← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§186.7-187.24

依主体存否区分肯定否定与其他对立的真假

注解亚里士多德《范畴篇》第10章(13b12),论证即使相反者、缺失与状态以及关系者在结合主体时也能接受真假,它们仍与肯定和否定根本不同,因为只有后者无论主体存在与否都始终二分真假。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.35

" Οὐ μὴν ἀλλὰ μάλιστα ἂν δόξειε τὸ τοιοῦτον συμβαίνειν ἐπὶ τῶν κατὰ συμπλοκὴν ἐναντίων λεγομένων." Ὃ ἄν τις ἠπόρησεν αὐτῷ, τοῦτο προλαβὼν αὐτὸς καὶ ἀπορεῖ καὶ ἐπιλύεται·1 φησὶ γὰρ ὅτι τὰ ἐναντία τὰ μετὰ συμπλοκῆς τοῦ ὑποκειμένου λεγόμενα διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· τὸ γὰρ ὑγιαίνειν Σωκράτην ἢ νοσεῖν τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδός ἐστιν. ἀλλὰ δὴ καὶ τὸ ὄψιν ἔχειν ἢ τυφλὸν εἶναι ἢ πατέρα ἢ υἱὸν καὶ ταῦτα ἀληθείας ἢ ψεύδους εἰσὶ δεκτικά. πρὸς τοῦτο τοίνυν φησὶν ὅτι εἰ καὶ κατὰ συμπλοκὴν δοκεῖ διαιρεῖν ταῦτα τὴν ἀλήθειαν ἀπὸ τοῦ ψεύδους, ἀλλὰ καὶ οὕτως πολὺ διενηνόχασι καταφάσεως καὶ ἀποφάσεως· ἡ μὲν γὰρ κατάφασις καὶ ἀπόφασις ἀεὶ καὶ ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· τὸ γὰρ τυφλὸν εἶναι Σωκράτην ἢ μὴ εἶναι τυφλὸν ἢ λευκὸν εἶναι ἢ μὴ εἶναι λευκὸν ἢ πατέρα εἶναι ἢ μὴ εἶναι πατέρα ὄντος τε αὐτοῦ ἐξ ἀνάγκης ἀεὶ τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος μὴ ὄντος τε ἀεὶ τὸ ἕτερον ἀληθές· ὁ γὰρ μηδὲ ὅλως ὢν οὔτε πατήρ ἐστιν οὔτε τυφλὸς οὔτε λευκός. καὶ τὴν ψυχὴν ὁ λέγων λευκὴν εἶναι ἢ μὴ εἶναι λευκὴν καὶ ὄψιν ἔχειν ἢ μὴ ἔχειν ὄψιν καὶ δεξιὰν εἶναι ἢ μὴ εἶναι δεξιὰν τὸ μὲν ἀληθεύσει τὸ δὲ ψεύσεται. τὰ μέντοι γε ἐναντία οὐχ οὕτως ἔχει, ἀλλ’ ὄντος μὲν Σωκράτους ἀνάγκη τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος (ἢ γὰρ ὑγιαίνειν αὐτὸν ἢ νοσεῖν ἀνάγκη) μὴ ὄντος δὲ ἀμφότερα ψευδῆ· ὁ γὰρ μηδὲ ὅλως ὢν πῶς ἂν ὑγιαίνειν δύναιτο ἢ νοσεῖν; ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς ἕξεως καὶ ὄντος οὐκ ἀεὶ ἀληθὲς ἕτερον τῶν ἐναντίων,2 ἀλλ’ ἔστιν ὅτε ἀμφότερα ψευδῆ, μὴ ὄντος τε ἀεὶ ἀμφότερα ψευδῆ· τὸ γὰρ νωδὸν εἶναι Σωκράτην ἢ ὀδόντας ἔχειν ὄντος τε οὐκ ἀεὶ τὸ ἕτερον ἀληθές, ἀλλ’ ἔστιν ὅτε ἀμφότερα ψευδῆ (ὅτε μηδὲ πέφυκεν ὅλως ἔχειν), καὶ μὴ ὄντος ἀεὶ ἀμφότερα ψευδῆ· ὁ μηδὲ ὅλως γὰρ ὢν τὸ παράπαν πῶς ἄν ἢ νωδὸς εἴη ἢ ὀδόντας ἔχοι; καὶ ἐπὶ τοῦ σκυλακίου ὁμοίως ἀμφότερα, καὶ ἡ ἕξις καὶ ἡ στέρησις, καὶ ὄντος καὶ μὴ ὄντος ψευδῆ, τό τε ὄψιν ἔχειν καὶ τὸ τυφλὸν εἶναι. καὶ ἐπὶ τῶν πρός τι ὁμοίως· τό τε γὰρ δεξιὸν εἶναι ἢ ἀριστερὸν καὶ ὄντος οὐκ ἀεὶ τὸ ἕτερον ἀληθές, ἀλλ’ ἔστιν ὅτε ἀμφότερα ψευδῆ (εἰ μόνος τις εἴη), μὴ ὄντος τε πάλιν ἀμφότερα ψευδῆ. καὶ τὸ πατέρα ἢ υἱὸν εἶναι ὁμοίως καὶ μὴ ὄντος ἀμφότερα ψευδῆ καὶ ὄντος ἔστιν ὅτε ἀμφότερα ψευδῆ· εἰ γὰρ μήτε πατέρα τις ἔχει μήτε υἱόν, τίνος ἂν πατὴρ ἢ υἱὸς κληθείη;3 εἰ μή τί γε κατὰ μνήμην, ἐπεὶ τῇ ἀληθείᾳ οὐδενὸς ἂν κληθείη. ὥστε καὶ οὕτω πολύ γε διενήνοχε τῶν ἄλλων τὰ κατὰ ἀπόφασιν καὶ κατάφασιν· εἰ γὰρ ταῦτα μὲν ἀεὶ καὶ ἐπὶ ὄντων καὶ μὴ ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος τὰ δὲ λοιπὰ ἐπί τε τῶν ὄντων οὐκ ἀεὶ ἐπί τε τῶν μὴ ὄντων οὐδέποτε διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, οὐκ ἄρα ταὐτὸν κατάφασις καὶ ἀπόφασις τοῖς ἄλλοις. καὶ ἄλλως δὲ τὸ ὅλως ἐπιδέξασθαι ταῦτά ποτε ἀλήθειαν ἢ ψεῦδος οὐκ ἄλλοθεν αὐτοῖς ἐπισυνέβη ἢ ἐκ τοῦ γενέσθαι καταφάσεις, ἐπεὶ καθ’ ἑαυτά γε οὐδενὸς τούτων εἰσὶ δεκτικά· τὸ γὰρ ‘Σωκράτης ὑγιαίνει ἢ τυφλός ἐστιν ἢ πατὴρ ἤ τι τῶν τοιούτων’ κατάφασίς ἐστιν· ὥστε διὰ τὴν κατάφασιν καὶ τό ποτε ὅλως διαιρεῖν τὸ ἀληθὲς ἢ τὸ ψεῦδος εἰλήφασιν. ἰστέον δὲ ὅτι πάλιν ἐπὶ τούτων μέσην ἔχουσι τάξιν τὰ κατὰ στέρησιν καὶ ἕξιν καὶ τὰ πρός τι τῶν ἐναντίων καὶ τῆς καταφάσεως καὶ ἀποφάσεως· τῆς μὲν γὰρ καταφάσεως 〈καὶ ἀποφάσεως〉 ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων διαιρούσης ἀεὶ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος * *

“尽管如此,这种情况似乎最有可能发生在依照结合而被言说的相反者身上。” 凡是某人可能会向他提出的疑难,他自己预先提出,既立出疑难又加以解决。因为他说,伴随着与作为基底的事物的结合而被言说的相反者分判真与假;因为苏格拉底健康或者患病,一者为真而另一者为假。然而不仅如此,具有视力或盲目,或者作为父亲或儿子,这些也都能接受真或假。因此针对这一点他说,即使这些事物依结合看来确实将真与假分判开来,但即便如此,它们也与肯定和否定大不相同。因为肯定和否定始终并且在所有存在的事物和不存在的事物上分判真与假;因为苏格拉底盲目或不盲目,或者白或不白,或者为父或不为父,既在他存在时必然始终是一者为真而另一者为假,又在他不存在时始终是另一者为真;因为根本完全不存在的人,既不是父亲也不是盲目的也不是白的。而说灵魂是白或不是白、具有视力或不具有视力、是右或不是右的人,将在一种情况下说真话而在另一种情况下说假话。然而相反者却并非如此,而是在苏格拉底存在时必然一者为真而另一者为假(因为必然是他要么健康要么患病),但在他不存在时两者皆假;因为根本完全不存在的人怎么可能健康或者患病呢?至于在缺失和状态的情况下,即使在[主体]存在时,相反的两端中也不总是有一者为真,而是有时两者皆假,而在其不存在时始终两者皆假;因为苏格拉底无齿或具有牙齿,在他存在时也并不总是一者为真,而是有时两者皆假(当他根本还不具有牙齿的自然本性时),而在他不存在时始终两者皆假;因为根本完全不存在的人,到底怎么可能会无齿或者具有牙齿呢?在幼犬的情况下同样如此,无论是存在时还是不存在时,状态与缺失这两者皆假,即具有视力与盲目。在关系者的情况下同样如此;因为是右还是左,即使在存在时也并不总是一者为真,而是有时两者皆假(如果某人孤身一人),而在不存在时又两者皆假。作为父亲或儿子也是同样,在不存在时两者皆假,而在存在时有时两者皆假;因为如果某人既没有父亲也没有儿子,他会被称为谁的父亲或儿子呢?除非是依据记忆,因为在真实中他不会被称为任何人的[父亲或儿子]。因此,即使这样,依照否定与肯定的事物也与其余事物大不相同;因为如果这些事物始终并且在存在与不存在的事物上分判真与假,而其余事物在存在的事物上并不始终分判真与假、在不存在的事物上绝不分判真与假,那么肯定与否定就与其余事物不同。在另一方面,这些事物哪怕有时接受真或假,并非来自其他地方,而恰恰是由于它们成为了肯定命题,因为就其自身而言它们绝不接受这些中的任何一个;因为“苏格拉底健康,或是盲目的,或是父亲,或是诸如此类的某种事物”是一个肯定命题;因此是由于肯定命题,它们才获得了哪怕有时分判真或假的能力。但应当知道,在这些事物中,依照缺失与状态的事物以及关系者,在相反者与肯定及否定之间又占据着中间的位序;因为肯定〈与否定〉在所有存在的事物和不存在的事物上始终分判真与假,而 * *

语法注3 条
  1. 7.35Ὃ ἄν τις ἠπόρησεν αὐτῷ, τοῦτο προλαβὼν αὐτὸς καὶ ἀπορεῖ καὶ ἐπιλύεται

    由关系代名词 ὅ 引导的从句置于主句指示代词 τοῦτο 之前,充当整体的宾语。αὐτός 是指亚里士多德的主语,καὶ...καί 构成并列呼应(“既提出疑难又加以解决”)。

  2. 7.35ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς ἕξεως καὶ ὄντος οὐκ ἀεὶ ἀληθὲς ἕτερον τῶν ἐναντίων

    ὄντος 为属格独立结构(以作为基底的事物/主体为逻辑主语)。这里的 τῶν ἐναντίων 并非狭义的“相反者”,而是概括性地指代缺失与状态中相互对立的两端(例如具有牙齿与无齿)。

  3. 7.35εἰ μή τί γε κατὰ μνήμην, ἐπεὶ τῇ ἀληθείᾳ οὐδενὸς ἂν κληθείη

    εἰ μή τί γε 是表示限定或例外的惯用句式(“除非是……”)。随后的 ἐπεὶ 引导原因分句(“因为在真实中……”),并重复了带有潜能语气希求法的主动词 κληθείη ἄν,以说明其论据。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:186.7-187.24