← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§191.16-193.27

时间、本性与次序上先于后者的区分及疑难

菲洛波庞注疏了亚里士多德在《范畴篇》第12章开篇提出的“先”的四种含义中的前三种:时间上的先(第一)、依存在随从关系的不可换位性(本性上的先,第二)以及在科学、言论与文字中依序的先(第三),并探讨了文字元素是否仅在次序上次于后者的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

" Πρότερον ἕτερον ἑτέρου λέγεται τετραχῶς." Ἐμνημόνευσε τοῦ προτέρου ἐν τῷ περὶ τῶν πρός τι λόγῳ, ἔνθα ἔλεγε τὸ ἐπιστητὸν τῆς ἐπιστήμης πρότερον εἶναι καὶ τὸ αἰσθητὸν τῆς αἰσθήσεως. διὰ τοῦτο τοίνυν ἐνταῦθα τὰ διάφορα αὐτοῦ σημαινόμενα ἀπαριθμεῖται καί φησιν εἶναι τὸν ἀριθμὸν τέσσαρα, καὶ πρῶτον μὲν τὸ τῷ χρόνῳ πρότερον δεύτερον δὲ τὸ τῇ φύσει τρίτον τὸ τῇ τάξει τέταρτον τὸ τῇ ἀξίᾳ. καὶ πρῶτον μὲν καὶ κυριώτατά φησι πρότερον λέγεσθαι τὸ τῷ χρόνῳ πρεσβύτερον καὶ παλαιότερον ὄν· λέγομεν γὰρ Σωκράτην πρότερον εἶναι τῷ χρόνῳ Ἀριστοτέλους. πρῶτον δὲ καὶ κυριώτατα τοῦτο τὸ σημαινόμενον τοῦ προτέρου φησί, διότι καὶ ἡ συνήθεια μάλιστα πρότερον εἴωθε λέγειν τὸ κατὰ χρόνον πρεσβύτερον. ἰστέον δὲ ὅτι τὸ μὲν παλαιότερον καὶ ἐπὶ ἀψύχων εἴωθε λέγεσθαι, τὸ δὲ πρεσβύτερον ἐπὶ μόνων τῶν ἐμψύχων.

“一物被称为先于另一物有四种方式。” 他在论关系者的讨论中提到了“先”,在那里他说可知者先于知识,可感觉者先于感觉。因此,他在此列举其各种不同的含义,并说其数目有四种:第一是在时间上居先者,第二是在本性上居先者,第三是在次序上居先者,第四是在价值上居先者。他说,首先且最本真地被称为先的,是时间上更年长、更古老的存在;因为我们说苏格拉底在时间上先于亚里士多德。他把“先”的这一含义称为第一且最本真的,是因为习惯用法尤其惯于把时间上更年长者称为先。必须知道的是,“更古老”也惯于用于无灵魂之物,而“更年长”则仅用于有灵魂之物。

§8.2

"Δεύτερον δὲ τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν." Δεύτερον τοῦτο τοῦ προτέρου σημαινόμενον τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, τοῦτ’ ἔστιν ἐφ’ οὗ μὴ ἀντιστρέφει ἡ τοῦ εἶναι ἀκολούθησις·1 ταῦτα γὰρ λέγεται ἀντιστρέφειν κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν ἐφ’ ὧν μηδὲν μᾶλλον τὸ ἕτερον τῷ ἑτέρῳ ἀκολουθεῖ ἢ τὸ λοιπὸν τῷ λοιπῷ, ὡς ὁ πατὴρ καὶ ὁ υἱός, τὸ δεξιὸν καὶ τὸ ἀριστερόν· ἐπὶ τούτων γὰρ ὁπότερον ἂν τεθῇ, ἀκολουθεῖ καὶ τὸ ἕτερον. αὕτη μὲν οὖν ἡ ἀντιστροφή. ἐνταῦθα δέ φησι πρότερον εἶναι τὸ μὴ ἀντιστρέφον κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν, οἷον δύο τεθέντων ἐξ ἀνάγκης ἀκολουθεῖ τὸ ἕν· ἀλλ’ αὕτη ἡ ἀκολούθησις οὐκ ἀντιστρέφει ἐπὶ τοῦ ἑνός· τοῦ γὰρ ἑνὸς τεθέντος οὐκ ἀνάγκη τὰ δύο ἀκολουθεῖν. ὡσαύτως καὶ ἐπὶ ζῴου καὶ ἀνθρώπου· ἀνθρώπου μὲν γὰρ ὄντος ἀκολουθεῖ τὸ ζῷον εἶναι, ζῴου δὲ τεθέντος οὐκ ἐξ ἀνάγκης ἀκολουθεῖ τὸ ἄνθρωπον εἶναι· πρότερον γὰρ τὸ ζῷον τοῦ ἀνθρώπου οὐ τῷ χρόνῳ ἀλλὰ τῇ φύσει.

“第二,依存在的随从关系不可换位者。” 这是“先”的第二种含义:依存在的随从关系不可换位者,也就是指在其中存在的随从关系不发生换位者。因为所谓依存在的随从关系发生换位,是指在这类事物中一者随从另一者绝不亚于余者随从余者,如父亲与儿子、右与左;因为在这些事物中,无论设定两者中的哪一方,另一方也随之而来。这就是换位。但在此他说,依存在的随从关系不可换位者是先的;例如设定了二,必然随之有一,但这随从关系在一的情形中并不换位;因为设定了一,并不必然随之有二。在动物与人的情形中亦同样如此;因为若人存在,随之便有动物存在,但设定了动物,并不必然随之有人存在;因为动物先于人不是在时间上,而是在本性上。

§8.3

"Τρίτον δὲ κατά τινα τάξιν τὸ πρότερον λέγεται, καθάπερ ἐπὶ τῶν ἐπιστημῶν καὶ τῶν λόγων." Τρίτον σημαινόμενον τοῦ προτέρου τὸ τῇ τάξει πρότερον, ὥσπερ ἔχει, φησίν, ἐπὶ τῶν ἐπιστημῶν· ἔν τε γὰρ τῇ ἀποδεικτικῇ ἐπιστήμῃ προηγοῦνται μὲν αἱ προτάσεις ἕπονται δὲ τὰ συμπεράσματα καὶ ἐπὶ τῆς γεωμετρίας τὰ στοιχεῖα, φησί, πρότερα τῶν διαγραμμάτων. στοιχεῖα δὲ καλοῦσιν οἱ γεωμέτραι τὸ σημεῖον τὴν γραμμὴν τὴν ἐπιφάνειαν καὶ τὰ τοιαῦτα, ὅσα τῆς τῶν θεωρημάτων ἀποδείξεως προλαμβάνεσθαι εἴωθε, διαγράμματα δὲ αὐτὰ τὰ θεωρήματα. καὶ ἐπὶ τῶν γραμμάτων δὲ τῶν μὲν λέξεων πρότεραι αἱ συλλαβαί, τῶν δὲ συλλαβῶν τὰ στοιχεῖα. τὸ αὐτὸ καὶ ἐπὶ τῶν λόγων ἐροῦμεν· προηγοῦνται μὲν γὰρ τὰ προοίμια, ἀκολουθεῖ δὲ ἡ προκατάστασις, εἶτα ἡ κατάστασις, τούτοις δὲ ἕπονται τὰ διηγήματα, εἶτα οἱ ἀγῶνες. ταῦτα δὲ πάντα τῇ τάξει μόνῃ τὸ πρότερον ἔχουσιν, οὔτε δὲ τῇ φύσει οὔτε τῷ χρόνῳ· δυνατὸν γὰρ καὶ τὸν ἄτεχνον ῥήτορα πρῶτον μὲν χρήσασθαι τοῖς ἀγῶσιν εἶτα τοῖς προοιμίοις καὶ τότε τῷ διηγήματι, καὶ τὸν γεωμέτρην πρότερον ἐκθεῖναι τὸ θεώρημα εἶτα τὰ στοιχεῖα· ὥστε ταῦτα τῇ τάξει μόνῃ τὸ πρότερον ἔχουσι. περὶ μὲν οὖν τῶν ἄλλων ἴσως τις ἂν συγχωρήσειε μόνῃ τῇ τάξει τὸ πρότερον λέγεσθαι, ἐπὶ δὲ τῶν γραμμάτων οὐκέτι μόνῃ τῇ τάξει τὰ στοιχεῖα δοκεῖ τῶν συλλαβῶν ἢ τῶν ὀνομάτων ἢ τῶν λόγων εἶναι πρῶτα· οὐδὲ γὰρ οἷόν τε ἀντιστρέψαντα τὴν τάξιν πρῶτον τὰ ὀνόματα μαθεῖν2 εἶτα τὰς συλλαβὰς εἶτα τὰ στοιχεῖα (ἀδύνατον γὰρ τῶν στοιχείων μὴ γνωσθέντων τὰ λοιπὰ γνωσθῆναι) καὶ ἀναιρουμένων μὲν τῶν στοιχείων τὰ λοιπὰ συναναιρεῖται ἐκείνων δὲ ἀναιρουμένων τὰ στοιχεῖα μένειν ἐνδέχεται. ὥστε οὐ μόνον τῇ τάξει, ἀλλὰ καὶ τῇ φύσει τὰ στοιχεῖα πρῶτα τῶν ἐξ αὐτῶν. οὐ καλῶς ἄρα μόνῃ τῇ τάξει ἐπὶ τῆς γραμματικῆς τὰ στοιχεῖα πρῶτα εἶναί φησιν, εἰ μή τι πρὸς ἐκεῖνο ἀπέβλεψεν ὅτι3 καὶ οἱ τῶν γραμμάτων ἀνεπιστήμονες λόγους μὲν εἴρειν καὶ ὀνόματα δύνανται, τὴν δὲ τῶν στοιχείων ἀγνοοῦσι δύναμιν, ἀλλὰ δηλονότι κἂν ἀπὸ τριβῆς διαλέγωνται, τὰ μὲν σημαινόμενα τῶν φωνῶν ἴσασιν, αὐτὴν μέντοι τὴν κατὰ τὴν φωνὴν τοῦ λόγου δύναμιν ἀγνοοῦσι, τὰ ἐξ ὧν σύγκειται ἀγνοοῦντες.

“第三,按照某种次序被称为先,正如在诸科学与诸言论中那样。” “先”的第三种含义是在次序上居先者,他说,正如在诸科学中的情形一样;因为在证明性科学中前提先行而结论随后,而在几何学中,他说,元素先于图形。几何学家把点、线、面以及诸如此类惯于在定理证明之前预先设定的东西称为元素,而把定理本身称为图形。在文字(读写)方面,音节先于词,元素(字母)先于音节。关于诸言论我们也会说同样的话;因为绪论先行,预备陈述随后,接着是陈述,这些之后跟随着叙事,然后是论争。所有这些事物仅在次序上具有居先性,而在本性上和在时间上都不具有[居先性];因为一个无技艺的演说家也有可能首先使用论争,接着使用绪论,然后使用叙事,几何学家也有可能首先提出定理,然后提出元素;所以这些仅在次序上具有居先性。关于其余的事物,或许有人会承认仅在次序上被称为先,但在文字方面,元素看起来不再是仅仅在次序上先于音节、名词或言论;因为倒转次序先学习名词、接着学习音节、再接着学习元素是不可能的(因为若不知晓元素,其余的就不可能被知晓),而且当元素被取消时,其余的随之被取消,但当后者被取消时,元素仍可能保留。因此,元素相对于由它们构成的事物而言,不仅在次序上居先,而且在本性上也居先。因此,除非他关注到那一事实,即不通文墨者也能够连缀言论和名词,却不知晓元素的力量,否则他说在文法中元素仅在次序上居先便是不妥的;但显然,即使他们出于熟练惯习进行交谈,他们知晓声音的指称,却不知晓言论在声音方面的本力,因为他们不知晓言论由以构成的那些事物。

语法注3 条
  1. 8.2ἐφ’ οὗ μὴ ἀντιστρέφει ἡ τοῦ εἶναι ἀκολούθησις

    此句通过关系从句解释了亚里士多德原文中“依存在的随从关系不可换位者”(中性分词短语)。介词短语 ἐφ’ οὗ 表示相关的领域或情况(“在其中 / 在……的情形下”)。

  2. 8.3οὐδὲ γὰρ οἷόν τε ἀντιστρέψαντα τὴν τάξιν πρῶτον τὰ ὀνόματα μαθεῖν

    在非人称结构 οἷόν τέ [ἐστι](“可能……”)中,不定式 μαθεῖν 的逻辑主语被设想为泛指的宾格代词(“人 / 某人”),因此分词 ἀντιστρέψαντα 采取阳性单数宾格形式。

  3. 8.3εἰ μή τι πρὸς ἐκεῖνο ἀπέβλεψεν ὅτι

    短语 εἰ μή τι 是一种习惯表达,引出委婉的限定或例外(“除非或许……”)。指示代词 ἐκεῖνο 由同位的 ὅτι 从句(“即……的事实”)进行具体阐释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:191.16-193.27