- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:195.6-197.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯基于亚里士多德《范畴篇》第13章,阐述了“同时”的三种方式(依时间的、换位且互不为原因的、从同属中对分的),并展示了它们各自如何与“先”的相应方式相对立。
" Ἅμα δὲ λέγεται ἁπλῶς μὲν καὶ κυριώτατα, ὧν ἡ γένεσίς ἐστιν ἐν τῷ αὐτῷ χρόνῳ.1" Ἐμνημόνευσε καὶ τοῦ ἅμα ἐν τῷ περὶ τοῦ πρός τι λόγῳ, ἔνθα ἔλεγε “δοκεῖ δὲ τὰ πρός τι ἅμα τῇ φύσει εἶναι”, διὸ νῦν εἰκότως τὸν περὶ αὐτοῦ ποιεῖται λόγον. ἐπειδὴ δὲ ἀντίκειται τὸ ἅμα τῷ προτέρῳ, παραδίδωσι τριττὴν τοῦ ἅμα διαφοράν. καὶ τὸν μὲν πρῶτον τρόπον ἀντιτίθησι τῷ πρώτῳ τοῦ προτέρου τρόπῳ, τὸν δὲ δεύτερον τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ, τὸν δὲ τρίτον τῷ τρίτῳ, τῷ δὲ τετάρτῳ οὐδένα ἀντιτίθησι τρόπον· καὶ γὰρ ἔφθην εἰπὼν ἀλλοτριώτατον αὐτὸν εἶναι τῶν τοῦ προτέρου σημαινομένων. πρῶτον οὖν τοῦ ἅμα τρόπον φησίν, ὃν καὶ κυριώτατον εἶναι λέγει, τὸν κατὰ χρόνον· οἷον εἴ τινες δύο ἢ πλείους ἐν τῷ αὐτῷ χρόνῳ τὴν γένεσιν ἔχοιεν. εἰκότως δὲ τοῦτον κυριώτατά φησι· καὶ γὰρ ἐπὶ τούτων μάλιστα ἡ συνήθεια τὸ ἅμα φέρει, ἐπὶ τῶν κατὰ τὸν αὐτὸν χρόνον ὑπαρχόντων. ἀντίκειται δὲ οὗτος, ὡς ἔφαμεν, τῷ πρώτῳ τοῦ προτέρου σημαινομένῳ, ὅπερ καὶ αὐτὸ μάλιστα καὶ κυριώτατα πρότερον ἐλέγετο εἶναι, λέγω δὴ τὸ κατὰ χρόνον, ὡς Σωκράτης καὶ Ἀλκιβιάδης· πρότερος γὰρ τῷ χρόνῳ ὁ Σωκράτης. εἰ τοίνυν τὸ τῷ χρόνῳ πρότερον μάλιστα ἂν λεχθείη καὶ κυριώτατα πρότερον, ἀντίκειται δὲ τῷ προτέρῳ τὸ ἅμα, καὶ τὸ τῷ χρόνῳ ἅμα κυριώτατον ἂν λεχθείη.
“而无条件且最本原上被称为同时的,是其生成在同一时间之中的那些事物。” 他在关于关系的论述中也提及了“同时”,在那里他曾说“关系者似乎在本性上是同时的”,因此现在他合理地展开关于它的论述。既然“同时”与“先”相对立,他便传授了“同时”的三重差异。他将第一种方式与“先”的第一种方式相对置,将第二种与第二种及第五种相对置,将第三种与第三种相对置,但对第四种方式则没有对置任何方式;因为正如我先前所说,它最外在于“先”的各种含义。因此他说,“同时”的第一种方式,即他也称为最本原的方式,是依时间的方式;例如两个或更多的事物若在同一时间内拥有其生成。他合理地称此方式为最本原的;因为习惯用法也最主要将“同时”施加于这些事物,即在同一时间内存在的事物。正如我们所说,这一项与“先”的第一种含义相对立,那本身也曾被称为最主要且最本原的先,我指的是依时间的先,如苏格拉底与阿尔喀比亚德;因为苏格拉底在时间上居先。既然在时间上居先者当被称为最主要且最本原的先,而“同时”与“先”相对立,那么在时间上同时者也当被称为最本原的。
"Φύσει δὲ ἅμα, ὅσα ἀντιστρέφει μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ αἴτιον θάτερον θατέρῳ τοῦ εἶναί ἐστιν." Οὗτος ὁ δεύτερος τοῦ ἅμα τρόπος, ἀντίκειται δὲ τῷ δευτέρῳ καὶ τῷ πέμπτῳ τοῦ προτέρου σημαινομένῳ, τῷ μὲν δευτέρῳ, ὅτι ἐκεῖ μὲν τὸ πρότερον ἐλέγομεν τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὡς τὸ ἓν καὶ τὰ δύο (οὐδὲ γὰρ ὥσπερ ἠκολούθει τὸ ἓν τοῖς δυσίν, οὕτως καὶ τὰ δύο τῷ ἑνί), ἐνταῦθα δὲ ἅμα φησὶ τὸ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ· ὥσπερ γὰρ διπλασίου ὄντος ἀκολουθεῖ τὸ εἶναι ἥμισυ, οὕτω καὶ ἡμίσεος ὄντος ἐξ ἀνάγκης ἀκολουθεῖ τὸ εἶναι διπλάσιον. τῷ δὲ πέμπτῳ ἀντίκειται, ὅτι ἐκεῖ μὲν ἐλέγετο πρότερον εἶναι τὸ ἀντιστρέφον μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, τῷ ἑτέρῳ μέντοι τοῦ εἶναι αἴτιον ὑπάρχον τὸ λοιπόν, ὡς ἐπὶ τοῦ πατρὸς ἐλέγετο καὶ τοῦ υἱοῦ· ταῦτα γὰρ εἰ καὶ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν (ὁποίου γὰρ οὖν τεθέντος ἀκολουθεῖ καὶ τὸ ἕτερον), ἀλλ’ οὖν ὁ πατὴρ αἴτιος τοῦ εἶναί ἐστι τῷ υἱῷ· διὸ καὶ πρότερος ἐλέγετο εἶναι. ἐνταῦθα δὲ ἅμα λέγεται τὰ ἀντιστρέφοντα μὲν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, μηδαμῶς δὲ τὸ ἕτερον τῷ ἑτέρῳ ἐστὶν αἴτιον, λέγω δὴ τὸ διπλάσιον καὶ τὸ ἥμισυ· ταῦτα γὰρ καὶ ἀντιστρέφει (ἑνὸς γὰρ τεθέντος ἐξ ἀνάγκης εἰσάγεται καὶ τὸ ἕτερον) καὶ οὐδέτερον τῷ ἑτέρῳ αἴτιον τοῦ εἶναί ἐστι.
“而在本性上同时的,则是依存在的随从关系换位、但绝非一方是另一方存在之原因的一切事物。” 这是“同时”的第二种方式,它与“先”的第二种和第五种含义相对立:与第二种相对立,是因为在那里我们将依存在的随从关系不换位者称为先,正如一与二(因为并非像一随从二那样,二也随从一),而在这里他把依存在的随从关系换位者称为同时,正如双倍与一半;因为正如当双倍存在时一半的存在便随之而来,同样当一半存在时双倍的存在也必然随之而来。而它与第五种相对立,是因为在那里被称为先的,虽然依存在的随从关系换位,余者却作为另一方存在之原因而存立,正如在父亲与儿子的情况下所言;因为这些事物即便依存在的随从关系换位(无论设定其中的哪一个,另一个也随之而来),然而父亲是儿子存在的原因;因此也被称为先。而在这里,被称为同时的则是那些依存在的随从关系换位、但绝非一者是另一者之原因的事物,我正是指双倍与一半;因为这些事物既换位(因为设定了一者,另一者也必然被引入),二者中也没有任何一者是另一者存在的原因。
"Καὶ τὰ ἐκ τοῦ αὐτοῦ δὲ γένους ἀντιδιῃρημένα ἀλλήλοις ἅμα τῇ φύσει λέγεται." Οὗτος τρίτος τοῦ ἅμα τρόπος, ὃς ἀντίκειται τῷ τρίτῳ τοῦ προτέρου σημαινομένῳ τῷ κατὰ τὴν τάξιν προτέρῳ, οἷα ἦν τὰ στοιχεῖα ἐν ταῖς συλλαβαῖς καὶ ἐν ταῖς λέξεσιν αἱ συλλαβαὶ καὶ τὰ προοίμια ἐν τοῖς λόγοις. ἐνταῦθα δὲ ἅμα ἐστὶ τὰ τὴν αὐτὴν ἐκ τοῦ προτέρου τάξιν ἔχοντα,2 οἷά ἐστι τὰ ἐκ τῆς αὐτῆς διαιρέσεως εἰλημμένα γένη, ὡς τὸ σῶμα καὶ τὸ ἀσώματον· ταῦτα γὰρ ἔκ τε τῆς οὐσίας τὴν αὐτὴν ἔχει ἀπόστασιν ἔκ τε τῶν εἰδικωτάτων εἰδῶν,3 ἀνθρώπου λέγω καὶ ἵππου, ἀγγέλου καὶ ψυχῆς. ὡσαύτως τὸ ἔμψυχον καὶ τὸ ἄψυχον ἅμα λέγεται· ἐκ γὰρ τοῦ ἁπλῶς σώματος τὴν αὐτὴν ἔχει ἀπόστασιν καὶ ἐκ τοῦ ζῴου. ἔτι τὸ πεζὸν καὶ τὸ πτηνὸν καὶ τὸ ἔνυδρον καὶ πάντα τὰ τοιαῦτα ἅμα λέγεται· οὐδὲν γὰρ αὐτῶν ἕτερον ἑτέρου πρότερόν ἐστιν· ἔκ τε γὰρ τοῦ ἀνωτάτου γένους ἴσην καὶ τὴν αὐτὴν ἔχει ἀπόστασιν ἔκ τε τοῦ εἰδικωτάτου εἴδους ὁμοίως. ἐὰν δέ τις διέλῃ τὸ πτηνόν, εἰ τύχοι, εἰς ὄρνιθας καὶ ἀκρίδας, οὐκέτι ἡ ὄρνις καὶ τὸ πτηνὸν ἅμα λέγεται, ἀλλὰ πρότερον τὸ πτηνόν, διότι ἐκ τῆς διαιρέσεως τοῦ ζῴου εἴληπται, ἡ δὲ ὄρνις ἐκ τῆς τοῦ πτηνοῦ διαιρέσεως· ἀεὶ δὲ πρότερα τὰ γένη τῶν εἰδῶν, ἐπειδὴ μηδὲ ἀντιστρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν· τοῦ μὲν γὰρ εἴδους τεθέντος ἐξ ἀνάγκης ἀκολουθεῖ τὸ γένος, τῶν δὲ γενῶν τεθέντων οὐκ ἐξ ἀνάγκης ἀκολουθεῖ τὰ εἴδη.
“从同一属中彼此对分的事物,也被称为在本性上同时。” 这是“同时”的第三种方式,它与“先”的第三种含义(即依秩序居先者)相对立,正如字母在音节中、音节在词中、序言在演说中那样。而在这里,同时的事物是从居先者起具有相同秩序的事物,例如从同一次划分中取得的诸属,如物体与无物体;因为这些事物无论从实体起,还是从最专门的种(我指的是人与马、天使与灵魂)起,都具有相同的距离。同样,有灵者与无灵者也被称为同时;因为它们从单纯的物体起以及从动物起都具有相同的距离。此外,陆生者、翼生者与水生者,以及所有此类事物,也都被称为同时;因为它们之中没有一者先于另一者;因为它们无论从最高属起具有同等且相同的距离,还是从最专门的种起同样如此。但假若有人将翼生者划分为例如鸟类与蝗虫,鸟类与翼生者就不再被称为同时,而是翼生者居先,因为它取自对动物的划分,而鸟类取自对翼生者的划分;并且属总是先于种,既然它们甚至依存在的随从关系不换位;因为设定了种,属便必然随之而来,但设定了诸属,诸种却不必然随之而来。
- 9.1ὧν ἡ γένεσίς ἐστιν ἐν τῷ αὐτῷ χρόνῳ
关系代词 ὧν 为领属性属格,其先行词(如 ταῦτα)被省略,意为“其生成在同一时间之中的[那些事物]”。
- 9.3τὰ τὴν αὐτὴν ἐκ τοῦ προτέρου τάξιν ἔχοντα
介词短语 ἐκ τοῦ προτέρου 嵌入在名词短语 τὴν αὐτὴν ... τάξιν 之中,表示秩序推算的起点或基准,意为“从居先者起具有相同位阶的事物”。
- 9.3ἔκ τε τῆς οὐσίας τὴν αὐτὴν ἔχει ἀπόστασιν ἔκ τε τῶν εἰδικωτάτων εἰδῶν
相关连词 ἔκ τε ... ἔκ τε ... 并列了两个距离的计算起点,二者均依存于名词 ἀπόστασιν(“距离”),表明无论从实体起算还是从最专门的种起算,其距离均相同。
