- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:184.10-186.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了德性的恢复为何会受到时间的阻碍以及失明的不可逆性,随后根据四种对立之间的六组配对,借助真假必然性以及命题结合的有无这一普遍论据,论证肯定与否定的对立与其余三种对立截然不同。
" Καὶ τοῦτο ἀεὶ γινόμενον τελείως εἰς τὴν ἐναντίαν ἕξιν ἀποκαταστήσειεν ἄν, εἴπερ μὴ χρόνῳ ἐξείργηται." Εἰκὸς γὰρ ἢ νόσῳ μεταξὺ διακοπῆναι τὴν συνέχειαν ἢ πραγμάτων φροντίσιν ἢ διατριβῇ φαυλοτέρων ἀνδρῶν. καὶ ἄλλως δὲ εἴ τις ἐν ἐσχάτῳ γήρᾳ ἄρξηται φιλοσοφεῖν, εἶτα μεταξὺ θανάτῳ διακοπῇ, πρὶν ἢ εἰς τὴν τελείαν τῆς ἀρετῆς ἕξιν μεταβάλλοι.1
“而这种情况不断发生,便会完全恢复到相反的状态,只要不受时间的阻碍。” 因为很有可能连续性在中途被疾病、对事务的操心或与更恶劣之人的交往所打断。从另一种情况来看也是如此,如果某人在极度年老时开始学习哲学,随后在中途被死亡所中断,尚未来得及转变为德性的完全状态。
"Οὔτε γὰρ τυφλὸς γενόμενός τις πάλιν ἀνέβλεψε." Κατά γε ἰατρικὸν λόγον καὶ φυσικὸν οὐδείς ποτε τυφλὸς ὢν ἀνέβλεψεν, εἰ μὴ ἄρα κατά τινα θείαν ἔλλαμψιν.
“因为也没有任何人在变盲之后重新复明。” 至少依医学和自然学的道理而言,没有任何失明的人曾经复明,除非是由于某种神圣的启照。
"Ὅσα δὲ ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται, φανερὸν ὅτι κατ’ οὐδένα τῶν εἰρημένων τρόπων ἀντίκειται." Διέκρινε τὰ πρός τι τῶν κατὰ στέρησιν καὶ ἕξιν καὶ τῶν ἐναντίων καὶ ταῦτα τῶν κατὰ στέρησιν καὶ ἕξιν· γίνονται οὖν συζυγίαι τρεῖς· λείπονται τοίνυν ἄλλαι τρεῖς συζυγίαι κατὰ τὴν παραδεδομένην ἐν τῇ Εἰσαγωγῇ μέθοδον. ἡ δὲ μέθοδος ἦν τοιαύτη· δεῖ πολλαπλασιάζειν τὸ προτεθὲν πλῆθος ἐπὶ τὸν μονάδι ἐλάττονα ἀριθμὸν καὶ τοῦ συναχθέντος ἀριθμοῦ λαβεῖν τὸ ἥμισυ,2 καὶ τοσαύτας ἀποφαίνεσθαι τὰς συζυγίας· οἷόν ἐστι τὰ προτεθέντα ἡμῖν πράγματα τέσσαρα, ταῦτα πολλαπλασιάζομεν ἐπὶ τὸν μονάδι ἐλάττονα, τοῦτ’ ἔστι τὸν τρία, καὶ γίνονται τετράκις τρία — δώδεκα, τούτων τὸ ἥμισυ ἕξ· τοσαῦται οὖν εἰσιν αἱ συζυγίαι. τῶν τριῶν τοίνυν ἡμῖν παραδεδομένων, ὡς εἴρηται, λείπονται αἱ λοιπαὶ τρεῖς, ἃς νῦν κοινῷ λόγῳ παραδίδωσι· τὰ γὰρ κατὰ κατάφασιν καὶ ἀπόφασιν τῶν λοιπῶν τριῶν κοινῷ λόγῳ διακρίνει· ἐπὶ μόνων γὰρ τούτων ἀναγκαῖον ἀεὶ τὸ μὲν ἀληθὲς αὐτῶν τὸ δὲ ψεῦδος εἶναι· ἐὰν γὰρ εἴπω ‘Σωκράτης κάθηται — Σωκράτης οὐ κάθηται’, τὸ μὲν ἀληθὲς αὐτῶν τὸ δὲ ψεῦδός ἐστι. τῶν δὲ ἄλλων τριῶν οὐδὲν οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνει· ἐὰν γὰρ μυριάκις εἴπω ‘πατὴρ ἢ υἱός’ ἢ ‘λευκὸν ἢ μέλαν’ ἢ ‘ὄψις ἢ τυφλότης’, οὐδεμίαν οὔτε ἀλήθειαν οὔτε ψεῦδος ἐσήμανα· τὰ γὰρ ὀνόματα αὐτὰ καθ’ ἑαυτὰ ἄνευ ῥημάτων λεγόμενα οὐδεμίαν οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνουσι, συμπλεκόμενα δὲ ῥήμασι τότε ἀληθείας ἢ ψεύδους εἰσὶ σημαντικά. καὶ αὐτὰ δὲ τὰ ῥήματα καθ’ ἑαυτὰ λεγόμενα οὔτε ἀλήθειαν οὔτε ψεῦδος σημαίνουσι, μετὰ δὲ ἀντωνυμιῶν λεγόμενα ἢ ἀληθείας ἢ ψεύδους εἰσὶ δηλωτικά, οἷον ‘περιπατῶ ἐγώ’. καὶ αὐτὸ δὲ τὸ περιπατῶ δυνάμει τὴν ἀντωνυμίαν ἐν ἑαυτῷ περιέχει· καὶ γὰρ προσώπου ἐστὶ δηλωτικόν· ἀμέλει τὰ ἀπαρέμφατα μὴ σημαίνοντα πρόσωπα οὐ σημαίνουσιν ἀλήθειαν ἢ ψεῦδος,3 οἷον περιπατεῖν ἢ τρέχειν· ψιλὸν γάρ ἐστιν αὐτὸ καθ’ αὑτὸ τὸ ῥῆμα, οὐδὲ δυνάμει περιέχον τὴν ἀντωνυμίαν, ὥσπερ τὸ περιπατῶ. εἰ τοίνυν τὰ μὲν κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀληθείας ἢ ψεύδους εἰσὶ δηλωτικά, τῶν δὲ ἄλλων τριῶν οὐδὲ ἓν ἀλήθειαν ἢ ψεῦδος σημαίνει, οὐδενὶ ἄρα τούτων ἡ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀντίθεσις ἡ αὐτή ἐστιν.
“至于凡是作为肯定与否定而对立的事物,显然它们并非依照上述任何一种方式对立。” 他曾将关系者从依照缺失与状态的事物以及相反者中区分开来,并将这些[相反者]从依照缺失与状态的事物中区分开来;于是产生出三组配对;因此,按照《导论》中所传授的方法,还剩下另外三组配对。而该方法是这样的:必须将所提出的数量乘以减少一的数,并取所汇总的数目的一半,断定配对就是这么多;例如我们所提出的事物有四种,我们将它们乘以减少一的数,即三,四乘以三得十二,其中的一半是六;因此配对就只有这么多。既然如前所述已经传授了我们三组,剩下的三组就留下了,他现在通过一个共同的论据来传授它们;因为他通过一个共同的论据将依照肯定与否定的事物同其余三者区分开来;因为只有在这些事物中,它们的一方为真而另一方为假才始终是必然的;因为如果我说“苏格拉底坐着——苏格拉底没坐着”,它们中的一者为真而另一者为假。而其他三者中没有一个表示真或假;因为即使我说上一万遍“父亲或儿子”或者“白或黑”或者“视力或盲目”,我也未曾表示任何真或假;因为名词就其自身而言在脱离动词被说出时,不表示任何真或假,但与动词结合时,那时它们才表述真或假。动词本身单独被说出时也不表示真或假,但与代词一起被说出时就表明真或假,例如“散步,我”。而“我散步”本身就在潜能上于自身中包含了代词;因为它的确表明人称;不用说,不表示人称的不定式并不表示真或假,例如“散步”或“奔跑”;因为它是就其自身而言赤裸的动词,甚至不像“我散步”那样在潜能上包含代词。因此,如果依照肯定与否定的事物表明真或假,而其他三者中没有一个表示真或假,那么依照肯定与否定的对立就与这些中的任何一个都不相同。
"Οὔτε γὰρ ἐπὶ τῶν ἐναντίων ἀναγκαῖον ἀεὶ θάτερον ἀληθὲς εἶναι, θάτερον δὲ ψεῦδος." Τὸ ἀεὶ προσέθηκε, διότι τοῖς ὑποκειμένοις ταῦτά ποτε συμπλεκόμενα ἀληθείας ἢ ψεύδους δεκτικὰ γίνονται, οἷον ὑγιαίνει Σωκράτης — οὐχ ὑγιαίνει Σωκράτης.
“因为在相反者的情况下,也绝非必然总是一方为真而另一方为假。” 他加上了“总是”,因为当这些事物某时与作为基底的事物相结合时,它们就变得能够接受真或假,例如“苏格拉底健康——苏格拉底不健康”。
"Ὅλως δὲ τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδός ἐστι." Τὰ κατὰ μηδεμίαν συμπλοκὴν λεγόμενα οὐδὲν οὔτε ἀληθὲς οὔτε ψεῦδος δηλοῖ, τὰ δὲ πρός τι καὶ τὰ ἐναντία καὶ τὰ κατὰ στέρησιν καὶ ἕξιν ἄνευ συμπλοκῆς λέγεται· ταῦτα ἄρα οὐδὲν ἀληθὲς οὐδὲ ψεῦδος δηλοῖ· ὥστε οὔκ εἰσι τὰ αὐτὰ τοῖς κατὰ κατάφασιν καὶ ἀπόφασιν λεγομένοις.
“但总的说来,在不依照任何结合而被言说的事物中,没有一个是真或假的。” 不依照任何结合而被言说的事物,不表明任何真或假,但关系者、相反者以及依照缺失与状态的事物是无结合而被言说的;因此这些不表明任何真或假;所以它们与依照肯定与否定而被言说的事物并不相同。
- 7.30πρὶν ἢ εἰς τὴν τελείαν τῆς ἀρετῆς ἕξιν μεταβάλλοι
连词 πρὶν ἤ(“在……之前”)支配希求语气 μεταβάλλοι。由于在先的条件句(εἴ τις... ἄρξηται... διακοπῇ)表达的是假设性的普遍情况,时间从句在语气上受到假定语境的同化而采用了希求语气。
- 7.32δεῖ πολλαπλασιάζειν τὸ προτεθὲν πλῆθος ἐπὶ τὸν μονάδι ἐλάττονα ἀριθμὸν καὶ τοῦ συναχθέντος ἀριθμοῦ λαβεῖν τὸ ἥμισυ
该句表述了组合数 n(n-1)/2 的计算方法。介词短语 ἐπὶ τὸν ... ἀριθμόν 表示乘法(“乘以……”),属格 τοῦ συναχθέντος ἀριθμοῦ 则是作为部分属格依存于 τὸ ἥμισυ(“取所汇总乘积的一半”)。
- 7.32ἀμέλει τὰ ἀπαρέμφατα μὴ σημαίνοντα πρόσωπα οὐ σημαίνουσιν ἀλήθειαν ἢ ψεῦδος
副词 ἀμέλει 置于句首,用作起例证和确认作用的话语标记(“毫无疑问”、“诚然”)。尽管主语是中性复数名词 τὰ ἀπαρέμφατα(“不定式”),动词 οὐ σημαίνουσιν 却使用了复数形式,属于中性复数主语与复数动词一致的用法。
