- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:179.16-180.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯借助黑暗和肉体残疾的例子为亚里士多德关于盲目不被称为视力的盲目的论证进行辩护,并解释说日常所谓的视力盲目是基于器官与能力的同名性。他进而通过指出缺失本是非存在因而不具备实在的种,阐明盲目等具体名称所指称的并非状态的缺席本身,而是接受者器官所遭受的情状。
μήποτε δὲ ἔστι συνηγορῆσαι τῷ Ἀριστοτέλους λόγῳ φάσκοντι τὴν μὲν στέρησιν ὄψεως εἶναι λέγεσθαι στέρησιν τυφλότητα δὲ ὄψεως μηκέτι· ἰδοὺ γοῦν καὶ φωτὸς μὲν στέρησίν φαμεν, σκότος δὲ φωτὸς οὐκέτι, καίτοι τὸ σκότος οὐδὲν ἄλλο ἐστὶν ἢ φωτὸς στέρησις, ὡς ἡ τυφλότης ὄψεως στέρησις, ὡς ἐν ἑτέροις ἡμῖν διὰ πλειόνων δέδεικται. ἀλλ’ ὥσπερ πήρωσιν μὲν σκελῶν φέρε λέγομεν, οὐκέτι δὲ πήρωσιν ἀρτιότητος ἢ ὀρθότητος ἢ εὐθύτητος, ἢ ὅπως ἄν τις τὴν τῶν σκελῶν κατὰ φύσιν θέσιν καλῇ, ὀνομάσειεν, οὕτω δηλονότι καὶ σκότος μὲν ἀέρος λέγομεν, σκότος δὲ φωτὸς οὐκέτι. οὐδ’ ἄρα τύφλωσιν ὄψεως, ἀλλ’ εἴπερ ἄρα, ὀφθαλμῶν τύφλωσιν, ὡς καὶ πήρωσιν ὀφθαλμῶν· ὁ μὲν γὰρ ὀφθαλμὸς τὸ μόριον σημαίνει τὸ μετέχον τῆς ὄψεως, ἡ δὲ ὄψις αὐτὴν τὴν δύναμιν. ἀλλ’ ἐπειδὴ καθάπερ καὶ ἐπὶ τῶν ἄλλων ποιοτήτων πολλάκις ὁμωνύμως τῇ ποιότητι τὸ πεποιωμένον ὀνομάζομεν, λευκὸν λέγοντες καὶ τὸ λελευκασμένον σῶμα καὶ αὐτὴν τὴν λευκότητα, καὶ θερμὸν καὶ ψυχρὸν ὁμοίως καὶ βαρὺ καὶ κοῦφον καὶ τὰ λοιπά, οὕτω δὲ καὶ ὄψιν οὐ μόνον ἐπὶ τῆς δυνάμεως ἀλλὰ καὶ ἐπ’ αὐτῶν τῶν ὀργάνων φέρομεν, τοὺς ὀφθαλμοὺς ὄψιν καλοῦντες, τὴν δὲ τύφλωσιν τῶν ὀφθαλμῶν εἶναι λέγομεν κυρίως, λέγονται δέ, ὡς εἶπον, οἱ ὀφθαλμοὶ ὄψις· διὰ τοῦτο ἄρα καὶ τύφλωσιν ὄψεως λέγομεν οὐκ ἐπὶ τῆς δυνάμεως ἀλλ’ ἐπὶ τῶν ὀργάνων φέροντες τὸ τῆς ὄψεως ὄνομα. ὁ δὲ Ἀριστοτέλης φησὶ πρὸς τὴν ἀντικειμένην δύναμιν μὴ λέγεσθαι τὴν τύφλωσιν, ὅπερ ἐστὶν ἀληθές. Λείπεται ἄρα ἐκεῖνο ἡμᾶς ἐπιλύσασθαι, πῶς τοῦ γένους αὐτῆς, λέγω τῆς στερήσεως, τῆς ἕξεως εἶναι λεγομένης1 οὐχὶ καὶ τῶν τῆς στερήσεως ἕκαστον εἰδῶν τινὸς ἀντικειμένης ἕξεως λέγεται, εἴπερ ἀληθὲς ὡς ἐφ’ ὧν τὸ γένος λέγεται, πάντως καὶ τῶν ὑπὸ τὸ γένος εἰδῶν τι κατηγορεῖται. φημὶ οὖν ὅτι αἱ μὲν ἕξεις πράγματά τινά εἰσιν εἰδοπεποιημένα καὶ ὑφεστηκότα, καὶ διὰ τοῦτο εἰκότως γένος οὖσα ἡ ἕξις ἔχει καὶ τὰ ὑποκείμενα εἴδη ὑπάρχοντα καὶ εἶδός τι φυσικὸν ἔχον ἕκαστον, ἡ δὲ στέρησις οὐδὲν ἕτερόν ἐστιν ἢ ἀπουσία τῆς ἕξεως, ὥστε αὐτὴ κατὰ τὸν ἑαυτῆς λόγον τὸ μὴ ὄν ἐστι. πῶς οὖν τοῦ μὴ ὄντος ὡς ὑπάρχοντός τινα εἴδη ζητοῦμεν; ὥστε εἰ καὶ ἔστι τις εἰδικωτέρα τινὶ ἕξει στέρησις ἀντικειμένη, οὐχ ὡς ὄν τι ἀντίκειται ἀλλὰ πάλιν ὡς μὴ ὂν κατὰ ἀπόφασιν τῆς ἕξεως, οἷον τῷ σοφῷ τὸ ἄσοφον καὶ τῷ ὀδόντας ἔχοντι τὸ νωδόν, παρὰ τὸ νω στερητικὸν καὶ τὸν ὀδόντα. καὶ αὗται μὲν οὖν αἱ μερικαὶ στερήσεις ὁμοίως τῷ γένει κατὰ ἀπόφασιν τῆς ἕξεως λέγονται. εἴ που δὲ εὑρεθείη στερήσει τινὶ κείμενον ὄνομα, ὡς ἡ ἀπουσία τῆς ὄψεως τύφλωσις ὀνομάζεται ἢ ἡ τοῦ φωτὸς ἀπουσία σκότος, οὐ τῆς ἀπουσίας τῆς ἕξεως κατηγορεῖται τὸ τοιοῦτον ὄνομα, ἀλλὰ τοῦ πάθους τοῦ περὶ τὸ δεκτικὸν γενομένου ἢ ἄλλου τινὸς ἐπισυμβαίνοντος τῇ ἀπουσίᾳ τῆς ἕξεως, ὥσπερ τὸ σκότος παρὰ τὸ σκιάζειν εἴρηται ἡ δὲ σκιὰ ἐπιπρόσθησίς ἐστι φωτός, ἥτις ἐν τῷ ἀέρι ἢ ἁπλῶς ἐν τῷ διαφανεῖ συμβαίνει, ἤ, ὡς Ἡρωδιανός φησι, παρὰ τὸ σχέθειν· ἐπέχει γὰρ ἡμῶν τὸ εἰδέναι ἢ τῶν προόδων καὶ τῶν πολλῶν ἐνεργειῶν ἐπιχείρησις.2 καὶ ἡ τύφλωσις δὲ ἴσως παρὰ τὸ τύφειν καὶ ὁ τυφλὸς οἱονεὶ τυφὸς ὁ ὑποκεκαυμένας τὰς ὄψεις ἔχων (“κενεαὶ γάρ,” φησὶν ὁ ποιητής, “ὑποσμύχονται ὀπωπαί”), ὡς καὶ ὁ πηρὸς παρὰ τὸ πήθω — πήσω — πηρός, ὡς παρὰ τὸ ὀκνῶ — ὀκνήσω — ὀκνηρός. εἰκότως ἄρα τὰ τοιαῦτα τῶν ὀργάνων εἶναι λέγεται καὶ οὐχὶ τῶν ἕξεων· πάθη γὰρ τῶν ὑποκειμένων σωμάτων εἰσὶ ταῖς ἕξεσι3 καὶ οὐχὶ αὐτῶν τῶν ἕξεων.
但是,或许可以为亚里士多德的论证进行辩护,该论证断言缺失被说成是视力的缺失,而盲目则不再被说成是视力的盲目。看哪,事实上我们固然也说光的缺失,却不再说光的黑暗,尽管黑暗不是别的正是光的缺失,正如盲目是视力的缺失一样(正如我们在别处已经更详尽地表明的那样)。而是正如比方说我们谈论腿的残疾,却不再命名为健全、挺拔或正直(或无论人们如何称呼腿的自然位置)的残疾,显然同样地,我们也谈论空气的黑暗,却不再谈论光的黑暗。因此,也不是视力的盲目,而是如果真要说的话,是眼睛的盲目,就像也说是眼睛的残疾一样;因为眼睛意指分享视力的部位,而视力则意指能力本身。但是,既然如同在其他诸性质上一样,我们常常与性质同名地来命名被赋质之物,把变白了的物体和白本身都称为“白”,热与冷、重与轻以及其余各项也同样如此,于是我们不仅把“视力”用于能力上,也用于器官本身上,将眼睛称为视力,并且我们说盲目严格说来是属于眼睛的,而正如我所说眼睛又被称为视力——正是因此我们才也说视力的盲目,把视力这一名称不是用于能力,而是用于器官。而亚里士多德说盲目不是相对于对立的能力而被述说的,这确实是真的。那么,剩下来需要我们解决的就是那个问题:既然它的属(我意指缺失)被说成是属于状态的,为什么缺失的每一个种不同样被说成是属于某种对立的状态的呢(假若属关于其被述说的事物,属下的种中的某一个也必定关于其被述说是真的话)。因此我说,诸状态是已被赋予形式且具有实在性的事物,正因如此,作为属的状态理所当然地拥有现实存在的从属种,且每一个种都具有某种自然形式;而缺失不是别的,正是状态的缺席,以至于依照它自身的定义它就是非存在。既然如此,我们怎么能把非存在当作存在之物来寻求它的某些种呢?所以,即使有某种更具种特性的缺失对立于某种状态,它也不是作为某种存在物而对立,而是再次作为非存在依照状态的否定而对立,例如无智之于智者,无齿之于有齿者(源于否定前缀和齿)。因此,这些个别的缺失也与属一样,是依照状态的否定而被述说的。但是,如果在某处发现给某种缺失赋予了名称,正如视力的缺席被命名为盲目,或光的缺席被命名为黑暗,这样的名称并不是关于状态的缺席被述说的,而是关于在接受者上发生的情状被述说的,或者是关于伴随着状态的缺席而发生的其他某种事物被述说的;正如黑暗源自“遮蔽”(而阴影是光的阻挡,这发生在空气中或单纯发生在透明体中),或者如赫罗狄安所说,源自“阻碍”(因为阻碍了我们的认知,或者是前进和许多活动的企图)。而盲目或许也是源自“熏烟”,盲人就如同双目在底下被熏焦的人(“因为空洞地,”诗人说,“双目在底下暗燃”),正如残废源自“受苦”——“将受苦”——“残废”,正如源自“迟疑” ——“将迟疑”——“迟疑的”。因此理所当然,这类事物被说成属于器官,而不是属于状态;因为它们是作为状态之基底的物体的情状,而不是状态本身的情状。
- 7.18τοῦ γένους αὐτῆς, λέγω τῆς στερήσεως, τῆς ἕξεως εἶναι λεγομένης
属格独立结构。τοῦ γένους 为语法主语,λεγομένης 为分词,λέγω τῆς στερήσεως 为插入语。τῆς ἕξεως 是与述语不定词 εἶναι 连用的属格补足语(“属于状态”)。分词 λεγομένης 的阴性单数形式受同位语 στερήσεως 吸引同化。
- 7.18ἐπέχει γὰρ ἡμῶν τὸ εἰδέναι ἢ τῶν προόδων καὶ τῶν πολλῶν ἐνεργειῶν ἐπιχείρησις
破格句(anakolouthon):后半部分 ἢ 之后的阴性主格名词 ἐπιχείρησις 在语法上本应与前半部分主动词 ἐπέχει 的宾语 τὸ εἰδέναι 平行(作为被阻碍的对象),此处却以主格出现;或可视为省略了主语和系动词的表语结构。所有语言译文统一采取将其视为与客体平行的“阻碍了试探/企图”之义。
- 7.18πάθη γὰρ τῶν ὑποκειμένων σωμάτων εἰσὶ ταῖς ἕξεσι
与格 ταῖς ἕξεσι 修饰分词 ὑποκειμένων,意为“在诸状态之下作为基底的物体”(关系与格)。或者亦可作为整个谓语的关涉与格(“对诸状态而言,是基底物体的情状”),但意义实质一致。
