- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:201.1-202.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解15a28,解释将变质与其他运动视为同一的反向驳斥,并论证即便变质或位所运动先行或伴随其他运动,也不意味着同一性,最后举出依添加而增大的例证。
" Ὡσαύτως δὲ καὶ τὸ αὐξανόμενον ἤ τινα ἄλλην κίνησιν κινούμενον ἀλλοιοῦσθαι." Ἀνάπαλιν κατασκευάζει τὸν λόγον· οὐ μόνον γάρ, φησίν, εἴ γε ἦν ταὐτὸν ἀλλοίωσις ταῖς ἄλλαις κινήσεσιν, ἔδει τὸ ἀλλοιούμενον εὐθὺς καὶ κατὰ μίαν τῶν ἄλλων κινεῖσθαι κινήσεων, ἀλλὰ καὶ ἀνάπαλιν εἴ τι κινηθείη κατὰ αὔξησιν ἢ μείωσιν ἤ τινα τῶν λοιπῶν, τοῦτο εὐθὺς καὶ ἀλλοιοῦσθαι,1 εἰ καὶ τὰ μάλιστα προυπάρχει τῶν λοιπῶν κινήσεων ἡ ἀλλοίωσις ἤτοι παρακολουθεῖ αὐταῖς· δεῖ γὰρ τὸ αὐξανόμενον πάντως καὶ ἀλλοιότερον γενέσθαι· δεῖ γὰρ ἐν τοῖς αὐξανομένοις πρῶτον ἀλλοιοῦσθαι τὴν τροφὴν εἰς αἷμα κἀκεῖνο εἰς σάρκα, καὶ οὐκ ἂν ἄλλως αὔξησις γένοιτο μὴ προηγουμένης ἀλλοιώσεως. ἀλλὰ μὴν καὶ τῶν γινομένων ἀλλοίωσις προηγεῖται· τὸ γὰρ σπέρμα ἀλλοιωθείη ἂν εἰς αἷμα κἀκεῖνο εἰς σάρκα καὶ ὅπως ἂν ἄλλως οἱ τῆς φύσεως ἄγωσι νόμοι. καὶ ἐπὶ πασῶν δὲ τῶν ἄλλων κινήσεων ἔστι τὴν ἀλλοίωσιν ἤτοι ἑπομένην ἢ καὶ ἡγουμένην θεωρῆσαι· τοῖς τὴν κατὰ τόπον κινουμένοις καὶ μάλιστα, εἰ πλεῖον καὶ συντονώτερον κινηθεῖεν, ἕπεται ἀλλοίωσις, θερμαινομένων φέρε τῶν κινουμένων. εἰ οὖν, ὅπερ εἶπον, καὶ παρέπεται ταῖς ἄλλαις κινήσεσιν ἡ ἀλλοίωσις, ἀλλ’ οὐ παρὰ τοῦτο ταὐτόν φαμεν ἀλλοίωσιν εἶναι2 ταῖς ἄλλαις κινήσεσιν, ἐπεὶ καὶ ἡ ἐν τόπῳ κίνησις πάσαις ταῖς ἄλλαις παρακολουθεῖ· τό τε γὰρ γινόμενον πάντως καὶ τὴν κατὰ τόπον κινεῖται κίνησιν καὶ τὸ φθειρόμενον ὁμοίως, ἔτι τε τὸ αὐξανόμενον καὶ μειούμενον· τούτων γὰρ ἑκάστης ἀνάγκη τὴν κατὰ τόπον προηγήσασθαι, καὶ ταύτης μὴ οὔσης τῶν ἄλλων τινὰ γενέσθαι ἀδύνατον· κοινῶς τε γὰρ πλησιάζοντός τε τοῦ ἡλίου καὶ ἀφισταμένου ἡ καθόλου γένεσις καὶ φθορὰ γίνεται, καὶ ἰδίᾳ δὲ δεῖ τὸ σπέρμα δηλονότι πεσεῖν εἰς τὴν γῆν ἢ καὶ εἰς τὴν μήτραν ἢ καὶ τὸ ἄρρεν τῷ θήλει προσελθεῖν· τοῦτο δὲ κατὰ τόπον ἐστὶ κίνησις. καὶ ἐπὶ φθορᾶς δηλονότι δεῖ τὰ συνελθόντα στοιχεῖα διακριθῆναι ἀπ’ ἀλλήλων. ἐπὶ δὲ αὐξήσεως καὶ φθίσεως προφανὴς ἡ κατὰ τόπον μεταβολή· δεῖ γὰρ τὸ αὐξανόμενον ἐξ ἐλάττονος μείζονα καταλαβεῖν τόπον καὶ τὸ μειούμενον ἐκ μείζονος ἐλάττονα. ἀλλὰ μὴν καὶ τὸ ἀλλοιούμενον· ἀπὸ γὰρ τοῦ βάθους διέρχεται ἡ ποιότης ἐπὶ τὴν ἐπιφάνειαν, ὡς ἐπὶ τῶν ἐρυθριώντων ἢ ὠχριώντων, καὶ ὅτι δεῖ πλησιάσαι τὸ ἀλλοιοῦν τῷ ἀλλοιουμένῳ. ἀλλ’ εἰ καὶ πάσῃ κινήσει ἡ κατὰ τόπον παρακολουθεῖ, ἀλλ’ οὖν προφανὲς ὡς ἄλλη ἐστὶ παρ’ αὐτάς, ἐπεὶ καὶ τῷ ἐν φωτὶ σώματι παρακολουθεῖ μὲν πάντως ἡ σκιά, οὐ μὴν διὰ τοῦτο ἤδη καὶ ταὐτόν ἐστιν ἡ σκιὰ τῷ ἐν φωτὶ σώματι. οὕτως οὖν λέγω καὶ ἐπὶ τῆς ἀλλοιώσεως, ὅτι εἰ καὶ ταῖς ἄλλαις πάσαις παρακολουθεῖ, ἀλλ’ οὐχὶ διὰ τοῦτο καὶ ταὐτόν ἐστιν ἐκείναις, ὁπότε οὐδὲ πάσῃ κινήσει παρακολουθεῖ ἡ ἀλλοίωσις·3 τὰ γὰρ κατὰ πρόσθεσιν αὐξανόμενα αὔξεται μέν (μείζονα γὰρ ἐξ ἐλαττόνων γίνεται), ὡς εἰ τῇ δεξαμενῇ προστεθείη ὕδωρ, ἀλλοιότερα δὲ οὐ γίνεται.
“同样,增大的事物或按某种其他运动而运动的事物也被变质。” 他反向建构了这一论证;因为他说,不仅如果变质与其他运动是同一的,被变质的事物就必定立刻也要依其他运动之一运动,而且反过来,如果某物依增大或减少或其余运动中的某种而运动,即使变质在极高程度上先于其余运动存在或伴随它们,此物也必定立刻就被变质;因为增大的事物无论如何也必定变得在性质上有所不同;因为在增大的事物中,养分必须首先变质为血液,血液再变质为肌肉,若没有先行的变质,增大就不可能发生。不仅如此,变质也先行于生成的事物;因为种子会变质为血液,血液再变质为肌肉,以及依自然法则所引导的任何其他方式变质。而且在一切其他运动的情形下,都可以观察到变质要么是后随的,要么也是先行的;对于依位所运动的事物,尤其是若它们运动得更多更剧烈,变质便会后随,比如运动的事物会受热。因此,正如我所说,即便变质伴随其他运动,但我们并不因此就说变质与其他运动是同一的,因为在位所中的运动也伴随所有其他运动;因为生成的事物无论如何也依位所的运动而运动,灭亡的事物同样如此,此外增大的和减少的事物也是如此;因为依位所的运动必然先行于它们中的每一个,若此运动不存在,其他任何运动便不可能发生;因为从普遍而言,随着太阳的接近和远离,产生普遍的生成与灭亡,而就个别而言,种子显然必须落入大地或子宫,或者雄性走向雌性;而这是依位所的运动。在灭亡中,显然聚合在一起的元素必须彼此分离。在增大与缩减中,依位所的变换是显而易见的;因为增大的事物必须从较小的位所占有较大的位所,减少的事物必须从较大的位所占有较小的位所。不仅如此,被变质的事物也是如此;因为性质从深处穿行到表面,正如脸红或发白的人那样,而且使之变质者必须接近被变质者。但是,即便依位所的运动伴随每一种运动,然而显然它是不同于它们的,因为影子固然完全伴随光中的物体,但绝不因此影子就已经与光中的物体是同一的。因此对于变质我也这样说:即便它伴随所有其他运动,但决不因此它就与那些运动是同一的,何况变质甚至并不伴随每一种运动;因为依添加而增大的事物固然增大(因为它们从较小者变为较大者),比如向水槽中加水,但它们并没有变得在性质上有所不同。
- 10.6ἀλλὰ καὶ ἀνάπαλιν εἴ τι κινηθείη κατὰ αὔξησιν ἢ μείωσιν ἤ τινα τῶν λοιπῶν, τοῦτο εὐθὺς καὶ ἀλλοιοῦσθαι
不定词 ἀλλοιοῦσθαι 在句法上受前一分句中的动词 ἔδει 支配(ἔδει ... τοῦτο εὐθὺς καὶ ἀλλοιοῦσθαι)。过去直陈式 ἔδει 引导与事实相反的主句,并与带有祈愿式的条件从句 εἴ τι κινηθείη 相结合。
- 10.6ἀλλ’ οὐ παρὰ τοῦτο ταὐτόν φαμεν ἀλλοίωσιν εἶναι
介词 παρά 支配宾格 τοῦτο 的短语(παρὰ τοῦτο)与否定词 οὐ 结合,是表示否定原因或理由的习惯表达(“并不因此”)。它与后文的 οὐχὶ διὰ τοῦτο καὶ ταὐτόν ἐστιν 同义。
- 10.6ὁπότε οὐδὲ πάσῃ κινήσει παρακολουθεῖ ἡ ἀλλοίωσις
连词 ὁπότε 并非引导时间从句,而是引导原因从句(“既然”、“何况”),用来引入进一步强化前述论断的补充论据。
