- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:190.6-191.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏者对亚里士多德提出的第四条定理——相反者属于同一属、相反的诸属或自身即是诸属——进行解释,说明善与恶并非增加范畴数目的独立属,而是在所有范畴中被考察的概念,严格来说属于缺乏与拥有的对立,并且所谓的“相反诸属”最终亦统摄于同一个最高属之下。
" Ἀνάγκη δὲ πάντα τὰ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει εἶναι ἢ ἐν τοῖς ἐναντίοις γένεσιν ἢ αὐτὰ γένη εἶναι." Τέταρτον τοῦτο τῶν ἐναντίων θεώρημα· ἔστι δὲ ὅτι τὰ ἐναντία ἢ ὑπὸ ἓν καὶ τὸ αὐτὸ τελεῖ γένος, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν (ὑπὸ τὸ χρῶμα γάρ), ἢ ὑπὸ τὰ ἐναντία, οἷον ἀδικία καὶ δικαιοσύνη (ἡ μὲν γὰρ ὑπὸ τὴν ἀρετὴν ἡ δὲ ὑπὸ τὴν κακίαν· ἐναντίον δὲ ἀρετῇ κακία), ἢ αὐτὰ γένη εἶναι, ὡς τὸ ἀγαθὸν καὶ τὸ κακόν· ταῦτα γὰρ οὐχ ὑπὸ ἄλλο τελεῖ γένος, μόνως δὲ γένη εἰσί. τί οὖν; δεῖ προσθεῖναι ταῖς δέκα κατηγορίαις ἑτέρας δύο, τὴν τοῦ ἀγαθοῦ καὶ τοῦ κακοῦ, ὡς μηκέτι δέκα εἶναι τὰς κατηγορίας ἀλλὰ δώδεκα; φαμὲν οὖν ὅτι γένη ταῦτα ἐκάλεσεν οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον ταῖς ἄλλαις κατηγορίαις, λέγω δὴ ὡς καθ’ ἑαυτὰ τούτων ὑφεστηκότων,1 ὥσπερ καὶ αἱ κατηγορίαι, ἀλλ’ ὥσπερ καὶ ὁ Πλάτων γένη τῶν ὄντων εἶπε τὰ πέντε ἐκεῖνα, φημὶ δὴ τὸ ὂν τὴν ταὐτότητα τὴν ἑτερότητα τὴν κίνησιν τὴν στάσιν, διὰ τὸ ἐν πᾶσι τοῖς οὖσι θεωρεῖσθαι, οὐχὶ δὲ τῷ αὐτὰ καθ’ ἑαυτὰ ταῦτα ὑφεστηκέναι. οὕτως δὴ καὶ ὁ Ἀριστοτέλης ἐνταῦθα γένη εἶπεν εἶναι τὸ ἀγαθὸν καὶ τὸ κακὸν οὐχ ὡς αὐτὰ καθ’ αὑτὰ ἀλλ’ ὡς ἐν πάσαις ταῖς κατηγορίαις θεωρούμενα· ἔστι γάρ τι καὶ ἐν οὐσίᾳ ἀγαθὸν καὶ κακὸν καὶ ἐν ποσῷ καὶ ἐν ποιῷ καὶ ταῖς ἄλλαις κατηγορίαις· ἐν οὐσίᾳ μὲν γὰρ ἀγαθὸν ἡ καθ’ αὑτὴν τελειότης, τὸ ἀπηρτισμένον ἔχειν τὸν λόγον τῆς φύσεως καὶ μὴ τέρας εἶναι ἢ τῷ πλεονάζειν κατὰ τὸν λόγον ἢ ἐλλείπειν, ἐν ποσῷ δὲ ἡ σύμμετρος ἑκάστῳ πράγματι ποσότης καὶ ἐν ποιῷ τὸ σύμμετρον ἑκάστῳ χρώματι, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἀκριβολογουμένοις δὲ οὐδὲ ἐναντία τὸ ἀγαθὸν καὶ τὸ κακὸν φανήσεται, ἀλλὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικεῖσθαι·2 δεῖ γὰρ τῶν ἐναντίων ἑκάτερον εἰδοπεποιῆσθαι καὶ ὡρισμένην ἔχειν φύσιν, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν· τὸ δὲ κακὸν οὐκ ἔχει ὡρισμένην ὑπόστασιν· ἀμετρία γάρ τίς ἐστιν, ἡ δὲ ἀμετρία πῶς ἂν εἶδος σχοίη ὡρισμένον; ὅθεν οὐδὲ ὁρισμῷ ὑποπίπτει ἡ κακία, ἀλλ’ ὥσπερ ἡ στέρησις τῇ ἀπουσίᾳ τῆς ἕξεως παραγίνεται αὐτὴ οὐκ ἔχουσα ὡρισμένην τινὰ φύσιν, οὕτω καὶ ἡ κακία τῇ ἀπουσίᾳ τῆς ἀρετῆς παραγίνεται ἢ καθ’ ὑπερβολὴν ἢ κατ’ ἔλλειψιν· ἐκείνης γὰρ ἐν συμμετρίᾳ θεωρουμένης ἡ τοῦ μετρίου παρατροπὴ κακίαν ἐποίησε κατά τε τὸ πλεονάζον καὶ τὸ ἐλλεῖπον. ἰστέον δὲ ὅτι εἰ καὶ ὑπὸ τὰ ἐναντία τελεῖν γένη ἔφη τὰ ἐναντία, οὐ κατὰ τὸ γενικώτατον αὐτῶν γένος εἴρηκεν, ἀλλὰ κατὰ τὸ προσεχὲς καὶ ὑπάλληλον· ἀνάγκη γὰρ πάντα τὰ ἐναντία ὑπὸ τὸ αὐτὸ τελεῖν γένος· εἰ γὰρ καὶ ἡ ἀδικία καὶ ἡ δικαιοσύνη ὑπὸ τὴν κακίαν καὶ τὴν ἀρετὴν τελοῦσιν, ἀλλὰ καὶ αὗται ὑφ’ ἕν τι κοινὸν τελοῦσι γένος, τὴν ἕξιν λέγω καὶ τὴν διάθεσιν, αὗται δὲ ὑπὸ τὴν ποιότητα, ἥτις ἐστὶ γένος γενικώτατον πάντων τῶν ἐναντίων. καὶ εἰκότως ὑφ’ ἓν τὰ ἐναντία τελοῦσι γένος· ἐσπούδασε γὰρ ἄνωθέν τε καὶ κάτωθεν ἡ φύσις τὸν πρὸς ἄλληλα αὐτῶν εἰδυῖα πόλεμον ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ συνδῆσαι, ἄνωθεν μὲν τῷ κοινῷ γένει κάτωθεν δὲ τῷ κοινῷ ὑποκειμένῳ.
“一切相反者必然要么在同一个属中,要么在相反的诸属中,要么自身就是诸属。” 这是关于相反者的第四条定理。意思是相反者要么属于同一个属,例如白与黑(因为它们从属于颜色);要么属于相反的诸属,例如不正义与正义(因为一方从属于美德,另一方从属于邪恶;而邪恶与美德相反);要么它们自身就是诸属,例如善与恶;因为这些并不从属于另一个属,而仅仅是诸属。那么怎样呢?难道必须在十个范畴之外再加上另外两个,即善的范畴和恶的范畴,从而使范畴不再是十个而是十二个吗?因此我们说,他把这些称为属,并不是按照与其他范畴相同的含义——我是指不是把它们看作像那些范畴一样独立自存的——而是正如柏拉图把那五个——我是指存在、同一性、相异性、运动、静止——称为存在的诸属,是因为在一切存在物中都能考察到它们,而不是由于它们自身独立自存。亚里士多德在此正是以同样的方式说善与恶是诸属,不是把它们看作自身独立的,而是看作在一切范畴中被考察的。因为在实体中也有某种善与恶,在数量中、性质中以及其他范畴中也同样有:在实体中,善是其固有的完满性,即具备完全确立的本性定义,不因定义上的过度或不足而成为畸形;在数量中,善是适合于每个事物的适度数量;在性质中,善是适合于每种颜色的协调比例;在其他范畴中也是如此。然而对于严密论述的人而言,善与恶甚至不会显得是相反者,而会[显得]是依缺乏与拥有而相对立的。因为相反者的每一方都必须被塑造成种,并具有确定的本性,正如白与黑一样;但恶没有确定的自存;因为它是一种无节制,而无节制又怎能具有确定的种呢?因此邪恶甚至不适用于定义,正如缺乏本身并不具有某种确定的本性、而是伴随着拥有的缺席而产生一样,邪恶也是依过度或依不足伴随着美德的缺席而产生的;因为美德是在适度中被考察的,偏离适度便依过多和过少两方面造成了邪恶。必须知道的是,即使他说相反者从属于相反的诸属,这也不是依它们的最上位之属而言的,而是依切近且从属的属而言的;因为一切相反者必然从属于同一个属。因为即使不正义与正义从属于邪恶与美德,但这些也从属于一个共同的属——我是指状态与倾向——而这些又从属于性质,性质是一切相反者的最上位之属。相反者从属于同一个属是合情合理的;因为自然知晓它们彼此之间的交战,便竭力从上方和下方将它们联结在一起:在上方通过共同的属,在下方通过共同的主体。
- 7.40λέγω δὴ ὡς καθ’ ἑαυτὰ τούτων ὑφεστηκότων
带有 ὡς 的独立属格结构(τούτων ὑφεστηκότων),用于对此前否定分句(οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον ταῖς ἄλλαις κατηγορίαις)中注疏者所否定的主观视点进行解释性说明,即“我是指[他并没有]把它们当作像范畴一样独立自存的[而称之为属]”。
- 7.40ἀκριβολογουμένοις δὲ οὐδὲ ἐναντία τὸ ἀγαθὸν καὶ τὸ κακὸν φανήσεται, ἀλλὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικεῖσθαι
与格分词 ἀκριβολογουμένοις 作判断者与格(dativus judicantis),意为“对于严密考究的人而言”。其后由 ἀλλὰ 引出的不定式 ἀντικεῖσθαι 承接 φανήσεται(或其中蕴含的判断动词),以 τὸ ἀγαθὸν καὶ τὸ κακὸν 为其主格/宾格主语,与前面的表语 ἐναντία 形成对照结构。
