← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§19.21-20.33

说明与实体用词辨析及同名异义之难点

斐洛波诺斯解释了亚里士多德为何使用更具包容性的“说明”而非“定义”,为何在涵盖偶性的广义上使用“实体”,以及为何添加“实体的”之限定以防与语词声音的定义相混淆;他进而解答了同名异义者自身是否因共享“同名异义者”的定义而可被称为同名同义者这一难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8#1

" Ὁ δὲ κατὰ τοὔνομα λόγος." Τί δή ποτε μὴ εἶπεν ‘ὁ δὲ κατὰ τοὔνομα ὁρισμός’, ἀλλὰ λόγος; φασὶν ἐπειδήπερ οὐκ ἐπὶ πάντων τῶν πραγμάτων εὐποροῦμεν ὁρισμῶν, ἀλλ’ ἔστιν ὅτε ὑπογραφαῖς κεχρήμεθα ἀποροῦντες δι’ ὁρισμῶν ἀποδιδόναι τὰ πράγματα· τῶν γοῦν γενικωτάτων γενῶν ὁρισμὸν ἀποδοῦναι ἀδύνατον· πᾶς γὰρ ὁρισμὸς ἐκ γένους ἐστὶ καὶ συστατικῶν διαφορῶν, τούτων δὲ ὑπεραναβεβηκὸς γένος οὐκ ἔστιν εὑρεῖν, ἵνα ἐκ τούτου καὶ τῶν διαφορῶν ἀποδῶμεν αὐτῶν τὸν ὁρισμόν, διὸ ἀνάγκη κἂν δι’ ὑπογραφῆς αὐτὰ ἀποδιδόναι. διὰ τοῦτο οὐκ εἶπεν ‘ὁ δὲ κατὰ τοὔνομα ὁρισμός’, ἐπειδὴ παρελίμπανε τὰ δι’ ὑπογραφῆς σημαινόμενα· δυνατὸν γὰρ ταύτῃ χρήσασθαι ἐπὶ πάντων, ἐκ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων τοῖς πράγμασιν αὐτὴν λαμβάνοντας.1 ἀλλὰ λέγω ὅτι ἐν οἷς ἔστι δι’ ὁρισμῶν ἀποδοῦναι τὰ πράγματα, περιττὸν τὸ δι’ ὑπογραφῆς ἀποδοῦναι. καὶ διὰ τί οὖν μὴ εἶπεν ‘ὁ δὲ κατὰ τοὔνομα ὁρισμὸς ἤτοι ὑπογραφή’; λέγομεν οὖν ὅτι συντομίας ὢν ἐραστὴς τὸ κοινῶς τούτων κατηγορούμενον εἶπεν, ὅπερ ἐστὶν ὁ λόγος· λόγος γὰρ λέγεται καὶ ὁ ὁρισμὸς καὶ ἡ ὑπογραφὴ τῆς οὐσίας. Ἆρ’ οὖν οὐκ ἔστι καὶ ἐν τοῖς συμβεβηκόσιν ὁμωνυμία; καὶ μὴν ὁρῶμεν τὸ τοιοῦτον· τὸ γὰρ ὀξὺ κατηγορεῖται καὶ κατὰ χυμοῦ καὶ φωνῆς καὶ νοσήματος καὶ ὄγκου· λέγομεν γὰρ ὀξὺν χυμὸν καὶ ὀξεῖαν φωνὴν καὶ ὀξὺ νόσημα καὶ ὄγκον ὀξύν. ὁμοίως καὶ τὸ βαρὺ κατηγορεῖται καὶ κατὰ φωνῆς καὶ κατὰ ὄγκου καὶ κατὰ ἤθους ψυχῆς, ὡς ὅταν λέγωμεν ‘βαρὺς ἄνθρωπος’. πῶς οὖν εἶπε τῆς οὐσίας; φαμὲν ὅτι διπλοῦν οἶδε τὸ σημαινόμενον τῆς οὐσίας ὁ Ἀριστοτέλης, καθ’ ἓν μὲν τὴν ἀντιδιαστελλομένην πρὸς τὰ συμβεβηκότα καὶ αὐθυπόστατον (ἐκείνων ἐν ἑτέρῳ τὸ εἶναι ἐχόντων, λέγω δὴ ἐν τῇ οὐσίᾳ), καθ’ ἕτερον δέ, καθ’ ὃ πᾶσαν ἁπλῶς ὕπαρξιν οὐσίαν καλεῖ, καθ’ ὃ νῦν σημαινόμενον ἐχρήσατο τῷ τῆς οὐσίας ὀνόματι περιλαμβάνων καὶ τὰ συμβεβηκότα. τί δή ποτε ὅλως προσέθηκε τῆς οὐσίας, καὶ μὴ εἶπεν ‘ὁ δὲ κατὰ τοὔνομα λόγος ἕτερος’; λέγομεν οὖν ἵνα μή τις ἀποδιδοὺς τῆς φωνῆς τὸν ὁρισμὸν λέγῃ τὰ ὁμώνυμα εἶναι συνώνυμα· δυνατὸν γὰρ τῆς Αἴας φωνῆς ἀποδοῦναι τὸν ὁρισμὸν ἤτοι τὴν ὑπογραφὴν λέγοντας ὅτι ἐστὶν Αἴας φωνὴ δισύλλαβος βαρύτονος ψιλὴ εἰς καθαρὸν ας λήγουσα, καὶ κατὰ τοῦτο συνώνυμοι ἔσονται οἱ Αἴαντες. διὰ τοῦτο ἀκριβῶς προσέθηκεν ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας, τοῦτ’ ἔστι τῆς ὑπὸ τοῦ ὀνόματος σημαινομένης.2 Φασὶ δέ τινες μήποτε καὶ τὰ ὁμώνυμά εἰσι συνώνυμα·3 κοινωνοῦσι γὰρ ἀλλήλοις καὶ κατὰ τοὔνομα καὶ κατὰ τὸν ὁρισμὸν τὸν τοῦ ὁμωνύμου· τῶν γὰρ Αἰάντων κατηγορεῖται μὲν καὶ αὐτὸ τὸ ὁμώνυμον, οὐ μόνον δὲ ἀλλὰ καὶ ὁ τοῦ ὁμωνύμου ὁρισμός· ἑκάτερος γὰρ αὐτῶν λέγεται ἔχειν τῷ ἑτέρῳ ὄνομα μόνον κοινόν, τὸν δὲ κατὰ τοὔνομα λόγον τῆς οὐσίας ἕτερον. οὕτως οὖν ἐδείχθη καὶ τὰ ὁμώνυμα ὄντα συνώνυμα. τί οὖν ἐροῦμεν; πρῶτον μὲν οὐδὲν ἄτοπον, εἰ τὰ αὐτὰ καὶ ὁμώνυμα καὶ συνώνυμά εἰσι κατ’ ἄλλο καὶ ἄλλο, μᾶλλον δὲ καὶ ἀναγκαῖον· οἱ γὰρ Αἴαντες ᾗ μὲν ἄνθρωποι, συνώνυμοί εἰσιν, ᾗ δ’ Αἴαντες, ὁμώνυμοι. οὕτω τοίνυν κἀνταῦθα ᾗ μὲν Αἴαντες, ὁμώνυμοι (μόνης γὰρ τῆς Αἴας φωνῆς κοινωνοῦντες τῷ κατ’ αὐτὴν ὁρισμῷ διαφέρουσιν), ᾗ δὲ ὁμώνυμοι, συνώνυμοι κοινωνοῦντες οὐ μόνον τῆς τοῦ ὁμωνύμου προσηγορίας, ἀλλὰ καὶ τοῦ κατ’ αὐτὴν ὁρισμοῦ.

“而依该名称的说明。” 他究竟为何不说“依该名称的定义”,而说“说明”?他们说,这是因为我们并非对所有事物都能从容获得定义,而是有时当我们无法通过定义来表述事物时便使用描述;至少表述最普遍的属的定义是不可能的;因为一切定义都是由属和构成性种差组成的,而在这些属之上却无法找到更高的属,以便我们能根据它和种差来表述它们的定义,所以哪怕通过描述也必须把它们表述出来。正因如此,他才没有说“依该名称的定义”,因为这会遗漏那些通过描述而被指示的事物;因为只要从附随属于事物本身的属性中获取描述,便可能对所有事物都使用描述。但我说,在能够通过定义来表述事物的地方,通过描述来表述乃是多余的。那么他又为何不说“依该名称的定义或描述”呢?于是我们说,由于他是简明的爱好者,他便说出了共同述说于这两者的东西,那正是“说明”;因为实体的定义和描述都被称为“说明”。那么,在偶性中难道也没有同名异义性吗?然而我们确实看到了这样的情况;因为“锐利的”既述说于滋味,又述说于声音、疾病和形体体积;因为我们说酸锐的滋味、尖锐的声音、急性的疾病和尖锐的形体体积。同样,“沉重的”也既述说于声音,又述说于形体体积和灵魂的性情,正如当我们说“沉重的人”时。那么,他怎么会说“实体的”呢?我们说,亚里士多德知晓“实体”的双重含义:其一是指与偶性相对立且自立的存在(因为那些偶性是在他物之中,我指的是在实体之中拥有存在),其二则是指他把一切实在都不加限定地称为“实体”,而他现在正是按照这种含义使用了“实体”这一名称,连同偶性也一并包括在内。说到底他究竟为何要加上“实体的”,而不仅仅说“依该名称的说明是不同的”?于是我们说,这是为了不让有人通过给出语词声音的定义而宣称同名异义者是同名同义的;因为完全可能给出“埃阿斯”这个语词声音的定义或描述,说“埃阿斯”是一个双音节、末音节不带重音、不送气、以纯粹的 as 结尾的声音,而依照这一点,双埃阿斯就将是同名同义的。正因如此,他才精确地加上了“依该名称的实体的说明”,也就是指由该名称所意指的实体的说明。然而有人说,同名异义者本身难道不也是同名同义的吗?因为它们彼此之间既在名称上共通,也在“同名异义者”的定义上共通;因为对双埃阿斯不仅述说着“同名异义者”本身,而且述说着同名异义者的定义;因为他们中的每一个人都被说成是与另一个人“仅有名称是共同的,而依该名称的本质说明是不同的”。如此一来,同名异义者也就被证明是同名同义的了。那么我们将说什么呢?首先,如果同一事物依不同的方面既是同名异义的又是同名同义的,这绝非荒谬,甚至不如说是必然的;因为双埃阿斯就他们是人而言是同名同义的,但就他们是埃阿斯而言则是同名异义的。因此在这里也是同样,就他们是埃阿斯而言,他们是同名异义的(因为他们仅共同享有“埃阿斯”这一声音,而在依该声音的定义上却彼此不同),但就他们是同名异义者而言,他们则是同名同义的,不仅共同享有“同名异义者”这一称呼,而且也共同享有依该称呼的定义。

语法注3 条
  1. 1.8ἐκ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων τοῖς πράγμασιν αὐτὴν λαμβάνοντας

    阳性宾格分词 λαμβάνοντας 的逻辑主语是语境中泛指的人(“人们”或“我们”),作为前文不定式 χρήσασθαι 的施事主语补充理解。αὐτήν 指代前文的阴性名词 ὑπογραφή(描述)。

  2. 1.8τῆς ὑπὸ τοῦ ὀνόματος σημαινομένης

    定冠词 τῆς 与分词 σημαινομένης 之间省略了名词 οὐσίας,构成限定短语,意为“由该名称所意指的实体的”。此处是对亚里士多德特意添加“实体的”而非单说“依该名称的说明”这一意图的转述与阐明。

  3. 1.8Φασὶ δέ τινες μήποτε καὶ τὰ ὁμώνυμά εἰσι συνώνυμα

    连词 μήποτε 在此引导带有疑虑或推测的从句(“难道不也是……吗”),以间接引语的形式引出某些学者所提出的疑难(aporia)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:19.21-20.33