δὲ κατὰ τοὔνομα λόγον τῆς οὐσίας ἕτερον, ἀλλὰ ἄλλῳ λέγεται ὁμώνυμος, καὶ τοὐλάχιστον δύο πραγμάτων κατηγορηθήσεται ἡ τοῦ ὁμωνύμου προσηγορία, ἐπειδὴ καὶ τῶν ἐν σχέσει ἐστίν. οὐ συνώνυμα ἄρα τὰ ὁμώνυμα. Δύναται δὲ τὸ ὁμώνυμον διαιρεῖσθαι οὐ μόνον κατὰ τὴν ἔμπροσθεν ἀποδεδομένην διαίρεσιν, ἀλλὰ καὶ ποικιλώτερον κατὰ τὸν ὑποκείμενον τρόπον. τὰ ὁμώνυμα ἢ ἀπὸ τύχης εἰσὶν ἢ ἀπὸ διανοίας· καὶ ἀπὸ μὲν τύχης, ὡς εἰ τύχοι ἐν Ἀθήναις κἀνταῦθά τινας τῷ αὐτῷ ὀνόματι κεχρῆσθαι, ἀπὸ δὲ διανοίας, ὡς ὅταν πρός τινα σκοπὸν ἀφορῶσα ἡ διάνοια ἐπιτιθῇσι τὰ ὀνόματα. καὶ τῶν ἀπὸ διανοίας ἢ τῷ μὲν ἀφ’ οὗ παρώνυμα ἀλλήλοις δὲ ὁμώνυμα, ὡς ἀπὸ ἰατρικῆς τὰ ἰατρικὰ ὄργανα (παρωνύμως γὰρ ἀπ’ αὐτῆς ὀνομάζεται, ἀλλήλοις δὲ ὁμωνύμως), ἢ καὶ τῷ ἀφ’ οὗ καὶ ἀλλήλοις ὁμώνυμα, ὡς ὅταν τις τῷ τοῦ πατρὸς ὀνόματι τοὺς παῖδας ἢ τοὺς ἐκγόνους καλέσῃ. τῶν δὲ τῷ ἀφ’ οὗ παρωνύμων ἀλλήλοις δὲ ὁμωνύμων τὰ μὲν ἀπὸ ποιητικοῦ τινος αἰτίου ὀνομάζονται, ἃ ἀφ’ ἑνὸς λέγεται, ὡς ἀπὸ ἰατρικῆς ἰατρικὰ ὄργανα (ἀπ’ ἐκείνης γὰρ παρωνύμως λέγονται), τὰ δὲ ἀπὸ τοῦ τελικοῦ καὶ λέγεται πρὸς ἕν, ὡς ὑγιεινὸν σιτίον καὶ δίαιτα καὶ γυμνάσιον· πρὸς ἓν τέλος γὰρ ὁρῶσι τὴν ὑγείαν. τὰ δὲ τῷ ἀφ’ οὗ καὶ ἀλλήλοις ὁμώνυμα ἢ ἀλλήλοις εἰσὶν ἰσόχρονα καὶ τῷ ἀφ’ οὗ ἢ ἀλλήλοις μὲν ἰσόχρονα τῷ δὲ ἀφ’ οὗ οὐκέτι. καὶ τῶν ἀφ’ οὗ τὰ μὲν καθ’ ὁμοιότητα λέγεται τὰ δὲ κατὰ ἀναλογίαν,2 ὡς λέγομεν κορυφὰς ὄρους καὶ πόδας κλίνης· ὃν γὰρ λόγον ἔχουσιν οἱ πόδες πρὸς τὸ ὅλον ζῷον, οὕτω καὶ τὰ κάτω μέρη τῆς κλίνης. τῶν δὲ κατ’ ὁμοιότητα τὰ μὲν κατ’ ἐνέργειαν, ὡς ὅταν διὰ τὸ ἐοικέναι τὰς ἐνεργείας τῷ πατρὶ καλέσωμέν τινα τῷ ἐκείνου ὀνόματι, τὰ δὲ κατὰ μορφήν, ὡς ὅταν τὴν εἰκόνα τοῦ Σωκράτους καλέσωμεν τῷ τοῦ Σωκράτους ὀνόματι. τῶν δὲ ἀλλήλοις μὲν ἰσοχρόνων τῷ δὲ ἀφ’ οὗ οὐκέτι τὰ μὲν κατ’ ἐλπίδα, ὡς ὅταν τινὲς Πλάτωνας τοὺς υἱοὺς καλέσωσιν ἐλπίζοντες αὐτοὺς γενέσθαι κατὰ Πλάτωνα, τὰ δὲ κατὰ μνήμην, ὡς ὅταν τινὲς καλέσωσι τὸν παῖδα τῷ τοῦ πάππου ὀνόματι, ἵνα φυλάττηται ἡ ἐκείνου μνήμη. ἐνταῦθα οὖν Ἀριστοτέλης ποῖον σημαινόμενον τοῦ ὁμωνύμου παραλαμβάνει; τὸ κατὰ τὴν μορφὴν ὅμοιον. τινὲς δέ φασιν ὅτι τὸ ὡς ἀφ’ ἑνός· ὡς γὰρ ἀπ’ αἰτίου τοῦ ἀνθρώπου ἐστὶν ἡ εἰκών. ἑκάτερον δέ ἐστιν ἀληθές.

此外,将这些称为同名同义也是不可能的;因为在同名同义者的情况下,名称和定义既共同地被述说,也对每一项单独地且非关联性地被述说;例如,“动物”既共同地述说于其下的一切事物,也单独地述说于每一项(因为苏格拉底被说成是动物,马也被说成是动物),不仅如此,其定义也是如此;因为“有灵魂的感觉实体” ——这正是动物的定义——既共同地述说于一切具体的个别动物,也单独地述说于每一项;因为苏格拉底是有灵魂的感觉实体,马同样也是。但在同名异义者的情况下则并非如此;因为不可能对每一项单独地且非关联性地述说其名称或定义;因为埃阿斯本身并不被称为同名异义者,他也不是单独地具有仅名称共同而依该名称的本质说明不同,而是相对于另一个人被称为同名异义者,且“同名异义者”这一称呼至少将被述说于两个事物,因为它也是属于具有关联性的范畴。因此,同名异义者绝非同名同义的。  然而,同名异义者不仅能够按照前面给出的划分被区分,而且还能够按照下述方式更为多样地被区分。同名异义者要么是出于偶然,要么是出于意图:出于偶然的,如若碰巧在雅典有人而在我们这里也有人使用了同一个名字;出于意图的,正如当理智着眼于某个目的而确立名称时。在出于意图的同名异义者中,有些对于所来源之本源是派生名义的,而彼此之间则是同名异义的,例如源自医术的医疗器具(因为它们是从医术中派生名义地被命名的,而彼此之间则是同名异义的);或者它们既对所来源之本源,也彼此之间是同名异义的,正如有人用父亲的名字来称呼子嗣或后代。在那些对于所来源之本源是派生名义的、而彼此之间是同名异义者之中,有些是根据某种作因而命名的,这些被称为“源自一”,例如源自医术的医疗器具(因为它们是从医术派生名义地被表述的);另一些则是根据目的因而被称为“指向一”,例如健康的食物、饮食和锻炼;因为它们着眼于一个共同的目的,即健康。另一方面,那些既对所来源之本源、又彼此之间是同名异义者之中,要么既彼此同时并存又与本源同时并存,要么彼此同时并存却不再与本源同时并存。在那些与本源同时并存的当中,有些是依据相似性而被表述的,有些则是依据比例而被表述的,正如我们说山之“顶[首]”和床之“足”;因为正如足对于整个动物具有何种比例关系,床的下方各部分亦是如此。而在依据相似性的当中,有些是依活动,正如当由于活动类似于父亲而用父亲的名字来称呼某人时;有些则是依形态,正如我们用苏格拉底的名字来称呼苏格拉底的画像时。而在那些彼此同时并存却不再与本源同时并存的当中,有些是依期望,正如某些人把自己的儿子命名为柏拉图,期望他们成长为柏拉图那样的人;另一些则是依记忆,正如某些人用祖父的名字来称呼孩子,以便保存对祖父的记忆。那么,在这里亚里士多德究竟采用了同名异义者的哪种含义呢?是指依形态而相似的那一种。然而有人说,是指作为“源自一”的那一种;因为画像就像是源自作为原因的人。而这两种说法都是真实的。

语法注2 条
  1. 1.8ἀσχέτως

    副词 ἀσχέτως 由否定前缀 ἀ- 与 σχέσις(关联、关系)构成,意为“非关联地”“不处于关系中地”或“孤立地”。它与下文的 ἐπειδὴ καὶ τῶν ἐν σχέσει ἐστίν(“因为它属于处于关联之中的事物”)形成鲜明对照,表明同名同义的述说是绝对、单独地适用于个别事物的,而同名异义性则必然需要相互比较的他者,因而是一个关系概念。

  2. 1.8καὶ τῶν ἀφ’ οὗ τὰ μὲν καθ’ ὁμοιότητα λέγεται τὰ δὲ κατὰ ἀναλογίαν

    这是承接前文二分法(ἀλλήλοις εἰσὶν ἰσόχρονα καὶ τῷ ἀφ’ οὗ ἢ ἀλλήλοις μὲν ἰσόχρονα τῷ δὲ ἀφ’ οὗ οὐκέτι)中第一分支(“与来源同代者”)的紧缩句法。τῶν ἀφ’ οὗ 在此代指“在与来源[同时并存者]当中”,下文与此对应的第二分支则明确展开为 τῶν δὲ ἀλλήλοις μὲν ἰσοχρόνων τῷ δὲ ἀφ’ οὗ οὐκέτι,从而清晰划定了分类的层级关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:20.34-22.14