- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:18.3-19.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
约翰·斐罗庞努斯对亚里士多德《范畴篇》1a1中关于同名异义项的定义展开注解,考察了动词中的同名异义性、“仅”与“共同”的多重含义,以及亚里士多德为何限定为“依该名称的本质说明”。
" Ὧν ὄνομα μόνον κοινόν." Ἆρ’ οὖν ἐν τοῖς ῥήμασιν οὐκ ἔστιν ὁμωνυμία; καὶ μὴν ἔστι· λέγομεν γὰρ ‘ἐρῶ’, καὶ σημαίνει τοῦτο καὶ τὸ λέξω καὶ τὸ ἐρωτικῶς διάκειμαι. πῶς οὖν ὁμώνυμα εἶπε τὰ μόνον τὸ ὄνομα κοινὸν ἔχοντα; ἐροῦμεν πρὸς τοῦτο ὅτι τὸ ὄνομα διχῶς λέγεται, τὸ μὲν πρὸς ἀντιδιαστολὴν τοῦ ῥήματος τὸ δὲ κοινῶς λεγόμενον ἐπὶ πάσης λέξεως, καθ’ ὃ σημαινόμενον πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται, ὡς ἐν τῷ Περὶ ἑρμηνείας φησίν “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι”.1 ἐνταῦθα οὖν ὄνομα λέγει οὐ τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ ῥῆμα, ἀλλὰ τὸ κοινῶς κατηγορούμενον πάσης φωνῆς σημαντικῆς· ὥστε τὸ ἐρῶ τὸ σημαῖνον τὸ λέξω καὶ τὸ ἐρωτικῶς διάκειμαι ὁμώνυμόν ἐστι· κοινὸν γὰρ ὄνομα ἔχει τὸ ἐρῶ, ὅρον δὲ διάφορον. ἔστιν οὖν καὶ ἐν τοῖς ῥήμασιν ὁμωνυμία.
“仅有名称是共同的。” 那么,动词中难道没有同名异义性吗?然而确实存在;因为我们说“erô”,而这既意味着“我将说”,又意味着“我处于爱意之中”。那么,他怎么会把仅具有共同名称的事物说成是同名异义的呢?对此我们将说,“名称”是在两种意义上被说的:一种是与“动词”相对立而言的,另一种则是对所有言词共同而言的,依照这种含义,一切有意义的声音都被称为“名称”,正如他在《解释篇》中所说:“动词本身单独被说时就是名称,并且意味着某种事物”。因此在这里,他所说的“名称”并不是与动词相对立的那种,而是对一切有意义的声音共同述说的那种;以至于意味着“我将说”和“我处于爱意之中”的“erô”是同名异义的;因为它具有共同的名称“erô”,却有着不同的定义[说明]。因此,在动词中也存在同名异义性。
"Μόνον κοινόν." Διχῶς λέγεται τὸ μόνον· ἢ τὸ μοναδικόν, ὡς ὅταν λέγωμεν μόνον ἥλιον καὶ μόνην σελήνην, ἢ τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ σύζυγον, ὡς ὅταν λέγωμεν ‘ἀπελείφθην ἐν πολέμῳ δόρυ ἔχων μόνον’, καίτοι οὐδὲν κωλύει καὶ ὑποδήματα ἔχειν καὶ ἱμάτιον, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῆς ἀσπίδος ἢ τῶν ἄλλων ὅπλων, καὶ ‘ἐν τῷ ἀρίστῳ ἄρτον εἶχον μόνον’, καίτοι οὐδὲν κωλύει καὶ ἱμάτιον ἔχειν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τῶν ὄψων. ἐνταῦθα οὖν ὡς πρὸς τὸ σύζυγον τὸ μόνον ἀπέδωκε, λέγω δὴ τὸν ὁρισμόν.2 Τὸ δὲ κοινὸν τετραχῶς λέγεται· ἢ τὸ ἀμερίστως μεθεκτόν, ὡς φαμεν δοῦλον κοινόν (οὗτος γὰρ τῇ μὲν οὐσίᾳ ἀμέριστος, τῇ δὲ χρήσει μεριστός), ἢ τὸ μεριστῶς μεθεκτόν, ὡς λέγομεν ἄριστον κοινὸν καὶ ἀγρὸν κοινόν (μετέχομεν γὰρ οὐ πάντες ὅλου, ἀλλὰ ἕκαστος μέρους), ἢ τὸ ἐν προκαταλήψει, ὡς ὁ ἐν τῷ θεάτρῳ τόπος κοινός (τοῦ γὰρ προκαταλαβόντος γίνεται), ἢ τὸ ἐξ ἴσου παρὰ τῶν μετεχόντων μεταλαμβανόμενον, ὡς λέγεται κοινὴ ἡ τοῦ κήρυκος φωνή (ἐξ ἴσου γὰρ αὐτῆς πάντες ἀκούουσι, καὶ οὐχ ὅδε μὲν τῆσδε ὅδε δὲ τῆσδε τῆς συλλαβῆς) καὶ ἡ ἀνθρωπεία φύσις κοινὴ τῶν μετεχόντων πάντων· ἐξ ἴσου γὰρ αὐτῆς οἱ κατὰ μέρος μετέχομεν ἄνθρωποι πάντες. ἐνταῦθα οὖν τὸ κοινὸν παρέλαβε κατὰ τὸ ἐξ ἴσου μεθεκτόν.
“仅是共同的。” “仅”是在两种意义上被说的:或是独一的,正如当我们说唯一的太阳和唯一的月亮时;或是与配对之物相对立而言的,正如当我们说“我留在战争中仅持有一杆长矛”时——尽管完全不妨碍同时也拥有鞋子和斗篷,但这乃是与盾牌或其他武器相对立而言的——以及“在早膳时我仅有面包”时——尽管完全不妨碍同时也拥有斗篷,但这乃是与肴馔相对立而言的。因此在这里,他是相对于配对之物而赋予了“仅”,我指的正是定义。另一方面,“共同的”是在四种意义上被说的:或是不可分地可被分有的,正如我们说共同的奴隶(因为他在实体上不可分,但在使用上可分);或是可分地可被分有的,正如我们说共同的早膳和共同的田地(因为并非所有人都分有整体,而是各自分有一部分);或是依先占而成立的,正如剧场中的共同座位(因为它是归先占者所有的);或是由分有者均等地获得的,正如宣告者的声音被称为共同的(因为所有人都均等地聆听它,并不是这个人听这个音节而那个人听那个音节),以及人性对于所有分有者也是共同的(因为我们所有个别的人都均等地分有人性)。因此在这里,他是按照均等地可被分有之物而采用了“共同的”。
"Ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος." Εἰπὼν τὰ τοῖς ὁμωνύμοις ὑπάρχοντα νῦν προστίθησι τίνα αὐτοῖς οὐχ ὑπάρχει, ἵνα μὴ μόνον ἐκ τῆς κοινωνίας ἀλλὰ καὶ ἐκ τῆς διαφορᾶς ἔχωμεν διαγινώσκειν αὐτά. ζητητέον δὲ τί δή ποτε μὴ εἶπεν ‘ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ λόγος τῆς οὐσίας ἕτερος’, ἀλλ’ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. φαμὲν ὅτι ἐνδέχεται τὰ ὁμώνυμα καὶ συνώνυμα εἶναι κατ’ ἄλλο καὶ ἄλλο· οἱ γὰρ Αἴαντες ᾗ μὲν ἄνθρωποί εἰσιν, συνώνυμοί εἰσι (μετέχουσι γὰρ καὶ τοῦ ἀνθρώπου ὀνόματος καὶ τοῦ ὁρισμοῦ· ἑκάτερος γὰρ αὐτῶν ζῷον λογικὸν θνητόν ἐστιν), ᾗ δὲ Αἴαντες, ὁμώνυμοι.3 ἵνα οὖν μὴ τὸν τυχόντα ὁρισμὸν λαμβάνωμεν, ἀλλὰ τὸν κατὰ τὸ ὄνομα, καθ’ ὃ κοινωνοῦσι, καλῶς εἶπεν ὁ δὲ κατὰ τοὔνομα λόγος· οἱ γὰρ Αἴαντες κοινὸν μὲν ἔχουσιν αὐτὸ τοῦτο τὸ ὄνομα, τὸν δὲ λόγον τὸν κατ’ αὐτὸ τοῦτο οὐκέτι τὸν αὐτόν, ἀλλ’ ὁ μέν ἐστιν ἐκ Σαλαμῖνος υἱὸς Τελαμῶνος ὁ μονομαχήσας Ἕκτορι, ὁ δὲ Ὀϊλέως ἐκ Λοκρίδος πόδας ταχὺς τοξότης.
“而依该名称的本质说明是不同的。” 在述及属于同名异义者的特征之后,他现在补充说明哪些特征不属于它们,以便我们不仅能根据共性,而且能根据差异来辨明它们。并且必须探究,他为何不说“仅有名称是共同的,而本质的说明是不同的”,却说“依该名称的本质说明是不同的”。我们说,同名异义者也完全可能依不同的方面而成为同名同义的;因为双埃阿斯就他们是人而言,是同名同义的(因为他们既分有“人”的名称,也分有其定义;因为他们每个人都是有理性的会死的动物),但就他们是埃阿斯而言,则是同名异义的。因此,为了让我们不至于随便拾取一个定义,而是拾取依凭他们借以享有共通性的那个名称的定义,他恰切地说了“依该名称的说明”;因为双埃阿斯虽然共同享有这同一个名称,但依这同一名称的说明却不再相同,而是一个是来自萨拉米斯的忒拉蒙之子、曾与赫克托耳决斗者,另一个则是来自洛克里斯的奥伊琉斯之子、敏捷的弓箭手。
- 1.5αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι
引自《解释篇》第3章(16b19–20)。主语为 τὰ ῥήματα,表语为 ὀνόματά(系动词 ἐστι)。分词短语 καθ’ ἑαυτὰ λεγόμενα(“当单独被言说时”)充当修饰分词,表条件或情形。
- 1.6ὡς πρὸς τὸ σύζυγον τὸ μόνον ἀπέδωκε, λέγω δὴ τὸν ὁρισμόν
包含倒装与解释性同位语的句式。主动词为 ἀπέδωκε,直接宾语为 τὸ μόνον(“仅”一词)。句末的 λέγω δὴ τὸν ὁρισμόν(“我指的正是定义”)作为解释性插入成分,具体指明介词短语中 τὸ σύζυγον(配对者)所指的具体内容。
- 1.7ᾗ μὲν ἄνθρωποί εἰσιν, συνώνυμοί εἰσι... ᾗ δὲ Αἴαντες, ὁμώνυμοι
由关系副词 ᾗ(“在……的限度内 / 在……方面”)构成的对比结构。后半句 ᾗ δὲ Αἴαντες, ὁμώνυμοι 中两次省略了动词 εἰσί,在结构上与前半分句 ᾗ μὲν ἄνθρωποί εἰσιν, συνώνυμοί εἰσι 严格对应平行。
