- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:204.23-205.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《范畴篇》第15章(15b17–31),斐洛庞奴斯阐释了“具有”一词的多义性及其严格的范畴界定,梳理了体内、体周、部分、所有物、容器等不同方式,并考察了为何“具有妻子”被视为最显疏离的用法。
" Τὸ δὲ ἔχειν κατὰ πλείονας τρόπους λέγεται." Τὸ ἔχειν φωνή ἐστιν ὁμώνυμος· οὐ μόνον γὰρ μίαν τῶν δέκα κατηγοριῶν δηλοῖ ἀλλὰ καὶ ἕτερα πλείονα· λεγόμεθα γὰρ ἐπιστήμην ἔχειν καὶ ἀρετὴν καὶ ὅσα ἄλλα ἀπαριθμεῖται. κυρίως δὲ ἡ τοῦ ἔχειν κατηγορία οὐσίας δηλοῖ περὶ οὐσίαν περίθεσιν,1 ὡς ὅταν λεγώμεθα ἱμάτιον περικεῖσθαι ἢ δακτύλιον ἢ ὑποδήματα. τὸ δὲ γυναῖκα ἔχειν ἢ ἀγρὸν ἤ τι τοιοῦτον ἕτερόν τί ἐστιν. ἵνα οὖν μὴ ἐκ τῆς ὁμωνυμίας ἀπατώμεθα, διήρθρωσεν ἡμῖν ἐνταῦθα ποσαχῶς τὸ ἔχειν λέγεται. μήποτε δὲ ἐπειδὴ ἀνωτέρω εἰπὼν περὶ τῆς οὐσίας καὶ τοῦ ποσοῦ καὶ τοῦ πρός τι καὶ τοῦ ποιοῦ καὶ τοῦ ποιεῖν καὶ πάσχειν τὸν περὶ τῶν λοιπῶν κατηγοριῶν παρῆκε λόγον ὡς σαφῆ, ὡρίσατο δὲ καὶ τὴν τοῦ ἔχειν κατηγορίαν οὐσίας λέγων εἶναι περὶ οὐσίαν περίθεσιν, λέγεται δὲ καὶ κατ’ ἄλλους τρόπους τὸ ἔχειν, διὰ τοῦτο νῦν ἀναλαμβάνει2 τὸν περὶ αὐτοῦ λόγον καὶ λέγει ποσαχῶς ἔχειν τι λεγόμεθα· λέγεται γάρ, φησί, τὸ ἔχειν ἢ κατὰ ποιότητα (λεγόμεθα γὰρ ἕξιν ἔχειν ἢ διάθεσιν ἢ ἐπιστήμην), ἢ κατὰ ποσότητα, ὡς εἰ λέγοιτο τὸ ξύλον τρεῖς φέρε πήχεις ἔχειν. ταῦτα μὲν οὖν τὰ ἐν τῷ σώματι. καὶ περὶ τὸ σῶμα δὲ ἔχειν λεγόμεθα, ὡς ἱμάτιον ἢ τόπον ἢ τοσόνδε χρόνον. καὶ μόριον δὲ ἔχειν λεγόμεθα, ὡς χεῖρα ἢ πόδα, καὶ ὡς κτῆμα, οἷον οἰκίαν. καὶ ὡς ἐν ἀγγείῳ δὲ λέγεται τὸ ἔχειν, ὡς ὁ κέραμος ἔχειν οἶνον λέγεται, καὶ καθ’ ὅσους ἄλλους τρόπους ἐγχωρεῖ τὸ ἔχειν λέγεσθαι. ἔοικε δέ, φησί, τὸ λέγειν γυναῖκα ἔχειν ἀλλοτριώτατον εἶναι τῶν τοῦ ἔχειν σημαινομένων· τὸ γὰρ γυναῖκα ἔχειν οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ συνοικεῖν γυναικί. ἀλλοτριώτατον δέ φησι, διότι οὐδὲν μᾶλλον ὁ ἀνὴρ λέγεται ἔχειν γυναῖκα ἢ ἡ γυνὴ ἄνδρα. ἀλλ’ ἔστι πρὸς τοῦτο εἰπεῖν ὅτι καὶ ἐπὶ τῶν κτημάτων οὐ μόνον ἡμεῖς ἀγρὸν ἔχειν λεγόμεθα ἢ δοῦλον, ἀλλὰ καὶ ὁ ἀγρὸς δεσπότην ἔχειν καὶ ὁ δοῦλος καὶ τὸ ἱμάτιον, καὶ ἐπὶ τῶν μερῶν καὶ τοῦ ὅλου οὐ μόνον τὸ ὅλον μέρη ἔχειν, ἀλλὰ καὶ τὰ μέρη ὁλότητα.
“‘具有’是在多种意义上说的。” “具有”是一个多义的词声;因为它不仅指十个范畴中的一个,还指其他更多的东西;因为我们被说成具有知识、具有美德以及所列举的其他一切事物。但严格说来,“具有”这一范畴指实体围绕实体的置入,正如当我们被说成披上外衣、戴上戒指或穿上鞋子时那样。而“具有妻子”或“具有田地”或诸如此类的东西则是另一回事。因此,为了使我们不被这种多义性所欺骗,他在此为我们清晰划分了“具有”是在多少种意义上说的。抑或,是否因为他在前文谈论了实体、数量、关系、性质、主动和被动之后,便将关于其余范畴的论述视为明晰而略过,并且在界定“具有”这一范畴时说它是实体围绕实体的置入,但“具有”也以其他方式被说及,正是由于这一点,他现在重新拾起关于它的论述,并说明我们被说成具有某物是在多少种意义上说的。因为他说,“具有”要么是依性质说的(因为我们被说成具有习性、心向或知识),要么是依数量说的,比如若说一段木头具有三肘长。这些便是在物体之中的东西。而且我们也被说成围绕物体具有〔某物〕,比如外衣、位所或这么长的时间。我们也被说成具有部分,比如手或脚;并且作为所有物来具有,比如房屋。此外,“具有”也如在容器中那样被说及,正如陶罐被说成具有酒那样,并且依一切容许说“具有”的其他方式被说及。然而他说,说“具有妻子”似乎是“具有”的诸涵义中最显疏离的;因为具有妻子无非就是与妻子同居。他说最显疏离,是因为丈夫被说成具有妻子并不甚于妻子被说成具有丈夫。但对此可以反驳说:在所有物上,不仅我们被说成具有田地或奴隶,田地、奴隶和外衣也被说成具有主人;而且在部分与整体上,不仅整体被说成具有部分,部分也被说成具有整体性。
"Ἴσως δ’ ἂν καὶ ἄλλοι τινὲς φανείησαν τοῦ ἔχειν τρόποι· οἱ δὲ εἰωθότες λέγεσθαι σχεδὸν πάντες κατηρίθμηνται." Πάλιν δὲ μὴ ἐπαναπαύεσθαι τοῖς αὐτοῦ λόγοις βουλόμενος ἡμᾶς φησιν ὅτι ἴσως μὲν καὶ ἄλλους εἶναι τοῦ ἔχειν τρόπους, οἵ γε μὴν εἰωθότες λέγεσθαι ἅπαντες ὑφ’ ἡμῶν ἠρίθμηνται.3
“或许‘具有’还会显出某些其他方式,但习惯上所说的几乎已被全部列举了。” 他又因为不希望我们安于他自己的言论,所以说或许“具有”也存在其他方式,但至少习惯上所说的那些已全部被我们列举出来了。
- 11.1οὐσίας δηλοῖ περὶ οὐσίαν περίθεσιν
οὐσίας作为宾格性属格依存于名词περίθεσιν(“置入实体”),而介词短语περὶ οὐσίαν则指明置入的位置或周围(“围绕实体”)。该结构极其凝练地表达了“将某一实体(如衣服)置于另一实体(如身体)周围”。
- 11.1μήποτε δὲ ἐπειδὴ ἀνωτέρω εἰπὼν ... διὰ τοῦτο νῦν ἀναλαμβάνει
μήποτε后接直陈式现在时ἀναλαμβάνει,引入一种委婉的推测或解释(“抑或,是否因为……”)。全句为一个延展的因果结构:ἐπειδή从句中包含多个分词短语与并列从句(εἰπὼν..., παρῆκε..., ὡρίσατο δὲ..., λέγεται δὲ...),最终落脚于主句διὰ τοῦτο νῦν ἀναλαμβάνει ... καὶ λέγει。
- 11.2ἴσως μὲν καὶ ἄλλους εἶναι τοῦ ἔχειν τρόπους, οἵ γε μὴν εἰωθότες λέγεσθαι ἅπαντες ὑφ’ ἡμῶν ἠρίθμηνται
在φησιν ὅτι之后,前一分句采用了宾格加不定式结构(ἄλλους εἶναι ... τρόπους),而形成对照的后一分句则转换为主格加直陈式现在完成时被动态(ἠρίθμηνται)。这是ὅτι引导的间接引语中由不定式转向直陈式的句法交替。
