- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:202.7-204.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯借助向正方形添加或移除磬折形而保持其形式不变的几何作图,论证了依数量的增减与变质的区别(15a28),随后阐释了运动的相反性:一般意义上与静止的对立、各具体运动之间的相互对立(15b1),以及在变质中确立相反者的疑难(15b7)。
τοῦτο δὲ καὶ αὐτὸς δηλῶν ἐπιφέρει καὶ τὸ τετράγωνον, φησί, γνώμονος αὐτῷ περιτεθέντος1 αὔξεται μὲν ἀλλοιότερον δὲ οὐ γεγένηται· μένει γὰρ καὶ αὐξηθὲν ἔτι τετράγωνον. Ἀλλ’ ἐπειδὴ βουλόμενος ὁ Ἀριστοτέλης δεῖξαι τὴν ἑτερότητα τῆς ἀλλοιώσεως πρὸς τὰς λοιπὰς κινήσεις τοῦ τετραγώνου καὶ τοῦ γνώμονος ἐμνημόνευσε, φέρε σαφηνίσωμεν τὸ εἰρημένον. γνώμονα τοίνυν φασὶν οἱ γεωμέτραι ἕν τι τῶν περὶ τὴν διάμετρον τετραγώνων, ὅταν ᾖ σὺν τοῖς δύο ἅμα παραπληρώμασιν. ἵνα δὲ σαφῆ ποιήσωμεν τὰ λεγόμενα, ἐπ’ αὐτοῦ τούτου τοῦ διαγράμματος τὸν λόγον γυμνάσωμεν. τετράγωνον τοίνυν χωρίον λέγεται εἶναι τὸ ὑπὸ τεσσάρων πλευρῶν ἴσων ἀλλήλαις καὶ γωνιῶν ὀρθῶν περιεχόμενον. ἔστω οὖν τετράγωνον χωρίον ᾱ β̄ γ̄ δ̄, ἴσας ἔχον τὰς τέσσαρας γωνίας καὶ τὰς τέσσαρας πλευράς, καὶ ἤχθω αὐτοῦ διάμετρος ἡ β̅ γ̅. ἐπὶ δὲ τῆς α̅ β̅ πλευρᾶς εἰλήφθω τὸ τυχὸν σημεῖον τὸ ε̅, καὶ ἀπ’ αὐτοῦ τοῦ ε̅ σημείου ὁποτέρᾳ τῶν α̅ γ̅ β̅ δ̅ πλευρῶν γεγράφθω παράλληλος γραμμὴ ἡ ε̅ ζ̅, ἀπὸ δὲ τῆς α̅ γ̅ πλευρᾶς ἀφῃρήσθω ἴση τῇ ε̅ β̅ ἡ α̅ η̅, καὶ ἀπὸ τοῦ η̅ σημείου ἤχθω παράλληλος ὁποτέρᾳ τῶν α̅ β̅ γ̅ δ̅ ἡ η̅ θ̅. τοῦ οὖν α̅ β̅ γ̅ δ̅ τετραγώνου γίνονται ἐντὸς τέσσαρα χωρία, ὧν τὰ μὲν δύο τὰ περὶ τὴν διάμετρον, τό τε ε̅ β̅ θ̅ κ̅ καὶ κ̅ η̅ γ̅ ζ̅, τετράγωνά ἐστι, τὰ δὲ λοιπὰ δύο παραπληρώματα καλεῖται.2 τῶν οὖν δύο τετραγώνων ὁποιονοῦν, οἷον φέρε τὸ η̅ γ̅ ζ̅ κ̅, μετὰ τῶν δύο παραπληρωμάτων, τοῦ τε α̅ ε̅ κ̅ η̅ καὶ τοῦ κ̅ θ̅ δ̅ ζ̅, γνώμων καλεῖται. ἡ δὲ κατασκευή, ὅπως ἐστὶν ὅμοιον τὸ ε̅ β̅ κ̅ θ̅ τετράγωνον τῷ α̅ β̅ γ̅ δ̅ τετραγώνῳ, δήλη. σκόπει τοίνυν ὅτι περιθεὶς μὲν τὸν γνώμονα τῷ ε̅ β̅ θ̅ κ̅ τετραγώνῳ μεῖζον ἐποίησα τὸ ὅλον (γέγονε γὰρ τὸ α̅ β̅ γ̅ δ̅ τετράγωνον) ἐκεῖνο δὲ οὐκ ἠλλοίωσα· αὐξηθὲν γὰρ τὸ μικρὸν τετράγωνον ὁμοίως μεμένηκε τετράγωνον ὑπάρχον. ἀλλὰ δὴ κἂν τοῦ ὅλου τετραγώνου τοῦ α̅ β̅ γ̅ δ̅ ἀφέλῃς τὸν α̅ ε̅ η̅ θ̅ γ̅ δ̅ γνώμονα,3 καταλείπεται τὸ ε̅ β̅ κ̅ θ̅ τετράγωνον· καὶ τὸ μὲν ὅλον τὸ ἐξ ἀρχῆς ἐμειώθη καὶ ἔλαττον γέγονεν, οὐκ ἠλλοίωται δέ, ἀλλ’ ἔμεινε τὸ αὐτὸ τοῦ τετραγώνου εἶδος. εἰ δὲ μήτε ἡ μείωσις μήτε ἡ αὔξησις, κίνησις οὖσα κατὰ ποσόν, τὴν κατὰ τὸ εἶδος τοῦ τετραγώνου ἰδιότητα ἐκίνησε, δῆλον ὡς ἄλλη ἐστὶν ἡ κατὰ ποιότητα κίνησις καὶ ἄλλη ἡ κατὰ μείωσιν καὶ αὔξησιν. εἰ δὲ αὗται ἕτεραι, πολλῷ μᾶλλον καὶ αἱ κατὰ γένεσιν καὶ φθοράν.
而他自己也阐明这一点并补充说:“正方形也是如此,”他说,“在其周围置入磬折形时,固然增大,但并没有变得在性质上有所不同;因为即使在增大之后,它依然保持为正方形。”但既然亚里士多德想要表明变质相对于其余运动的相异性,提及了正方形和磬折形,那么来吧,让我们把所说的事情澄清。几何学家们便把对角线周围的正方形之一在同时带有两个补形时称为磬折形。为了让我们把所说的事情弄明白,让我们在这个图形本身上操练这番论述。正方形的区域便被说成是由彼此相等的四条边和直角所包围的区域。那么,设正方形区域为ᾱ β̄ γ̄ δ̄,具有相等的四个角和四条边,并引其对角线β̅ γ̅。在边α̅ β̅上任取一点ε̅,从这个点ε̅引平行线ε̅ ζ̅,平行于边α̅ γ̅与β̅ δ̅中的任一条;再从边α̅ γ̅上截取与ε̅ β̅相等的α̅ η̅,从点η̅引平行线η̅ θ̅,平行于α̅ β̅与γ̅ δ̅中的任一条。这样,在正方形α̅ β̅ γ̅ δ̅内部就产生了四个区域,其中对角线周围的两个,即ε̅ β̅ θ̅ κ̅与κ̅ η̅ γ̅ ζ̅,是正方形,而其余两个则被称为补形。在这两个正方形中无论哪一个——比如η̅ γ̅ ζ̅ κ̅——与两个补形(即α̅ ε̅ κ̅ η̅与κ̅ θ̅ δ̅ ζ̅)在一起时,就都被称为磬折形。而显示正方形ε̅ β̅ κ̅ θ̅如何与正方形α̅ β̅ γ̅ δ̅相似的这番作图法是显而易见的。那么请看,我把磬折形置于正方形ε̅ β̅ θ̅ κ̅的周围,使整体变得更大了(因为生成了正方形α̅ β̅ γ̅ δ̅),但我并没有使那个〔原本的正方形〕变质;因为较小的正方形在增大之后,同样保持为正方形。而且即使你从整个正方形α̅ β̅ γ̅ δ̅中取走磬折形α̅ ε̅ η̅ θ̅ γ̅ δ̅,留下的也是正方形ε̅ β̅ κ̅ θ̅;起初的整体固然减少并变小了,但没有变质,而是保持了正方形的同一形式。如果减少与增大作为依数量的运动,都未曾变动依正方形形式而有的特有性质,那么显然,依性质的运动是一回事,依减少与增大的运动是另一回事。如果这些运动是相异的,那么依生成与灭亡的运动就更是如此。
"Ἔστι δ’ ἁπλῶς μὲν κινήσει ἠρεμία ἐναντίον, ταῖς δὲ καθ’ ἕκαστα αἱ καθ’ ἕκαστα, γενέσει μὲν φθορά, αὐξήσει δὲ μείωσις, τῇ δὲ κατὰ τόπον μεταβολῇ ἡ κατὰ τόπον ἠρεμία. μάλιστα δὲ ἔοικεν ἀντικεῖσθαι ἡ πρὸς τὸν ἐναντίον τόπον μεταβολή, οἷον τῇ κάτωθεν ἡ ἄνω, τῇ ἄνωθεν ἡ κάτω." Νῦν λοιπὸν τὸ τρίτον, ὧν εἰρήκαμεν, ζητεῖ ἐν τῷ περὶ κινήσεως λόγῳ, λέγω δὴ ποίῳ εἴδει κινήσεως ποῖον ἀντίκειται. καὶ κοινῶς μέν, φησί, πάσῃ μὲν κινήσει ἠρεμία ἀντίκειται· εἰ γὰρ ἡ μὲν κίνησις μετάβασίς τίς ἐστι καὶ ὁδὸς ἤτοι ἐξ ὄντων εἰς τὸ μὴ εἶναι καὶ ἔμπαλιν ἢ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἢ ἀπὸ τόπου εἰς τόπον ἢ ἀπὸ τοῦ ἥττονος εἰς τὸ μεῖζον καὶ ἔμπαλιν ἢ ἀπὸ τοῦ τοιόνδε εἶναι ἐπὶ τὸ τοιόνδε, οἷον ἀπὸ λευκοῦ εἰς μέλαν, ἡ δὲ ἠρεμία στάσις τίς ἐστιν, εἰκότως πάσῃ κινήσει ἠρεμία ἀντίκειται. εἰδικώτερον δέ, φησίν, ἀντίκεινται αἱ ἀντιδιῃρημέναι ἀλλήλαις κινήσεις, ἡ μὲν γένεσις τῇ φθορᾷ τῇ δὲ μειώσει ἡ αὔξησις τῇ δὲ κατὰ τόπον ἐξαιρέτως μὲν ἡ ἠρεμία ἀντίκειται, καὶ εἰκότως, ἐπειδὴ καὶ μάλιστα αὕτη γνωριμωτέρα τῶν ἄλλων ἡ κίνησις καὶ ἐπὶ ταύτης μάλιστα οἱ πολλοὶ τὸ τῆς κινήσεως φέρουσιν ὄνομα. ἔστι δὲ καὶ εἰδικώτερον ἀντιθεῖναι ταύτῃ τῇ κινήσει αὐτὴν ἑαυτῇ, μερίζοντα αὐτὴν κατὰ τὰς διαφόρους τοῦ τόπου διαστάσεις,4 ὥστε ἀντικεῖσθαι τὴν μὲν ἐπὶ τὸ ἄνω φορὰν τῇ ἐπὶ τὸ κάτω τὴν δὲ εἰς τὸ ἔμπροσθεν τῇ εἰς τὸ ὄπισθεν τὴν δ’ εἰς τὰ δεξιὰ τῇ εἰς τὰ ἀριστερά.
“单就一般而言,静止与运动相反,而各个别者则与各个别者〔相反〕:与生成相反的是灭亡,与增大相反的是减少,与依位所的变化相反的是依位所的静止。最显著的似乎是朝向相反位所的变化相互对立,比如与从下方〔的变化〕对立的是向上〔的变化〕,与从上方〔的变化〕对立的是向下〔的变化〕。” 现在终于轮到他在关于运动的论述中探究我们所提到的第三件事,我指的是究竟运动的哪一种形式与哪一种形式相对立。他说,普遍而言,静止与一切运动相对立;因为如果运动是某种过渡和道路,要么从存在者通向非存在且反之亦然,要么从潜能通向现实,要么从位所通向位所,要么从较小通向较大且反之亦然,要么从具有如此性质通向具有如此性质(比如从白通向黑),而静止是某种停顿,那么静止与一切运动相对立便是合情合理的。但他又说,彼此对分区分的诸运动则是更为属种性地相对立:生成与灭亡相对立,增大与减少相对立,而与依位所的运动特别相对立的是静止,这也是合情合理的,因为这种运动比其他运动更为人熟知,大众也主要是对这种运动使用‘运动’之名。而且也可以更属种性地使这种运动与自身相对立,即依位所的不同维度来划分它,从而使向上的位移与向下的位移相对立,向前的位移与向后的位移相对立,向右的位移与向左的位移相对立。
"Τῇ δὲ λοιπῇ τῶν ἀποδοθεισῶν κινήσεων οὐ ῥᾴδιον ἀποδοῦναι τί ποτέ ἐστιν ἐναντίον." Καὶ ἐν τῇ διακρίσει τῶν κινήσεων αὕτη πάλιν ἦν ἡ ἀμφιβαλλομένη, λέγω δὴ ἡ ἀλλοίωσις. καὶ ταύτῃ τοίνυν, φησίν, ἀντιθετέον τήν τε τοῦ ποιοῦ ἠρεμίαν,5 ὥσπερ καὶ τῇ κατὰ τόπον, καὶ τὴν εἰς τὸ ἐναντίον ποιὸν μεταβολήν, οἷον τὴν ἀπὸ λευκότητος εἰς μελανίαν μεταβολήν.
“但对于所列举的其余运动,要给出究竟什么是其相反者并不容易。” 在运动的区分中,再次引起怀疑的正是这一种,我指的是变质。因此他说,对这种运动也必须立出两种对立面:如同对依位所的运动那样立出关于性质的静止,以及朝向相反性质的变化,例如从白色向黑色的变化。
- 10.6γνώμονος αὐτῷ περιτεθέντος
独立属格结构:“当在它周围置入磬折形时”。αὐτῷ为与格,由分词中的复合前缀περί所支配。
- 10.6ὧν τὰ μὲν δύο τὰ περὶ τὴν διάμετρον, τό τε ε̅ β̅ θ̅ κ̅ καὶ κ̅ η̅ γ̅ ζ̅, τετράγωνά ἐστι, τὰ δὲ λοιπὰ δύο παραπληρώματα καλεῖται
关系代名词ὧν是部分属格,先行词为四个区域(τέσσαρα χωρία)。其后由τὰ μὲν δύο ... τὰ δὲ λοιπὰ δύο分述,前者同位语补出两个具体正方形,接中性复数主语与单数动词τετράγωνά ἐστι构成的谓语。
- 10.6κἂν τοῦ ὅλου τετραγώνου τοῦ α̅ β̅ γ̅ δ̅ ἀφέλῃς τὸν α̅ ε̅ η̅ θ̅ γ̅ δ̅ γνώμονα
由κἂν (καὶ ἐάν)后接虚拟式ἀφέλῃς构成的让步条件从句。属格τοῦ ὅλου τετραγώνου是由ἀφέλῃς支配的分离属格(“从整体中取走”)。
- 10.7μερίζοντα αὐτὴν κατὰ τὰς διαφόρους τοῦ τόπου διαστάσεις
分词μερίζοντα(阳性单数宾格)与非人称不定式结构ἔστιν ἀντιθεῖναι(“可以对立”)所隐含的泛指宾格主语一致,表手段或伴随情况。
- 10.8καὶ ταύτῃ τοίνυν, φησίν, ἀντιθετέον τήν τε τοῦ ποιοῦ ἠρεμίαν
由动形容词ἀντιθετέον构成的非人称结构。与格ταύτῃ表示所针对对立的对象,宾格τήν τε ... ἠρεμίαν καὶ τὴν ... μεταβολήν表示所应立出的对立项。
