← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§193.28-195.4

尊贵之先的排除与因果性的第五种先于方式

斐洛波诺斯解释了第四种方式(价值)因属习俗而被弃用、进而补充了兼具换位与原因的第五种方式(父子、事态与真陈述)的过程,并阐明了“后”作为相关概念何以因“先”而自明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.4

" Ἔτι παρὰ τὰ εἰρημένα τὸ βέλτιον καὶ τὸ τιμιώτερον." Οὗτος ὁ τέταρτος τοῦ προτέρου τρόπος, λέγω δὴ τὸ τιμιώτερον, ὅπερ ἡ συνήθεια πρότερον καλεῖ. ἀλλότριον δὲ τοῦτο παντελῶς τῶν τοῦ προτέρου σημαινομένων, διόπερ καὶ αὐτὸς τοῦτο μὲν ἀθετεῖ, πέμπτον δέ τινα τρόπον ἐφεξῆς ἀντὶ τούτου φησίν, ἵνα πληρώσῃ τὰ τέσσαρα τοῦ προτέρου σημαινόμενα. διὸ καὶ τὰ διάφορα τοῦ ἅμα σημαινόμενα ἀπαριθμούμενος καὶ ἑκάστῳ τῶν τοῦ προτέρου σημαινομένων ἕνα τῶν τοῦ ἅμα τρόπων ἀντιτάξας,1 τούτῳ μόνῳ οὐκ ἀντέθηκε παντελῶς ἐξορίζων αὐτὸ τῶν τοῦ προτέρου σημαινομένων.

“在上述诸项之外,此外还有更好的和更受尊重的。” 这是“先”的第四种方式,我正是指更受尊重的,这正是习惯用法所称的先。但这完全外在于“先”的各种含义;因此,一方面他自己废弃了这一项,另一方面紧接着说出某种第五种方式来取代它,以便补足“先”的四种含义。因此,当他列举“同时”的各种含义并将“同时”的一种方式与“先”的每一种含义相对置时,他唯独没有与这一项相对置,从而彻底将它排除在“先”的各种含义之外。

§8.5

"Δόξειε δ’ ἂν παρὰ τοὺς εἰρημένους καὶ ἕτερος εἶναι προτέρου τρόπος· τῶν γὰρ ἀντιστρεφόντων κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν τὸ αἴτιον ὁπωσοῦν θατέρῳ τοῦ εἶναι2 πρότερον εἰκότως τῇ φύσει λέγοιτ’ ἄν." Πέμπτον προστίθησι τοῦτον· ὁ γὰρ τέταρτος, ὡς εἴρηται, ἀλλότριος ἦν τῶν τοῦ προτέρου σημαινομένων, ἐπειδήπερ ἀπὸ τῆς ἡμετέρας προαιρέσεως καὶ οὐκ ἀπὸ τῆς φύσεως τῶν πραγμάτων ὑπῆρχεν. ἔστι δὲ τὸ δεύτερον τῷ πέμπτῳ ἐναντίον· ἐκείνου γὰρ μὴ ἀντιστρέφοντος κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν μήτε αἰτίου ὄντος τοῦ ἑτέρου τῷ ἑτέρῳ, τοῦτο καὶ ἀντιστρέφει3 καὶ αἴτιόν ἐστι τοῦ ἑτέρου τὸ ἕτερον, οἷον ὁ πατὴρ καὶ ὁ υἱός· ταῦτα γὰρ καὶ ἀντιστρέφει πρὸς ἄλληλα κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν (ὁπότερον γὰρ ἂν τεθῇ, τὸ ἕτερον πάντως ἀκολουθεῖ), ἔστι μέντοι καὶ τὸ ἕτερον αἴτιον τοῦ λοιποῦ, ὁ πατήρ φημι τοῦ υἱοῦ. ὁμοίως δὲ ἔχει καὶ ἐπὶ τοῦ πράγματος καὶ τοῦ ἀληθοῦς περὶ αὐτοῦ λόγου· καὶ τούτων γὰρ ἀντιστρεφόντων κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν τὸ ἕτερον τῷ ἑτέρῳ αἴτιόν ἐστιν· οἷόν ἐστι Σωκράτης φιλόσοφος καὶ λόγος τις περὶ αὐτοῦ λέγων ὅτι φιλόσοφός ἐστιν. ὁπότερον οὖν τούτων τεθῇ, ἐξ ἀνάγκης ἀκολουθεῖ καὶ τὸ ἕτερον· εἰ γὰρ ἀληθὴς ὁ λόγος ὁ λέγων ὅτι φιλόσοφός ἐστιν, ἀνάγκη εἶναι τὸν Σωκράτην φιλόσοφον, καὶ εἰ ἔστι Σωκράτης φιλόσοφος, ἐξ ἀνάγκης ἀληθὴς ὁ λόγος ὁ λέγων ὅτι φιλόσοφός ἐστιν. ἀλλ’ εἰ καὶ ταῦτα ἀντιστρέφει πρὸς ἄλληλα, αἴτιον μέντοι τοῦ εἶναι τὸν λόγον ἀληθῆ τὸ πρᾶγμά ἐστιν· εἰ μὴ γὰρ ἦν τὸ πρᾶγμα, οὐκ ἂν ἦν ὁ περὶ αὐτοῦ λόγος ἀληθής.

“但在上述诸项之外,似乎也还有另一种先的方式;因为在依存在的随从关系而换位的事物中,无论以何种方式作为另一方存在之原因者,合理地都应被称为在本性上居先。” 他加上了这第五项;因为如前所述,第四项外在于“先”的各种含义,既然它是出于我们的抉择而非出于事物的本性。第二项与第五项是相反的;因为前者依存在的随从关系不换位,二者中任何一者也不是另一者的原因,而后者既换位,且一者又是另一者的原因,正如父亲与儿子;因为它们依存在的随从关系彼此换位(因为无论设定两者中的哪一方,另一方全然随之而来),然而一者也是余者的原因,我指的是父亲是儿子的[原因]。在事态与关于它的真陈述方面情形亦同样如此;因为这些事物在依存在的随从关系换位的同时,一者也是另一者的原因。例如苏格拉底是哲学家,以及关于他的一个说他是哲学家的陈述。因此,无论设定这两者中的哪一方,另一方也必然随之而来;因为如果说他是哲学家的陈述为真,苏格拉底是哲学家就是必然的;如果苏格拉底是哲学家,说他是哲学家的陈述为真就是必然的。但即便它们彼此换位,然而陈述之所以为真的原因却是事态;因为若事态不存在,关于它的陈述就不会为真。

§8.6

"Ὥστε κατὰ πέντε τρόπους πρότερον ἕτερον ἑτέρου λέγοιτο ἄν." Εἰπὼν δὲ περὶ τοῦ προτέρου οὐκέτι τοῦ ὑστέρου ἐμνημόνευσεν· ἐκ γὰρ τῆς τοῦ προτέρου διδασκαλίας σαφὴς ἦν ἡ τοῦ ὑστέρου· ἅμα γὰρ ταῦτα ὑπάρχει καὶ τῶν πρός τί ἐστι. διὸ καὶ ἑνὸς γνωσθέντος ἐγνωσμένον ἐστὶ καὶ τὸ ἕτερον· τὸ γὰρ πρότερον ὑστέρου λέγεται πρότερον καὶ τὸ ὕστερον προτέρου λέγεται ὕστερον. ὥστε καθ’ ὅσους τρόπους λέγεται τὸ πρότερον, κατὰ τοσούτους ῥηθήσεται καὶ τὸ ὕστερον· τῶν γὰρ πρός τι ὡς ἂν ἔχῃ τὸ ἕτερον, οὕτως ἔχει καὶ τὸ λοιπόν.4

“因此,一物被称为先于另一物当依五种方式。” 在谈论了“先”之后,他不再提及“后”;因为从关于“先”的学说中,关于“后”的[学说]已然清楚;因为这些事物同时并存,且属于关系者。因此,当一者被认识时,另一者也已被认识;因为先被称为后之先,后被称为先之后。所以,“先”按照多少种方式被言说,“后”也将按照同样多的方式被言说;因为在关系者中,一者具有怎样的状态,余者也同样具有怎样的状态。

语法注4 条
  1. 8.4ἀπαριθμούμενος καὶ ἑκάστῳ τῶν τοῦ προτέρου σημαινομένων ἕνα τῶν τοῦ ἅμα τρόπων ἀντιτάξας

    现在分词 ἀπαριθμούμενος 与不定过去时分词 ἀντιτάξας 由连词 καί 连接,作为伴随情况的状语分词修饰主动词 οὐκ ἀντέθηκε。现在时表示列举的整体过程,不定过去时则表示逐一配对的具体完成动作。

  2. 8.5τῶν γὰρ ἀντιστρεφόντων κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν τὸ αἴτιον ὁπωσοῦν θατέρῳ τοῦ εἶναι

    τῶν ἀντιστρεφόντων 是表示范围的部分属格(“在换位的事物中”),限定主语 τὸ αἴτιον。与格 θατέρῳ 依附于复合名词短语 αἴτιον ... τοῦ εἶναι,作关系与格(“对另一方而言的存在之原因”)。

  3. 8.5ἐκείνου γὰρ μὴ ἀντιστρέφοντος ... τοῦτο καὶ ἀντιστρέφει

    ἐκείνου ... μὴ ἀντιστρέφοντος 是独立属格结构,其中指示代词 ἐκείνου 指代前文述及的“先”的第二种方式(依本性之先)。主句主语 τοῦτο 则指第五种方式(依原因之先),通过指示代词的远近对比鲜明地展现了两种方式的不同逻辑属性。

  4. 8.6τῶν γὰρ πρός τι ὡς ἂν ἔχῃ τὸ ἕτερον, οὕτως ἔχει καὶ τὸ λοιπόν

    τῶν πρός τι 是置于句首的领域属格或主题属格(“在关系者中”),充当引导全句的逻辑范畴,管辖随后的关系副词从句 ὡς ἂν ἔχῃ τὸ ἕτερον(“无论一者如何”)与主句 οὕτως ἔχει καὶ τὸ λοιπόν(“余者亦同样如此”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:193.28-195.4