- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:187.25-188.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯讨论了关于相反者的两条定理:其一,善的相反者必然是恶,但恶的相反者也可以是恶(过度与缺乏);其二,若仅就事物自身而言,一个相反者的存在并不必然要求另一个相反者的存在。
" Ἐναντίον δέ ἐστιν ἐξ ἀνάγκης ἀγαθῷ μὲν κακόν· τοῦτο δὲ δῆλον τῇ καθ’ ἕκαστον ἐπαγωγῇ." Πληρώσας τὸν τῶν ἀντικειμένων λόγον νῦν θεωρήματά τινα τῶν ἐναντίων ἡμῖν παραδίδωσι, καὶ πρῶτον μὲν θεώρημα ὅτι τῷ μὲν ἀγαθῷ τὸ ἀντικείμενον πάντως κακόν ἐστι, τῷ δὲ κακῷ οὐ πάντως τὸ ἀντικείμενον ἀγαθόν ἐστιν, ἀλλ’ ἔστιν ὅτε καὶ κακόν· οἷον τῇ δικαιοσύνῃ ἀγαθῷ οὔσῃ ἀντίκειται ἡ ἀδικία κακὸν οὖσα καὶ τῇ σωφροσύνῃ ἡ ἀκολασία, τῇ μέντοι πλεονεξίᾳ κακῷ οὔσῃ οὐ πάντως ἡ δικαιοσύνη ἀντίκειται, ἀλλὰ καὶ ἡ μειονεξία ὡς ὑπερβολῇ ἔνδεια. τί οὖν; οὕτως ἄδικος ἡ φύσις ὡς δύο ἑνὶ ἀντιτάξαι;1 πανταχοῦ γὰρ ὁρῶμεν ἓν ἑνὶ ἀντιτεταγμένον, οἷον πῦρ ὕδατι τῷ βαρεῖ τὸ κοῦφον τῷ ξηρῷ τὸ ὑγρόν. λέγομεν οὖν ὅτι τῷ μὲν κακῷ ἀντίκειται τὸ ἀγαθὸν ὡς συμμετρία ἀσυμμετρίᾳ, τὸ μέντοι κακὸν οὐκέτι ὡς συμμετρία ἀσυμμετρίᾳ (ἀμφότερα γὰρ ἀμετρίαι) ἀλλ’ ὡς ἔνδεια ὑπερβολῇ· τῆς γὰρ ἀρετῆς ἐν συμμετρίᾳ θεωρουμένης ἑκατέρωθεν κακία μία θεωρεῖται, ἡ μὲν καθ’ ὑπερβολὴν ἡ δὲ κατ’ ἔνδειαν ἀντικειμένη· οἷον τῆς δικαιοσύνης ἐν συμμετρίᾳ θεωρουμένης ὑπερβολὴ μέν ἐστιν ἡ πλεονεξία ἔνδεια δὲ ἡ μειονεξία, ἑκατέρα ἀμετρία οὖσα· ὡς γὰρ ἀμετρία συμμετρίᾳ ἀντίκειται. πάλιν τῆς σωφροσύνης ὑπερβολὴ μὲν ἡ ἀκολασία ἔνδεια δὲ ἡ ἠλιθιότης καὶ ἀνδρείας ἡ δειλία καὶ ἡ θρασύτης φρονήσεως ἡ πανουργία καὶ ἡ ἄνοια. ἑκατέρα οὖν τῶν ἐκτροπῶν τῇ μὲν ἀρετῇ ἀντίκειται ὡς κακὸν ἀγαθῷ καὶ ὡς ἀμετρία συμμετρίᾳ, ἀλλήλοις δὲ οὐχ οὕτως,2 ἀλλ’ ὡς ἔνδεια ὑπερβολῇ. ὥστε ἓν ἑνί ἐστιν ἀντικείμενον καὶ οὐ δύο ἑνί.
“必然地,恶是善的相反者;而这一点通过对各个具体例子的归纳是显而易见的。” 在讲完了关于对立者的论述之后,他现在向我们传授关于相反者的若干定理;而第一条定理是:与善对立的在任何情况下都是恶,但与恶对立的并不在任何情况下都是善,而是有时也是恶。例如,对于作为善的正义而言,对立的是作为恶的非正义;对于节制而言,对立的是放荡;然而对于作为恶的贪婪而言,对立的却并不完全是正义,而且还有亏损,即作为缺乏对立于过度。那么,这又是怎么回事呢?难道自然是如此不公,以至于要把两样东西对置于一样东西吗?因为我们在各处都看到是一物对置于一物,例如火对水,重的对轻的,干的对湿的。因此我们说,善与恶对立,就像比例平衡对立于比例失调,然而恶[与恶对立],却不再是像比例平衡对立于比例失调(因为两者都是无比例),而是像缺乏对立于过度。因为当美德被视为处于适度比例中时,在两侧各有一恶德被考察,一者依过度而对立,另一者依缺乏而对立。例如,当正义被视为处于适度比例中时,过度是贪欲,缺乏是过损,两者都是无比例;因为正是作为无比例,它才对立于适度比例。再者,对于节制而言,过度是放荡,缺乏是麻木[迟钝];对于勇敢而言,是怯懦与鲁莽;对于明智而言,是狡黠与愚昧。因此,这些偏离的每一方,对立于美德时就像恶对立于善、无比例对立于比例平衡,但彼此相互对立时却不是这样,而是像缺乏对立于过度。因此,是一物对立于一物,而不是二物对立于一物。
"Ἔτι ἐπὶ τῶν ἐναντίων οὐκ ἀναγκαῖον, ἂν θάτερον ᾖ, καὶ τὸ λοιπὸν εἶναι." Τοῦτο δεύτερον τῶν ἐναντίων θεώρημα· φησὶν ὅτι ἑνὸς τῶν ἐναντίων ὄντος οὐκ ἀνάγκη καὶ τὸ ἕτερον εἶναι· ἐὰν γὰρ ὑποθώμεθα πάντας ὑγιαίνειν ἀνθρώπους, ὑγεία μὲν ἐξ ἀνάγκης ἔσται, νόσος δὲ οὔ. ὁμοίως καὶ ἐπὶ νόσου καὶ λευκότητος καὶ μελανίας καὶ τῶν τοιούτων. ταῦτα δέ φησιν ὁ Ἀριστοτέλης αὐτὰ καθ’ ἑαυτὰ τὰ πράγματα ἐξετάζων τὰ τὴν ἐναντίωσιν ἀναδεξάμενα, οὐκέτι δὲ ὡς ἐναντία·3 τὸ γὰρ λευκὸν ὡς μὲν πρᾶγμα δύναται εἶναι καὶ δίχα τοῦ μέλανος, ὡς μέντοι ἐναντίον τούτῳ οὐκέτι καθ’ ἑαυτὸ δύναται θεωρεῖσθαι, διότι τὰ ἐναντία τῶν πρός τί ἐστι καὶ ἐν σχέσει ἑτέρων τὸ εἶναι ἔχουσι· τὸ γὰρ ἐναντίον ἐστὶ τῷ ἐναντίῳ ἐναντίον.
“此外,在相反者的情况下,如果一者存在,其余一者也并不必然存在。” 这是关于相反者的第二条定理。他说,当相反者的一方存在时,并不必然另一方也存在;因为如果我们假定所有人都是健康的,健康必然存在,而疾病则不存在。同样,在疾病、白、黑以及诸如此类的事物上也是如此。亚里士多德说这些话,是就接受了相反性的具体事物就其自身而言进行考察,而不再是将它们作为相反者来考察;因为白作为事物,即使没有黑也能够存在,但作为与黑相反者,它却不再能就其自身被考察,因为相反者属于关系者,其存在在于与他者的关联之中;因为相反者是相对于相反者的相反者。
- 7.36ὡς δύο ἑνὶ ἀντιτάξαι
由 οὕτως ἄδικος 引出的 ὡς 加不定词 ἀντιτάξαι 构成的结果从句,意为“如此不公,以至于把两个对置于一个”。
- 7.36ἀλλήλοις δὲ οὐχ οὕτως
承前省略了谓语动词 ἀντίκειται 的省略句。ἀλλήλοις 为该动词支配的与格,意为“但彼此相互[对立]却并非如此”,后接 ἀλλ’ ὡς ἔνδεια ὑπερβολῇ。
- 7.37αὐτὰ καθ’ ἑαυτὰ τὰ πράγματα ἐξετάζων τὰ τὴν ἐναντίωσιν ἀναδεξάμενα, οὐκέτι δὲ ὡς ἐναντία
分词 ἐξετάζων 的宾语为 αὐτὰ καθ’ ἑαυτὰ τὰ πράγματα τὰ τὴν ἐναντίωσιν ἀναδεξάμενα,并与 οὐκέτι δὲ ὡς ἐναντία 形成对照,表明是“就接受了相反性的具体事物就其自身而言进行考察,而不再是将它们作为相反者来考察”。
