- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:182.20-184.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯基于在适宜接受的时间其归属的必然性与未决定性,论证了缺失与状态的对立也不等同于具有中间者的相反者。此外,他提出了普遍的区别:只要接受者存在,相反者即可相互转变,而从缺失向状态的转变则不可能,并结合确知与正确意见的区分注视了德性与恶劣之间的相互转变问题。
" Ἀλλ’ οὐδὲ ὧν τί ἐστιν ἀνὰ μέσον· ἀναγκαῖον γάρ ποτε παντὶ τῷ δεκτικῷ θάτερον αὐτῶν ὑπάρχειν." Νῦν διακρίνει τῶν ἐμμέσων ἐναντίων τὰ κατὰ στέρησιν καὶ ἕξιν, καὶ πρότερόν γε τῶν πεφυκότων κατὰ ἀμφότερα τὰ ἐναντία ἀπεῖναι τοῦ ὑποκειμένου· ἐπὶ μὲν γὰρ τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων, ὅταν ᾖ τὸ ὑποκείμενον τούτων δεκτικόν, ἐξ ἀνάγκης αὐτῷ τὸ ἕτερον πάρεστιν· ὁ γὰρ Σωκράτης ἐξ ἀνάγκης ἢ τυφλός ἐστιν ἢ ὄψιν ἔχει, οὐκ ἐξ ἀνάγκης δὲ ἢ λευκός ἐστιν ἢ μέλας· δυνατὸν γὰρ αὐτῷ μηδέτερον τούτων ὑπάρχειν καὶ πεφυκότα1 γε δέχεσθαι τῶν ἐναντίων ἑκάτερον.
“但也绝非那些其间有某种中间者[的对立];因为必然在某个时候有它们之一属于一切接受者。” 现在他把依照缺失与状态的事物从具有中间者的相反者中区分开来,并且首先从那些依其自然本性允许两种相反者都离开作为基底的事物中区分开来;因为在依照状态与缺失而对立的事物中,每当作为基底的事物能够接受它们时,必然有其中一者临在于它;因为苏格拉底出于必然要么是盲目要么具有视力,但并非出于必然要么是白要么是黑;因为尽管他在自然本性上能够接受两种相反者的每一者,这两者都不属于他却是可能的。
"Καὶ τούτων οὐκ ἀφωρισμένως θάτερον, ἀλλ’ ὁπότερον ἔτυχεν· οὐ γὰρ ἀναγκαῖον ἢ τυφλὸν ἢ ὄψιν ἔχον εἶναι, ἀλλ’ ὁπότερον ἔτυχεν." Διὰ τούτων πάλιν διακρίνει τὰ κατὰ στέρησιν καὶ ἕξιν τῶν ἐμμέσων ἐναντίων, ἐφ’ ὧν πέφυκεν ὡρισμένως τὸ ἕτερον τῶν ἐναντίων παρεῖναι τῷ δεκτικῷ· ἐπὶ μὲν γὰρ τῆς στερήσεως, φησί, καὶ τῆς ἕξεως οὐκ ἀφωρισμένως τὸ ἕτερον πάρεστι τῷ ὑποκειμένῳ, ὁπόταν πέφυκε δέχεσθαι, ἀλλ’ ὁπότερον ἔτυχεν (οὐ γὰρ ἀφωρισμένως Σωκράτης ἢ τυφλός ἐστιν ἢ ὄψιν ἔχει, ἀλλ’ ὡς ἂν ἔτυχεν), ἐπὶ δὲ τῶν ἐμμέσων ἐναντίων, ἐφ’ ὧν τὸ ἕτερον πέφυκε παρεῖναι τῷ ὑποκειμένῳ, ἀνάγκη ἀφωρισμένως τὸ ἓν παρεῖναι καὶ οὐδέποτε τὸ ἐναντίον· τῷ γὰρ πυρὶ ἀφωρισμένως πάρεστι ἡ θερμότης καὶ τῇ χιόνι ἡ λευκότης καὶ ἡ ψῦξις, τὸ δὲ ἐναντίον οὐδέποτε. καὶ τοῦτο διὰ τὴν τοῦ ὑποκειμένου φύσιν, ἐπεὶ καθ’ αὑτὴν ἡ θερμότης καὶ ἡ ψυχρότης * ἔμμεσά ἐστιν· ὥστε κατ’ οὐδέτερον τρόπον τῶν ἐμμέσων ἐναντίων ἡ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντίθεσις ἡ αὐτή ἐστιν.
“而在这些事物中,并不是确定地具有其中之一,而是碰巧为哪一个就是哪一个;因为并不是必然要么是盲目要么是具有视力,而是碰巧为哪一个就是哪一个。” 通过这些话,他又把依照缺失与状态的事物,从相反者中的一者依照自然本性以确定方式临在于接受者的具有中间者的相反者中区分开来;因为他说,在缺失与状态的情况下,当作为基底的事物自然能够接受它们时,并不是确定地有其中之一临在于它,而是碰巧为哪一个就是哪一个(因为并不是确定地苏格拉底要么是盲目要么具有视力,而是恰巧如此);相反,在有一者自然临在于作为基底的事物的具有中间者的相反者中,必然是确定地有这一者临在,而绝非相反者;因为火确定地具有热,雪确定地具有白与冷,而绝非相反者。而这是由于作为基底的事物的自然本性,因为热与冷就其自身而言是具有中间者的;所以在具有中间者的相反者的两种方式中,依照缺失与状态的对立都〔与之〕不相同。
"Ἔτι ἐπὶ μὲν τῶν ἐναντίων ὑπάρχοντος τοῦ δεκτικοῦ2 δυνατὸν εἰς ἄλληλα μεταβολὴν γενέσθαι." Διελὼν τὰ ἐναντία καὶ δείξας κατὰ μέρος ὡς οὐδενὶ τῶν ἐναντίων εἴδει ἡ αὐτή ἐστιν ἀντίθεσις ἡ τῶν κατὰ στέρησιν καὶ ἕξιν, νῦν καθολικῷ λόγῳ ταῦτα ἀλλήλων διακρίνει λέγων οὕτως· τὰ ἐναντία μεταβάλλει εἰς ἄλληλα (τὸ γὰρ θερμὸν εἰς ψυχρὸν μεταβάλλει καὶ τὸ ψυχρὸν εἰς θερμὸν καὶ τὸ μέλαν εἰς λευκὸν καὶ τὸ λευκὸν εἰς μέλαν), τὰ δὲ κατὰ στέρησιν καὶ ἕξιν οὐ μεταβάλλει εἰς ἄλληλα· εἰ γὰρ καὶ ἡ ὄψις εἰς τύφλωσιν μεταβάλλει, ἀλλ’ οὐχὶ καὶ ἡ τύφλωσις εἰς τὴν ὄψιν· τὰ ἄρα ἐναντία οὐκ ἔστι τὰ αὐτὰ τοῖς κατὰ στέρησιν καὶ ἕξιν. καλῶς δὲ εἶπεν ὑπάρχοντος τοῦ δεκτικοῦ· διὰ γὰρ τοῦτο καὶ ἡ τῶν ἐναντίων εἰς ἄλληλα μεταβολὴ γίνεται, ἐπεὶ καθ’ ἑαυτὰς αἱ ποιότητες ἀμετάβλητοί εἰσιν, ἐν ὑποκειμένῳ δὲ γινόμεναι τὴν μεταβολὴν ὑπομένουσι. καλῶς δὲ εἶπε καὶ τὸ δυνατόν· οὐ γὰρ ἀεὶ τὰ ἐναντία τὴν εἰς ἄλληλα μεταβολὴν ποιοῦνται· ὅσα γὰρ ἀφωρισμένως φύσει τινι ὑποκειμένῳ ὑπάρχουσι, ταῦτα οὐδέποτε εἰς τὰ ἐναντία μεταβάλλει· οὔτε γὰρ ἡ ἐν πυρὶ θερμότης μεταβάλλοι ἂν εἰς ψυχρότητα οὔτε ἡ ἐν χιόνι ψυχρότης ἢ λευκότης εἰς θερμότητα ἢ μελανίαν μεταβάλλοι.
“此外,在相反者的情况下,只要接受者继续存在,就有可能发生相互间的转变。” 在划分了相反者并分项表明依照缺失与状态的对立与相反者的任何一种都不相同之后,他现在通过一个普遍的论据将它们相互区分开来,这样说道:相反者相互转变(因为热转变为冷,冷转变为热,黑转变为白,白转变为黑),而依照缺失与状态的事物并不相互转变;因为即使视力转变为盲目,盲目却并不转变为视力;因此相反者与依照缺失与状态的事物并非相同。而且他精当地说了“只要接受者继续存在”;因为正是由于这个缘故,相反者之间的相互转变才得以发生,因为性质就其自身而言是不可转变的,但存在于作为基底的事物中时它们承受转变。他也精当地说了“有可能”;因为相反者并非总是相互转变;因为凡是依照自然本性确定地属于某个基底的事物,这些绝不转变为相反者;因为火中的热绝不会转变为冷,雪中的冷或白也绝不会转变为热或黑。
"Καὶ ἐκ σπουδαίου γε φαῦλον καὶ ἐκ φαύλου σπουδαῖον δυνατὸν γενέσθαι." Ὅτι μὲν ἐκ σπουδαίου φαῦλον δυνατὸν γενέσθαι οὐ δείκνυσιν, ὅτι δὲ ἐκ φαύλου σπουδαῖον κατασκευάζει. σπουδαῖον δὲ ἐνταῦθα λέγει οὐ τὸν τέλειον καὶ ἐν ἐπιστήμῃ τὸ καλὸν ἔχοντα· οὗτος γὰρ ἀμετάβλητον ἔχει τὴν ἕξιν, ἅτε δὴ μὴ μόνον ὅτι καλὸν ἡ ἀρετὴ εἰδὼς ἀλλὰ καὶ διότι καλόν. οὐ τοῦτον τοίνυν λέγει μεταβάλλειν, ἀλλὰ τὸν ὀρθοδοξαστικόν· οὗτος γὰρ μεταβάλλοι ἄν ἐπὶ τὸ φαυλότερον παραλογιζόμενος καὶ ἀπατώμενος ὑπὸ μοχθηρῶν ἀνδρῶν τὸ διότι καλὸν ἡ ἀρετὴ μὴ ἐπιστάμενος.3
“并且从优秀的变为恶劣的,从恶劣的变为优秀的,这也是可能的。” 从优秀的能够变为恶劣的他并未证明,但他确证了从恶劣的能够变为优秀的。然而他在这里所说的“优秀者”,并不是指那完美的且在确知中把握善的人;因为这个人具有不可转变的状态,鉴于他不仅知道德是善的,而且知道为何它是善的。因此他所说的发生转变的并不是这个人,而是具有正确意见的人;因为这个人由于不知晓为何德是善的,被邪恶之人误导和欺骗,可能会向更恶劣的方向转变。
- 7.26πεφυκότα
宾格分词 πεφυκότα 在格上与前面的与格 αὐτῷ(苏格拉底)不一致,而是受无人称句 δυνατὸν αὐτῷ... 中不定词的隐含宾格主语([αὐτόν])吸引而出现的格的交替(破格现象)。在此作让步性理解:“尽管他在自然本性上能够接受……”。
- 7.28ὑπάρχοντος τοῦ δεκτικοῦ
独立属格结构,表条件或时间。如斐洛波诺斯本人的注解所明示,性质(相反者)就其自身而言并不转变,唯有在接受它们的基底持续存在、临在的条件下,相互转变才得以成立(“只要接受者继续存在”)。
- 7.29τὸ διότι καλὸν ἡ ἀρετὴ μὴ ἐπιστάμενος
带冠词的间接疑问从句 τὸ διότι καλὸν ἡ ἀρετή 作现在分词 ἐπιστάμενος 的宾语。它承接了前文 ὅτι καλόν(德性是善的事实)与 διότι καλόν(为何是善的根据与原因)的对比,表明仅具正确意见(ὀρθὴ δόξα)者因缺乏因果性认识而容易发生变质。
