- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:199.25-200.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯遵循亚里士多德,论证了生成、灭亡、增大、减少与位移各自是独立的运动,随后通过受热与冷却的例子证实变质是一个不必然伴随其他运动的独立运动种。
" Αἱ μὲν οὖν ἄλλαι κινήσεις φανερὸν ὅτι ἕτεραι ἀλλήλων εἰσίν· οὐ γάρ ἐστιν ἡ γένεσις φθορὰ οὐδέ γε ἡ αὔξησις μείωσις οὐδὲ ἡ κατὰ τόπον μεταβολή, ὡσαύτως δὲ καὶ αἱ ἄλλαι." Ἀπαριθμησάμενος τὰ εἴδη τῆς κινήσεως ἐντεῦθεν λοιπὸν διακρίνει ταῦτα ἀλλήλων καὶ δείκνυσι πῶς οὐκ εἰσὶ τὰ αὐτά· οὔτε γὰρ ἡ γένεσις, φησί, φθορά ἐστιν οὔτε ἡ αὔξησις μείωσις (πῶς γάρ, ὁπότε καὶ ἐναντία ἐστίν;), ἀλλ’ οὐδὲ μὴν ἡ αὔξησις γένεσις (αὔξεται μὲν γὰρ τὸ ὄν, γίνεται δὲ τὸ μὴ ὄν), ἀλλ’ οὔτε μὴν ἡ μείωσις φθορά· καὶ ἐπὶ τούτων γὰρ ὁ αὐτὸς λόγος· ἡ μὲν γὰρ μείωσις ὕφεσίν τινα κατὰ ποσὸν τοῦ ὄντος σημαίνει, ἡ δὲ φθορὰ παντελῆ τοῦ ὄντος ἀφανισμόν. οὔτε δὲ πάλιν ἡ κατὰ τόπον μεταβολὴ ἑνὶ τῶν εἰρημένων συμβαίνει· τὸ γὰρ ἐκ τόπου εἰς τόπον μεταβάλλον οὔτε γίνεται οὔτε φθείρεται οὔτε αὔξεται οὔτε μειοῦται· οὐδὲ γὰρ εἰ ἐξ Ἀθηνῶν τυχὸν ἐπὶ Κόρινθον μεταβαίνοι Σωκράτης, ἕν τι τῶν εἰρημένων πείσεται, ἀλλ’ ὁ αὐτὸς μένων κατὰ πάντα μεταβάλλει κατὰ μόνον τὸν τόπον.
“因此其他运动显然彼此不同;因为生成不是灭亡,增大也不是减少或依位所的变换,其他运动同样如此。” 在列举了运动的种之后,从这里开始他便将它们彼此区分,并指明它们如何不是同一的;因为他说,生成既不是灭亡,增大也不是减少(因为既然它们甚至是相反者,又怎么可能呢?)。然而增大确实也不是生成(因为增大的是存在者,而生成的是不存在者);减少确实也不是灭亡;因为关于这些也有同样的论述:减少意指存在者在量上的某种缩减,而灭亡则是存在者的完全消失。此外,依位所的变换也不伴随上述[运动]中的任何一个;因为从一处变换到另一处的事物既不生成也不灭亡,既不增大也不减少;因为即便苏格拉底碰巧从雅典前往科林斯,他也不会遭受上述[运动]中的任何一个,而是在一切方面保持同一,仅依位所发生变换。
"Ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἔχει τινὰ ἀπορίαν, μήποτε ἀναγκαῖον ᾖ τὸ ἀλλοιούμενον κατά τινα τῶν λοιπῶν κινήσεων ἀλλοιοῦσθαι.1" Ὅτι μέν, φησίν, αἱ ἄλλαι πᾶσαι κινήσεις οὐκ εἰσὶν ἀλλήλαις αἱ αὐταί, οὐδεὶς διημφισβήτηκεν· ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἀπορητέον, μήποτε τὸ ἀλλοιούμενον ἀνάγκη ἤτοι κατὰ γένεσιν ἀλλοιοῦσθαι ἢ κατὰ φθορὰν ἢ αὔξησιν ἢ μείωσιν ἤ τινα τῶν λοιπῶν. ἀλλὰ τοῦτο, φησίν, οὐκ ἔστιν ἀληθές· ἐπὶ γὰρ τῶν πλείστων παθῶν, θερμάνσεώς φησι καὶ ψύξεως καὶ τῶν ὁμοίων, ἀλλοιούμεθα μὲν πάντως, οὐ μὴν τινα τῶν λοιπῶν κινήσεων ὑπομένομεν· οὔτε γὰρ αὔξεσθαι δεῖ τὸ θερμαινόμενον ἢ ψυχόμενον ἢ μειοῦσθαι ἢ γίνεσθαι ἢ φθείρεσθαι ἤ τι τῶν λοιπῶν ὑπομένειν. ὥστε κεχώρισται τῶν ἄλλων κινήσεων ἡ ἀλλοίωσις.
“但在变质的情形下,它带有一个疑难,即被变质的事物是否必定依其余运动中的某种而变质。” 他说,其他一切运动彼此并非同一,这一点无人提出异议;但在变质的情形下必须提出疑难,即被变质的事物是否必定或者依生成变质,或者依灭亡、增大、减少,或者依其余运动中的某种变质。但他说,这不是真的;因为在大多数受动状态的情形下,他说即受热、冷却及类似状态中,我们固然完全被变质,却绝不承受其余运动中的任何一种;因为受热者或冷却者并不必定增大、减少、生成、灭亡或承受其余事情中的任何一件。因此,变质与其他运动被分开了。
"Εἰ γὰρ ἦν ἡ αὐτή, ἔδει τὸ ἀλλοιούμενον εὐθὺς καὶ αὔξεσθαι2 ἢ μειοῦσθαι ἤ τινα τῶν ἄλλων ἀκολουθεῖν κινήσεων." Εἰ ταὐτὸν ἦν, φησίν, ἡ ἀλλοίωσις μιᾷ τῶν ἄλλων κινήσεων, ἔδει πάντως τὸ ἀλλοιούμενον καί τινα τῶν λοιπῶν ὑπομένειν κινήσεων. νῦν δὲ τοῦτο οὐ συμβαίνει· ἀλλοιοῦται μὲν γὰρ τὰ σώματα διατρίψαντα ἐν ἡλίῳ, θερμαινόμενά τε καὶ μελαινόμενα, οὐ μὴν τούτου γε ἕνεκεν αὔξεται ἢ μειοῦται ἤ τι τῶν λοιπῶν ὑπομένει. τὰ αὐτὰ δὲ ἔστιν εἰπεῖν καὶ περὶ τῶν ὑπὸ ψύχους ἀλλοιουμένων ἢ ὁπωσοῦν ἄλλως.
“因为如果它是同一的,被变质的事物就必定立刻也要么增大,要么减少,或者伴随有其他运动中的某种。” 他说,如果变质与其他运动中的一种是同一的,被变质的事物就无论如何也必定要承受其余运动中的某种。但事实并非如此;因为在阳光下待过的身体固然变质了,既受热又变黑,但绝不因此就增大或减少,也不承受其余事情中的任何一件。关于因受冷或依任何其他方式被变质的事物,也可以说同样的话。
- 10.4μήποτε ἀναγκαῖον ᾖ τὸ ἀλλοιούμενον κατά τινα τῶν λοιπῶν κινήσεων ἀλλοιοῦσθαι
由 ἀπορίαν 引出的 μήποτε 搭配虚拟式(ᾖ),构成表达怀疑、担忧或谨慎推测(“是否或许必定……”)的间接疑问从句。
- 10.5Εἰ γὰρ ἦν ... ἔδει τὸ ἀλλοιούμενον εὐθὺς καὶ αὔξεσθαι
这是一个与现在事实相反的非真实条件句结构。在主句中,表达必要性或义务的无人称动词未完成过去时 ἔδει 通常不带 ἄν,表示未曾实现的必然性(“本来必定应当……”)。
