← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§198.21-199.24

六种运动的推导及其与物理学的视阈差异

斐洛庞努斯从实体、质、量和位所的划分中推导出运动的六个种,并通过对比逻辑学与自然学的视角,解释了《范畴篇》中的六分法与《物理学》中严格的三分法(运动、生成、灭亡)之间的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.2

" Κινήσεως δέ ἐστιν εἴδη ἕξ· γένεσις φθορὰ αὔξησις μείωσις ἀλλοίωσις ἡ κατὰ τόπον μεταβολή." Ἐν τῷ τῆς κινήσεως λόγῳ τρία ταῦτα ζητοῦνται· πόσα τὰ εἴδη τῆς κινήσεώς εἰσι καὶ τίνι διακρίνονται ἀλλήλων καὶ τρίτον ἐπὶ τούτοις ποίῳ εἴδει κινήσεως ποῖον ἀντίκειται. πόσα μὲν οὖν εἴδη κινήσεως, αὐτὸς φθάσας ἀπηριθμήσατο ἓξ εἶναι λέγων. ἀλλ’ ἵνα καὶ ἐπιστημονικῶς τοῦτο γινώσκωμεν ἡμεῖς διὰ τί ἕξ εἰσι τὰ εἴδη τῆς κινήσεως καὶ οὔτε πλείονα οὔτε ἐλάττονα, ἐκ διαιρέσεως παραγάγωμεν τὸν λόγον. λέγομεν οὖν ὅτι τρία τινά ἐστι περὶ τὴν ἡμετέραν φύσιν θεωρούμενα, αὐτὴ ἡ οὐσία τὰ ἐν τῇ οὐσίᾳ τὰ περὶ τὴν οὐσίαν· τὰ μὲν ἐν αὐτῇ, ὡς εἰς μεγάλα μέρη διελεῖν,1 εἰσὶ τὸ ποσὸν καὶ τὸ ποιόν (εἰς μεγάλα δὲ εἴπομεν, ὅτι εἰ καὶ ἄλλαι κατηγορίαι εἰσὶν ἐν τῇ οὐσίᾳ, ἀλλ’ οὖν ἐκ τούτων ἔχουσι τὴν γένεσιν, ὡς φθάσαντες εἴπομεν), περὶ τὴν οὐσίαν δέ ἐστιν ὁ τόπος [καὶ ὁ χρόνος]. τριῶν οὖν τούτων ὄντων τῆς μὲν οὐσίας κίνησίς ἐστιν ἡ γένεσις καὶ φθορά, τῆς δὲ ποιότητος ἀλλοίωσις, τῆς δὲ ποσότητος αὔξησις καὶ μείωσις, τοῦ δὲ τόπου ἡ κατὰ τόπον μεταβολή, ἥτις καλεῖται φορά. τῆς δὲ φορᾶς ἡ μὲν καλεῖται εὐθυφορία, ἡ ἄνω καὶ κάτω, ἡ δὲ περιφορά, ἡ ἐπὶ τὸ πέριξ ὡς ἡ τοῦ οὐρανοῦ. ἐνταῦθα μὲν οὖν ταῦτα τὰ ἓξ φησιν εἴδη τῆς κινήσεως εἶναι, τὴν φορὰν οὐ διαιρῶν εἰς εὐθυφορίαν καὶ κυκλοφορίαν, ἐν δὲ τῇ Φυσικῇ ἀκροάσει τὴν μεταβολὴν γένος εἶναι βούλεται καὶ ταύτης εἶναι εἴδη τρία, κίνησιν γένεσιν φθοράν· ἀντιδιαιρεῖ γὰρ ἐκεῖ τῇ γενέσει καὶ τῇ φθορᾷ τὴν κίνησιν· οὐ γὰρ βούλεται ἐν ἐκείνοις τὴν γένεσιν μενόντων τινῶν καὶ εἰδοπεποιημένων εἶναι μεταβολὴν κατά τι τῶν περὶ αὐτὰ συμβεβηκότων.2 διό φησι τὰ κινούμενα κινεῖσθαι ἢ κατὰ ποσὸν ἢ κατὰ ποιὸν ἢ κατὰ τόπον φυλάττοντα τὸ ἐξ ἀρχῆς οὐσιῶδες εἶδος. ἐπὶ δὲ τῆς γενέσεως καὶ τῆς φθορᾶς οὐ μένει τὸ ἐξ ἀρχῆς εἶδος ἐν τῷ μεταβάλλοντι, διότι ἡ μὲν γένεσις ὁδός ἐστιν ἀπὸ τοῦ πῇ μὴ ὄντος εἰς τὸ πῇ ὄν, τοῦτ’ ἔστιν ἀπὸ τοῦ δυνάμει ὄντος εἰς τὸ ἐνεργείᾳ ὄν, ἡ δὲ φθορὰ ὁδός ἐστι πάλιν ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὄν. ἐνταῦθα μέντοι ἐπειδὴ εἰσαγωγικόν ἐστι τὸ βιβλίον καὶ λογικὸν μᾶλλον, οὐ φυσικόν, οὐκ ἀκριβολογεῖται περὶ τούτων, ἀλλὰ καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν κινήσεις εἶναι λέγει· οὐ γὰρ ὡς φυσικὸς ἐνταῦθα διαλέγεται, ἀλλ’ ὡς λογικός, ζητῶν ἐν τούτοις τίνα τίσιν ἕπεται ἢ οὐχ ἕπεται.

“运动有六个种:生成、灭亡、增大、减少、变质、依位所的变换。” 在关于运动的论述中,探求着以下三件事:运动的种有多少,它们依何者彼此区别,以及在这些之外第三,何种运动与何种运动相反。那么关于运动有多少个种,他自己先前已列举过,说是六个。但为了我们也能以科学的方式认识到为何运动的种是六个,既不多也不少,让我们从划分出发推导这个论证。于是我们说,就我们的自然本性而言被考察的有三样事物:实体本身、在实体之中的事物、围绕实体的事物。就大致的部分来划分的话,在它之中的事物是量和质(我们说“就大致的部分”,是因为即便其他范畴也在实体之中,但无论如何它们都由这些获得生成,正如我们先前所说);而围绕实体的则是位所[与时间]。既然这三者存在,实体的运动便是生成与灭亡,质的[运动]是变质,量的[运动]是增大与减少,而位所的[运动]则是依位所的变换,这被称为位移。在位移之中,一种被称为直线运动,即向上和向下的运动;另一种被称为周转运动,即如天体的运动那样朝向周遭的运动。因此在此处,他说这六者是运动的种,并未将位移划分为直线运动与圆周运动;但在《物理学》中,他主张变换是一个属,而变换的种有三个:运动、生成、灭亡;因为他在那里将运动与生成和灭亡相对立地划分开来。因为在那些地方,他并不主张生成是某些保持存在且已被形相化的事物依围绕它们的偶性之一所发生的变换。因此他说,被运动的事物在保持最初的本质形相的同时,或依量被运动,或依质被运动,或依位所被运动。但在生成和灭亡的情形下,最初的形相并不留在变换着的事物中,因为生成是从某方面的不存在者通往某方面的存在者的道路,即从潜能的存在者通往现实的存在者的道路,而灭亡则相反是从存在者通往不存在者的道路。然而在此处,既然这部著作是入门性的,并且更偏向逻辑学而非自然学,他并不严格推敲这些事情,而是把生成与灭亡也都称为运动;因为他在这里不是作为自然学家来讨论,而是作为逻辑学家,在这些[运动的种]之中探求哪些跟随哪些,或者不跟随。

语法注2 条
  1. 10.2ὡς εἰς μεγάλα μέρη διελεῖν

    由 ὡς 引导不定式 διελεῖν 构成的插入性绝对不定式结构,作状语表示说话者的限定性保留:“若作粗略的划分而言”。

  2. 10.2οὐ γὰρ βούλεται ἐν ἐκείνοις τὴν γένεσιν μενόντων τινῶν καὶ εἰδοπεποιημένων εἶναι μεταβολὴν κατά τι τῶν περὶ αὐτὰ συμβεβηκότων.

    由主要动词 βούλεται 支配的带宾格的不定式结构,其中 τὴν γένεσιν 为宾格主词,μεταβολήν 为 εἶναι 的谓词。夹在其中的 μενόντων τινῶν καὶ εἰδοπεποιημένων 为属格独立结构,表示“当某些事物持存且已被形相化时”的前提条件,后接的介词短语 κατά τι... 则修饰 μεταβολήν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:198.21-199.24