← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§16.19-18.2

同名异义性的偶然与意图划分及文句阐释

关于亚里士多德《范畴篇》开篇(1a1)“被称为同名异义的”,斐洛庞奴斯分析了同名异义性的偶然与意图性划分(记忆、希望、类比、源于一者、朝向一者)及其在本处的适用与略去多名同义者的缘由,并在动词“被称为”处指出需补足“事物”且该用语源自先人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.3

" Ὁμώνυμα λέγεται." Τὴν τῶν ὁμωνύμων διδασκαλίαν δι’ ὁμωνύμων φωνῶν ἐποιήσατο· καὶ γὰρ αὐτὸ τὸ ὁμώνυμον ὁμώνυμόν ἐστι· πολλαχῶς γὰρ λέγεται· τῶν γὰρ ὁμωνύμων τὰ μὲν κατὰ τύχην ἐστίν, ὡς ὅταν ἐν διαφόροις τόποις τύχωσί τινες τὸ αὐτὸ ἔχοντες ὄνομα, ὡς Ἀλέξανδρος ὁ Πάρις καὶ Ἀλέξανδρος ὁ Μακεδών, τὰ δὲ κατὰ προαίρεσιν καὶ διάνοιαν. καὶ τούτων τὰ μὲν κατὰ μνήμην, ὡς ὅταν τις τὸν ἴδιον υἱὸν ὀνόματι τῶν προγόνων καλέσῃ, τὰ δὲ κατ’ ἐλπίδα, ὡς ὅταν τις τὸν ἴδιον υἱὸν προσδοκῶν ἔσεσθαι φιλόσοφον καλέσῃ Πλάτωνα (καὶ πολλάκις συντρέχει τῷ κατὰ μνήμην τὸ κατ’ ἐλπίδα, ὡς ὅταν τοιοῦτον ἐπιτήδευμα μεταχειρισάμενος ὁ πάππος εὑρεθῇ), τὰ δὲ κατὰ ἀναλογίαν, ὡς ὅταν τῇ τινος ἀναλογίᾳ καλέσωμέν τι, οἷον πόδα κλίνης καὶ κορυφὴν ὄρους (ὃν γὰρ λόγον ἔχει πρὸς τὸν ἄνθρωπον ὁ πούς, τοῦτον καὶ πρὸς τὴν κλίνην ὁ τῆς κλίνης πούς), τὰ δὲ ἀφ’ ἑνός, ὡς ὅταν ἀπό τινος ὡρμημένοι καλέσωμεν τῇ ἐκείνου προσηγορίᾳ πάντα τὰ ἐξ αὐτοῦ, ὥσπερ ἰατρικὸν σμιλίον καὶ ἰατρικὸν φάρμακον, τὰ δὲ πρὸς ἕν, ὡς ὅταν ἀφορῶντες πρός τι ἔσεσθαι μέλλον τέλος ὀνομάσωμεν αὐτὰ πρὸς ἐκεῖνο, ὡς ὑγιεινὸν γυμνάσιον καὶ ὑγιεινὸν σιτίον. διαφέρει δὲ τοῦ ἀφ’ ἑνός, ὅτι1 ἐκεῖνα μὲν ἀπό τινος ἀρχῆς λέγεται, ταῦτα δὲ πρός τι τέλος ὁρᾷ. τῶν δὲ ἀφ’ ἑνὸς τὰ μὲν ὡς ἀπὸ παραδειγματικοῦ αἰτίου λέγονται, ὡς ὁ ἐν τῇ εἰκόνι ἄνθρωπος ἀπό τινος ἀληθινοῦ ἀνθρώπου, τὰ δὲ ὡς ἀπὸ ποιητικοῦ, ὡς τὸ ἰατρικὸν σμιλίον. ζητητέον δὲ ἐνταῦθα κατὰ ποῖον σημαινόμενον τῶν ὁμωνύμων ὁ Ἀριστοτέλης τὴν τῶν ὁμωνύμων διδασκαλίαν ποιεῖται. φαμὲν οὖν ὡς κατὰ τὸ πρὸς ἓν καὶ ἀφ’ ἑνός· ἀπὸ γὰρ τοῦ ἀληθινοῦ ἀνθρώπου ὁ γεγραμμένος ὠνόμασται. τινὲς δὲ ἐζήτησαν διὰ τί μὴ τῷ κατὰ ἀναλογίαν ἐχρήσατο, ὅπερ καὶ ἄμεινον εἶναι δοκεῖ. καὶ φαμεν ὅτι τὸ ἀνάλογον ἐν τέτρασι τὸ ἐλάχιστον θεωρεῖται (λέγομεν γάρ, εἰ τύχοι, ὅτι τὰ δύο πρὸς τὰ ὀκτὼ ἀναλογίαν ἔχει ὡς τὰ δέκα πρὸς τὰ τεσσαράκοντα· τετραπλασίονα γὰρ λόγον ἔχει ἑκάτερα), τὰ δὲ ὁμώνυμα καὶ ἐν δυσίν· εἰκότως ἄρα οὐ περὶ τῶν κατὰ ἀναλογίαν ὁμωνύμων διαλέγεται. Τινὲς δέ φασιν ὅτι διὰ τοῦτο τῶν πολυωνύμων οὐκ ἐμνήσθη, ἐπειδὴ τὰ ὁμώνυμα κατὰ μὲν τὸ ὄνομα ταὐτὰ εὑρίσκονται, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρουσι, τὰ δὲ πολυώνυμα τοὐναντίον· ὁ οὖν φιλόσοφος ὡς περὶ πραγμάτων διαλεγόμενος κατεφρόνησε τῶν ὀνομάτων· τὸ γὰρ ταῦτα ζητεῖν γραμματικοῖς πρέπει. καὶ ἄλλως, ὅπερ ἤδη εἶπον, περὶ μόνων τῶν χρησιμευόντων αὐτῷ εἰς τὴν τῶν κατηγοριῶν διδασκαλίαν προλαμβάνει νῦν.

“被称为同名异义的。” 他通过同名异义的语词进行了关于同名异义者的讲授;因为“同名异义的”本身也是同名异义的,因为它是在多种意义上被说的。在同名异义者中,有些是出于偶然,正如在不同地方有些人碰巧拥有相同的名字,如帕里斯·亚历山大与马其顿人亚历山大;有些则是出于抉择与意图。在后者之中,有些是出于记忆,正如有人以祖先的名字给自己的儿子命名;有些是出于希望,正如有人期望自己的儿子成为哲学家而给他起名为柏拉图(并且出于希望的往往与出于记忆的相重合,正如发现祖父曾从事过这样的行业那样);有些是出于类比,正如当我们根据某物的类比来称呼某物时,例如床“脚”和山“顶”(因为人脚对人所具有的比例,床脚对床同样具有);有些是由于源于一者,正如当我们从某个事物出发,以其称谓来称呼由它而来的一切事物时,如“医疗的”解剖刀和“医疗的”药物;有些则是由于朝向一者,正如当我们着眼于将要成为的一个终极目的,根据它来命名那些事物时,如“健康的”锻炼和“健康的”食物。而朝向一者之物与源于一者之物的不同之处在于:后者是依据某个始点被说的,而前者则着眼于某个终点。在源于一者之物中,有些是如由范型因而说的,例如画中的人源于真实的人,有些则是如由作因而说的,例如医疗的解剖刀。在此必须探究,亚里士多德是在同名异义者的哪一种含义上进行关于同名异义者的讲授的。因此我们说,是依据朝向一者以及源于一者;因为被描绘的人是从真实的人而得名的。但有些人探究,为什么他没有采用出于类比的那种,而后者似乎更为优越。我们说,类比之物至少在四项中被考察(因为我们随意举例说,二对于八具有类比,犹如十对于四十,因为二者都具有四倍的比例),而同名异义者甚至在两项中便能成立;因此,他自然不讨论出于类比的同名异义者。有些人则说,他之所以未提及多名同义者,是因为同名异义者在名称上被发现是相同的,但在定义上却彼此不同,而多名同义者恰恰相反;因此哲学家作为讨论事物的人,并不看重名称;因为探究这些乃是语法学家的本分。此外,正如我已经说过的,他现在仅预先处理那些对于范畴的讲授有用的事物。

§1.4

"Λέγεται." Ὑπακουστέον ‘πράγματα’,2 ἵνα οὕτως ᾖ ‘ὁμώνυμα λέγεται πράγματα, ὧν ὄνομα μόνον κοινόν’. ἡνίκα δὲ εἴπῃ ὅτι λέγεται, δηλοῖ ὅτι καὶ παρὰ τοῖς παλαιοῖς τοὔνομα φέρεται καὶ οὐκ αὐτοῦ ἐστιν ἡ τοιαύτη θέσις τοῦ ὀνόματος· καὶ γὰρ καὶ Πλάτων ἐμνήσθη αὐτῶν καὶ ὁ ποιητὴς λέγων περὶ τῶν Αἰάντων ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι. ὅταν δὲ αὐτὸς ὀνοματοθετῇ, λέγει ‘καλῶ’, ὡς ἐν τοῖς Ἀναλυτικοῖς “ὅρον δὲ καλῶ” καὶ ἐν τῷ Περὶ ἑρμηνείας “καὶ ἔστω τοῦτο ἀντίφασις”.

“被称为。” 必须补出“事物”,以便成为:“仅有名称是共同的事物,被称为同名异义的”。而当他说“被称为”时,他表明这个名称在古人那里也流传着,且该名称的如此确立并非是他自己的创制;因为柏拉图也曾提及它们,诗人谈及双埃阿斯时也说“心志均等而同名”。但每当他自己命名术语时,他便说“我称”,正如在《分析篇》中“我称为词项”,以及在《解释篇》中“且让这成为矛盾对立”。

语法注2 条
  1. 1.3διαφέρει δὲ τοῦ ἀφ’ ἑνός, ὅτι

    διαφέρει 带比较属格 τοῦ ἀφ’ ἑνός(介词短语 ἀφ’ ἑνός 由中性属格定冠词实体化)作补足语,意为“与源于一者之物不同”。随后的 ὅτι 从句为说明差异点的名词性从句(“在于……”),引出后续 ἐκεῖνα μὲν 与 ταῦτα δέ 的对照。

  2. 1.4Ὑπακουστέον ‘πράγματα’

    由动词性形容词 ὑπακουστέον 构成的非人称句式,意为“应当补出/意会”。它指示读者补充亚里士多德原文中的省略成分(ellipsis),并以被补充的名词 πράγματα(宾格)作为直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:16.19-18.2