- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:197.10-198.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯针对列举运动六个种的引文进行注解,批判了关于运动为何在《范畴篇》末尾而非仅在自然哲学中被讨论的先行解释,提出这是由于亚里士多德在实体论中提及了运动,并说明此处的讨论仅限于逻辑学视角的分类与伴随关系。
" Κινήσεως δέ ἐστιν εἴδη ἕξ· γένεσις φθορὰ αὔξησις μείωσις ἀλλοίωσις ἡ κατὰ τόπον μεταβολή." Ὁ περὶ κινήσεως λόγος πρέπων μέν ἐστιν ἀνδρὶ φυσιολόγῳ· πάντα γὰρ τὰ φυσικὰ πράγματα ἐν κινήσει ἔχει τὸ εἶναι· καὶ γάρ ἐστιν ἡ φύσις, ὡς αὐτὸς ὡρίσατο, ἀρχὴ κινήσεως καὶ ἠρεμίας. διόπερ καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πολὺν περὶ αὐτῆς ἀποτείνει λόγον καὶ ἀκριβέστατον. ζητητέον δὲ τίνος ἕνεκεν ἐνταῦθα ταύτης ἐμνήσθη. τινὲς μὲν οὖν εἰρήκασιν ὅτι ἐπειδὴ τῶν κατηγοριῶν αἱ τοῦ ποιεῖν καὶ πάσχειν κινήσεις ἦσαν, οὐδὲν δὲ εἶπε περὶ αὐτῶν, διὰ ταύτην τὴν αἰτίαν ἐνταῦθα τὸν περὶ τῆς κινήσεως ποιεῖται λόγον· μήποτε γάρ, φασίν, ἡ μὲν κίνησίς ἐστι γένος, εἴδη δὲ τῆς κινήσεως ἄλλα τε πολλὰ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν. τινὲς μὲν οὖν οὕτω περὶ τούτων διωρίσαντο. οὐκ ἀποδεκτέον δὲ τὸν τοιοῦτον λόγον· οὐ γὰρ προῄρηται ὁ φιλόσοφος περὶ τοῦ ποιεῖν καὶ πάσχειν πλέον τι τῶν ἐξ ἀρχῆς εἰρημένων εἰπεῖν. ἄλλως τε καί, ὡς ἐν ἀρχαῖς ἐλέγομεν, τὸ μὲν κινεῖν ὑπὸ τὸ ποιεῖν ἀνάγεται καὶ τὸ κινεῖσθαι ὑπὸ τὸ πάσχειν, αὕτη μέντοι ἡ κίνησις οὐκέτι· οὐ γάρ ἐστιν ἡ κίνησις ποιεῖν· ἐλέγομέν γε ὅτι αἱ κινήσεις οὐ κατηγορίαι εἰσὶν ἀλλ’ ὁδοὶ εἰς τὰς κατηγορίας. τί οὖν ἡμεῖς λέγομεν; ὅτι ὥσπερ τῶν προλαβουσῶν φωνῶν τὴν διδασκαλίαν ἐποιήσατο διὰ τὸ μεμνημονευκέναι αὐτῶν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ, οὕτω δὴ κἀπὶ τῆς κινήσεως ἐροῦμεν· ἐμνημόνευσε γὰρ τῆς κινήσεως ἐν τῷ περὶ τῆς οὐσίας λόγῳ· ἀποδεδωκὼς γὰρ τὸ τῆς οὐσίας ἴδιον τὸ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ παρὰ μέρος τῶν ἐναντίων εἶναι δεκτικὸν καὶ πρὸς τοῦτο ἠπορηκὼς ὅτι1 μήποτε οὐκ ἔστι τοῦτο ἴδιον τῆς οὐσίας (οὐδὲ γὰρ αὐτῇ μόνῃ ὑπάρχει, ἀλλὰ καὶ τῷ λόγῳ καὶ τῇ δόξῃ· καὶ ταῦτα γὰρ ἓν καὶ ταὐτὸν μένοντα τῷ ἀριθμῷ παρὰ μέρος τῶν ἐναντίων ἐστὶ δεκτικά, ἀληθείας λέγω καὶ ψεύδους), ἐπήγαγεν ἐπιλυόμενος τὴν ἀπορίαν ὅτι οὐ κατὰ ταὐτὸν τῇ οὐσίᾳ ταῦτα τῶν ἐναντίων ἐστὶ δεκτικά· ἡ μὲν γὰρ οὐσία αὐτὴ κινουμένη τῶν ἐναντίων γίνεται δεκτική, ἐκεῖνα δὲ οὐκ αὐτὰ κινούμενα ἀλλ’ ἑτέρων κινουμένων ἐπιδέχονται2 ἀλήθειαν καὶ ψεῦδος. διὰ τοῦτο τοίνυν ἐπειδὴ ἐμνήσθη ἐκεῖσε τῆς κινήσεως, ἀναγκαῖον ἐνόμισεν ἐκδιδάξαι ἡμᾶς περὶ αὐτῆς. ὡς μὲν οὖν φθάσας εἶπον, φυσικῷ ἀνδρὶ ὁ περὶ τῆς κινήσεως πρεπώδης ἐστὶ λόγος καὶ αὐτὸς γοῦν τῶν ὀκτὼ τῆς Φυσικῆς ἀκροάσεως λόγων τοὺς ὑστέρους τέσσαρας εἰς τὸν περὶ κινήσεως κατηνάλωσε λόγον· ἐνταῦθα δὲ τοσοῦτον περὶ αὐτῆς διαλέγεται, ὅσον λογικῷ ἀνδρὶ πρέπει ζητεῖν, εἰς πόσα εἴδη διαιρεῖται ἡ κίνησις καὶ τίνα ἐστὶν αὐτῆς τὰ εἴδη καὶ τίνα τίσιν ἕπονται ἢ οὔ.
“运动有六个种:生成、灭亡、增大、减少、变质、依位所的变换。” 关于运动的论述是适合于自然学家的;因为所有自然事物都在运动中拥有其存在;并且自然正如他自己所定义的那样,是运动与静止的本原。因此在《物理学》中他也展开了关于它的冗长且最精确的论述。但必须探究的是,他究竟为了何种缘由在此提及了它。于是有些人曾说,既然在诸范畴中能动与受动是诸种运动,而他却没有关于它们讲任何话,由于这一缘由,他在此展开关于运动的论述;因为他们说,运动大概是一个属,而除许多其他事物之外,能动与受动也是运动的种。有些人于是对这些事情作了如此规定。但这种说法不应被接受;因为这位哲学家并不企图在最初所言之外对能动与受动多说什么。此外,正如我们在开头所说,促动被归入能动之下,被运动被归入受动之下,然而这种运动本身却不再是;因为运动并不是能动;我们至少曾说过诸运动并非范畴,而是通向范畴的道路。那么我们怎么说呢?即正如他由于在诸范畴的讲授中提及了在先的诸词汇而作出了对它们的讲授,我们在运动的事上也将完全如此说;因为他在关于实体的论述中提及了运动。因为在给出了实体的特有属性即在数目上保持为一且同一而能交替接受相反者,并对此提出了疑难说也许这并非实体的特有属性(因为这并不单属于它,也属于言论与信念;因为这些在数目上保持为一且同一时,也能交替接受相反者,我指的是真与假)之后,他在解决疑难时补充说,这些并不是依与实体相同的方式接受相反者的;因为实体本身是通过自身被运动而成为接受相反者的,而那些并非自身被运动,而是在其他事物被运动时接受真与假。因此由于这一缘故,既然他在那里提及了运动,便认为有必要关于它教导我们。正如我先前所说,关于运动的论述是适合于自然学家的,他本人至少也将《物理学》八篇中的后四篇耗费在关于运动的论述上;但在此处,他谈论它仅仅到适合于逻辑学家去探究的程度:运动被划分为多少个种,它的种是哪些,以及哪些跟随哪些,或者不跟随。
- 10.1ἀποδεδωκὼς γὰρ τὸ τῆς οὐσίας ἴδιον ... ἐπήγαγεν ἐπιλυόμενος τὴν ἀπορίαν ὅτι
该长句的骨干结构由两个先行的分词短语 ἀποδεδωκὼς ... καὶ ... ἠπορηκὼς ...(在给出了……并提出了疑难……之后)构成,其后穿插了一个较长的插入语(οὐδὲ γὰρ ...),最终连接到主要动词 ἐπήγαγεν(他补充道),并由现在分词 ἐπιλυόμενος(在解决……时)及 ὅτι 从句充当引语。
- 10.1ἐκεῖνα δὲ οὐκ αὐτὰ κινούμενα ἀλλ’ ἑτέρων κινουμένων ἐπιδέχονται
与主语 ἐκεῖνα(言论与信念)相一致的主格分词短语 οὐκ αὐτὰ κινούμενα(并非自身被运动)与属格独立结构 ἑτέρων κινουμένων(在其他事物被运动时)通过 ἀλλ' 相对置,共同修饰主动词 ἐπιδέχονται。
