- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:189.1-190.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞将相反者不能共存的定理应用于与主体的结合(如“健康的苏格拉底”),随后探讨相反者产生于同属或同种事物中的定理,并通过部分的差异来解释为何亚里士多德未提及“数目上的同一”。
" Ἔτι εἰ τὸ Σωκράτην ὑγιαίνειν τῷ Σωκράτην νοσεῖν ἐναντίον ἐστί, μὴ ἐνδέχεται δὲ ἅμα ἀμφότερα τῷ αὐτῷ ὑπάρχειν, οὐκ ἂν ἐνδέχοιτο τοῦ ἑτέρου τῶν ἐναντίων ὄντος καὶ τὸ λοιπὸν εἶναι." Εἰδέναι δὲ δεῖ ὅτι τοῦτο ἢ πρὸς κατασκευὴν εἴρηται τοῦ προτέρου ἢ ὅτι1 ἐπὶ τῶν ἐναντίων τὰ μὲν ἐλέγομεν εἶναι ἁπλᾶ τὰ δὲ κατὰ συμπλοκὴν τῶν ὑποκειμένων θεωρεῖσθαι, δείξας διὰ τῶν προτέρων ὅτι ἐπὶ τῶν ἁπλῶν δυνατὸν ἑνὸς τῶν ἐναντίων ὄντος τὸ ἕτερον μὴ εἶναι, νῦν δείκνυσιν ὅτι καὶ ἐπὶ τῶν κατὰ συμπλοκὴν θεωρουμένων τοῦτο δυνατόν· εἰ γὰρ ὁ νοσῶν Σωκράτης ἐναντίος ἐστὶ τῷ ὑγιαίνοντι Σωκράτει, ἀδύνατον δὲ τὰ ἐναντία ἐν τῷ αὐτῷ εἶναι, πᾶσα ἀνάγκη τοῦ ἑνὸς τῶν ἐναντίων ὄντος τὸ ἕτερον μὴ εἶναι· Σωκράτους γὰρ ὑγιαίνοντος οὐ δυνατὸν κατὰ τὸν αὐτὸν χρόνον αὐτὸν νοσεῖν.
“此外,如果苏格拉底处于健康状态与苏格拉底处于患病状态是相反的,而两者又不可能同时属于同一个体,那么当相反者的一方存在时,其余一方也就不可能存在。” 必须知道,说这番话要么是为了确立前一个论点,要么是因为:关于相反者,我们曾说过有些是单纯的,有些则是根据与主体的结合而被考察的;在通过前文表明在单纯的相反者中,一者存在时另一者可能不存在之后,他现在表明在依结合而被考察的相反者中,这同样是可能的。因为如果患病的苏格拉底与健康的苏格拉底是相反的,而相反者又不可能存在于同一事物中,那么当相反者的一方存在时,另一方不存在就完全是必然的;因为当苏格拉底健康时,他在同一时刻患病是不可能的。
"Δῆλον δὲ ὅτι καὶ περὶ ταὐτὸν ἢ εἴδει ἢ γένει πέφυκε γίνεσθαι τὰ ἐναντία." Τρίτον τοῦτο θεώρημα περὶ τῶν ἐναντίων· λέγει δὲ ὅτι τὰ ἐναντία ἢ περὶ ἓν καὶ τὸ αὐτὸ γένος πέφυκε γίνεσθαι ἢ περὶ ἓν καὶ τὸ αὐτὸ εἶδος· οἷον ἡ λευκότης καὶ ἡ μελανία περὶ ἓν καὶ ταὐτὸν τῷ γένει καταγίνονται, λέγω δὴ ἐν λίθῳ καὶ ἵππῳ καὶ ἀνθρώπῳ καὶ ἁπλῶς ἔν τε ἐμψύχῳ καὶ ἀψύχῳ σώματι, ἅπερ ἐστὶ τῷ γένει ταὐτά (γένος γὰρ τούτων τὸ ἁπλῶς σῶμα), ἡ μέντοι ὑγεία καὶ ἡ νόσος περὶ ἓν καὶ ταὐτὸν τῷ εἴδει, οἷον ἐν ἀνθρώπῳ καὶ ἵππῳ καὶ ἁπλῶς παντὶ ζῴῳ, ἅτινα ταὐτὰ τῷ εἴδει ἐστί· τὸ γὰρ τοῦ ζῴου σῶμα εἶδός ἐστι τοῦ ἁπλῶς σώματος. ὁμοίως καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία ἐν τῇ ἀνθρωπείᾳ ψυχῇ πέφυκε γίνεσθαι, αὕτη δὲ εἶδός ἐστι τῆς ἁπλῶς ψυχῆς, ἤτοι τῆς ἀσωμάτου.2 διὰ τί δὲ εἰρηκὼς περὶ ταὐτὸν ἢ εἴδει ἢ γένει οὐ προσέθηκεν ‘ἢ ἀριθμῷ’; τὸ γὰρ ταὐτόν, ὡς ἐλέγομεν πρότερον, ἢ γένει ἐστὶ ταὐτὸν ἢ εἴδει ἢ ἀριθμῷ, ὥσπερ καὶ ἡ ἑτερότης· γένει μὲν ὡς ἄνθρωπος καὶ ἵππος, εἴδει δὲ ὡς Σωκράτης καὶ Πλάτων, ἀριθμῷ δὲ ὡς ἄορ ξίφος καὶ τὰ τοιαῦτα. λέγομεν οὖν ὅτι ἢ ὡς ὁμολογούμενον τοῦτο παρῆκεν, ὡς ἡμῶν δυναμένων τοῦτο προσυπακοῦσαι,3 ἢ ἐπειδὴ εἰ καὶ περὶ ταὐτὸν τῷ ἀριθμῷ καταγίνονται τὰ ἐναντία, ἀλλ’ οὐχὶ κατὰ τὸ αὐτὸ μέρος· καθ’ ἕτερον γὰρ μέρος λευκὸς ὢν ὁ Σωκράτης καθ’ ἕτερον μέλας ἐστὶ καὶ καθ’ ἕτερον μὲν θερμὸς καθ’ ἕτερον δὲ ψυχρός· ἅμα γὰρ ἐν τῷ αὐτῷ μέρει ἀδύνατον συστῆναι τὰ ἐναντία.
“同样明显的是,相反者自然地是在种或属上同一的事物中产生的。” 这是关于相反者的第三条定理。他说,相反者自然地产生于同一个属中,或者产生于同一个种中。例如,白与黑产生于属上同一的事物中——我是指在石头、马、人之中,简言之,在有灵魂的物体和无灵魂的物体之中,这些在属上是同一的(因为这些事物的属是单纯的物体);然而健康与疾病则产生于种上同一的事物中,例如在人、马,简言之在一切动物之中,这些在种上是同一的;因为动物的身体是单纯的物体的一个种。同样,正义与不正义自然地产生于人的灵魂中,而这是单纯的灵魂——即无形体者——的种。但是,既然说了“在种或属上同一的事物中”,他为什么没有加上“或者在数目上”呢?因为正如我们之前所说,如同相异性一样,同一性要么是在属上同一,要么在种上,要么在数目上:在属上如人和马,在种上如苏格拉底和柏拉图,在数目上如宝剑[aor]和利刃[xiphos]以及诸如此类的事物。因此我们说,要么是他将其作为无可争议之事而略去了,因为我们能够心领神会地补足;要么是因为,即使相反者产生于数目上同一的事物中,却不是依同一个部分产生的;因为苏格拉底在一个部分是白的,在另一部分是黑的,在一个部分是热的,在另一部分是冷的;因为相反者不可能同时共存于同一个部分中。
- 7.38Εἰδέναι δὲ δεῖ ὅτι τοῦτο ἢ πρὸς κατασκευὴν εἴρηται τοῦ προτέρου ἢ ὅτι
由 ὅτι 引导的两个名词性分句通过 ἤ... ἤ 并列。第二分句(ἢ ὅτι...)以介词短语 ἐπὶ τῶν ἐναντίων 开始,插入了对应先前陈述(ἐλέγομεν)的分词短语(δείξας...),最终引向该分句的主动词 νῦν δείκνυσιν 以及后续宾语从句(ὅτι καὶ... τοῦτο δυνατόν)。
- 7.39ἤτοι τῆς ἀσωμάτου
ἤτοι 在此处并非表示选择,而是表示解释性同格(“即”、“也就是”),用来阐释 τῆς ἁπλῶς ψυχῆς,说明这种单纯的灵魂属于非物体的范畴。
- 7.39ὡς ἡμῶν δυναμένων τοῦτο προσυπακοῦσαι
由 ὡς 引导的属格绝对结构,表示注解者设想的理由或主观预设(“仿佛/既然我们可以……”)。分词 δυναμένων 与代词 ἡμῶν 一致,并带不定词 προσυπακοῦσαι(“在心中补充领会”)作其补足语。
