- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:180.28-182.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《范畴篇》12b21–13a4的注解。在确认关系者与缺失/状态之对立的区别(相互转换性)之后,论证缺失与状态的对立不同于无中间者的相反者之对立,因为接受者上可能两者皆缺席。
" Ἔτι τὰ πρός τι πάντα πρὸς ἀντιστρέφοντα λέγεται." Πάλιν ἑτέρῳ συλλογισμῷ δείκνυσιν ὅτι ἕτερά εἰσι τὰ ὡς πρός τι ἀντικείμενα τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων· λέγει γὰρ δυνάμει οὕτως· τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται (ὥσπερ γὰρ ὁ πατὴρ υἱοῦ πατήρ, οὕτω καὶ ὁ υἱὸς πατρὸς υἱός), τὰ δὲ καθ’ ἕξιν καὶ στέρησιν οὐ λέγεται πρὸς ἀντιστρέφοντα· οὐ γὰρ λέγεται ἡ ὄψις τυφλότητος εἶναι ὄψις. τὰ ἄρα πρός τι ἕτερά εἰσι τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων.
“此外,所有关系者都是相对于相互转换者而被述说的。” 他又通过另一个三段论表明,作为关系者而对立的事物不同于依照缺失与状态而对立的事物;因为他实际上是这样说的:关系者是相对于相互转换者而被述说的(因为正如父亲是儿子的父亲,儿子同样也是父亲的儿子),而依照状态与缺失的事物则不是相对于相互转换者而被述说的;因为视力并不被说成是盲目的视力。因此,关系者不同于依照状态与缺失而对立的事物。
"Ὅτι δὲ οὐδὲ ὡς τὰ ἐναντία ἀντίκειται τὰ κατὰ στέρησιν καὶ ἕξιν λεγόμενα, ἐκ τῶνδε δῆλον." Διέκρινε τὴν τῶν πρός τι ἀντίθεσιν τῆς τῶν ἐναντίων ἀντιθέσεως 〈καὶ τῆς〉 τῶν κατὰ στέρησιν καὶ ἕξιν· εἶτα νῦν διακρίνει τὰ κατὰ στέρησιν καὶ ἕξιν ἀντικείμενα τῶν ὡς ἐναντίων ἀντικειμένων. καὶ ὤφειλε μὲν ὅσον ἐπὶ τῇ ἀκολουθίᾳ τὰ πρός τι διακρῖναι τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀντικειμένων, ἐπειδὴ δὲ μέλλει ἑνί τινι λόγῳ διακρίνειν τὰ κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀντικείμενα τῶν λοιπῶν, διὰ τοῦτο νῦν ὑπερτίθεται διακρῖναι τὰ πρός τι τῆς καταφάσεως καὶ ἀποφάσεως, ἵνα μὴ τὰ αὐτὰ λέγειν ἀναγκάζηται. πάλιν δὲ ἀναλαμβάνει τὴν ἀπαρίθμησιν τῶν εἰδῶν τῶν ἐναντίων· βούλεται γὰρ ἀντικείμενα πάντων τῶν ἐναντίων τὰ καθ’ ἕξιν καὶ στέρησιν.1
“而依照缺失与状态被述说的事物也不是作为相反者而对立的,这由以下各点即可明了。” 他曾把关系者的对立从相反者的对立以及依照缺失与状态者的对立中区分出来;接着现在他把依照缺失与状态而对立的事物从作为相反者而对立的事物中区分出来。尽管就推论次序而言,他本应当把关系者从依照肯定与否定而对立的事物中区分出来,但既然他打算用一个单一的论证把依照肯定与否定而对立的事物与其余各项区分开来,因此他现在把区分关系者与肯定和否定推迟,免得被迫说重复的话。于是他又重新检视相反者各个种的枚举;因为他意图将依照状态与缺失的事物展示为与所有相反者相对立。
"Τῶν μὲν γὰρ ἐναντίων, ὧν μηδέν ἐστιν ἀνὰ μέσον, ἀναγκαῖον, ἐν ᾧ πέφυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται, θάτερον αὐτῶν ὑπάρχειν." Πάντως γὰρ ἀνάγκη τὸν ἀριθμὸν ἢ ἄρτιον εἶναι ἢ περιττὸν καὶ νοσεῖν ἢ ὑγιαίνειν τὸ ζῷον.
“因为在那些其间没有任何中间者的相反者中,在它自然生成于其中或它关于其被述说的事物中,必然有它们之中的一者存在。” 因为数目要么是偶数要么是奇数,动物要么生病要么健康,这是完全必然的。
"Ὧν δὲ ἔστι τι ἀνὰ μέσον, οὐδέποτε ἀνάγκη παντὶ ὑπάρχειν θάτερον." Οὐδὲ γὰρ ἐξ ἀνάγκης πᾶν σῶμα ἢ λευκόν ἐστιν ἢ μέλαν (ἔστι γὰρ καὶ τὸ φαιόν) ἢ πάλιν θερμὸν ἢ ψυχρόν· ἔστι γὰρ καὶ τὸ χλιαρόν.
“而在那些其间有某种中间者的相反者中,绝非必然有一者属于一切事物。” 因为并非每一个物体都出于必然要么是白要么是黑(因为还有灰色),或者要么是热要么是冷(因为还有微温)。
"Ἔτι δὲ καὶ τούτων ἦν τι ἀνὰ μέσον, ὧν μὴ ἀναγκαῖον ἦν θάτερον ὑπάρχειν τῷ δεκτικῷ, εἰ μὴ οἷς φύσει τὸ ἓν ὑπάρχει.2" Τοῦτο ἦν τὸ τρίτον τῶν ἐναντίων εἶδος, ὅπερ ἔχει μέν τι ἀνὰ μέσον, πλὴν τὸ ἕτερον τῶν ἐναντίων ἐξ ἀνάγκης πάρεστι τῷ δεκτικῷ διὰ τὸ κατὰ φύσιν αὐτῷ ὑπάρχειν, οἷον τῷ πυρὶ τὸ θερμόν, τῇ χιόνι τὸ λευκόν. οὐδέποτε δὲ ἑκάτερον τῶν ἐναντίων ἐνδέχεται ἀπεῖναι τοῦ δεκτικοῦ· ἀδύνατον γὰρ τὸ πῦρ μὴ θερμὸν εἶναι ἢ τὴν χιόνα μὴ ψυχρὰν ἢ μὴ βαρεῖαν τὴν γῆν ἢ τὸ πῦρ μὴ κοῦφον.
“此外,这些事物之间也有某种中间者,它们之中并非必然有一者属于接受者,除非是对于那些依照自然本性具有其中之一的事物。” 这是相反者的第三种,它固然具有某种中间者,只是相反者中的一者出于必然临在于接受者中,乃由于它是依照自然本性属于接受者的,例如热之于火,白之于雪。而相反者的两者绝不可能都不在接受者中;因为火不可能不热,雪不可能不冷,土不可能不重,火不可能不轻。
"Ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς ἕξεως οὐδέτερον τῶν εἰρημένων ἀληθές." Ἀναμνήσας ἡμᾶς τῶν διαφόρων τρόπων τῆς τῶν ἐναντίων ἀντιθέσεως νῦν δείκνυσιν ὅτι κατ’ οὐδένα τῶν εἰρημένων τρόπων δύναται ἡ αὐτὴ εἶναι τῶν ἐναντίων ἀντίθεσις τῇ κατὰ στέρησιν καὶ ἕξιν· καὶ πρότερόν γε αὐτὴν διακρίνει τῶν ἀμέσων ἐναντίων· φησὶ γὰρ οὕτως·
“但在缺失与状态的情况下,上述两者无一为真。” 在使我们回忆起相反者对立的不同方式之后,他现在表明,依照上述方式中的任何一种,相反者的对立都不可能与依照缺失与状态的对立相同;并且他首先将其从无中间者的相反者中区分开来;因为他这样说:
"Οὐ γὰρ ἀεὶ τῷ δεκτικῷ ἀναγκαῖον θάτερον αὐτῶν ὑπάρχειν." Ἐπὶ γὰρ τῶν ἀμέσων ἐναντίων ἐξ ἀνάγκης τὸ ἕτερον ὑπῆρχε τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῶν κατὰ στέρησιν καὶ ἕξιν οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον πάρεστι τῷ ὑποκειμένῳ, ἀλλ’ ἐνδέχεται ἑκάτερον ἀπεῖναι· τὸ γὰρ σκυλάκιον οὔτε τυφλόν ἐστιν οὔτε ὄψιν ἔχει, καὶ τὸ ἄρτι τεχθὲν παιδίον οὔτε νωδόν ἐστιν οὔτε ὀδόντας ἔχει· ὁ δὲ ἀριθμὸς πάντως ἢ ἄρτιός ἐστιν ἢ περιττός, καὶ τὸ ζῷον ἐξ ἀνάγκης ἢ νοσεῖ ἢ ὑγιαίνει. ὥστε οὐκ ἔστιν ἡ τῶν ἀμέσων ἐναντίων ἀντίθεσις ἡ αὐτὴ τῇ κατὰ στέρησιν καὶ ἕξιν.
“因为并非总是必然有它们之中的一者属于接受者。” 因为在无中间者的相反者情况下,其中一者出于必然属于作为基底的事物,但在依照缺失与状态的事物中,其中一者并非出于必然临在于作为基底的事物,而是两者都可能不在;因为幼犬既非盲目也不具有视力,刚出生的婴儿既非无齿也不具有牙齿;而数目无论如何要么是偶数要么是奇数,动物出于必然要么生病要么健康。因此,无中间者的相反者的对立并不等同于依照缺失与状态的对立。
- 7.20βούλεται γὰρ ἀντικείμενα πάντων τῶν ἐναντίων τὰ καθ’ ἕξιν καὶ στέρησιν
此处理解为在动词 βούλεται 之后省略了作宾语的不定词(如 δεῖξαι 或 ἀποφῆναι)。根据上下文,其意为亚里士多德意图将依照状态与缺失的事物表明为与所有相反者相对比并区分开的对立物。
- 7.23εἰ μὴ οἷς φύσει τὸ ἓν ὑπάρχει
连词 εἰ μή(除非、除……之外)后接包含先行词的关系代词与格 οἷς(即 τούτοις οἷς)构成的例外从句。用于排除那些由自然本性(φύσει)而始终具有其中之一属性的接受者。
