← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§178.3-179.16

盲目与视力中状态和缺失的非相关性

针对亚里士多德“盲目不被称为视力的盲目”这一论断,斐洛庞奴提出了难问(若属“缺失”可如此述说,则种“失明”是否也当如此述说),并通过指出特定名称的缺省、状态对缺失的不对称性以及缺乏相关物之间的协同原因性,辩护了状态与缺失对立于相关物的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.18#1

" Ὡσαύτως δὲ οὐδὲ ἡ τυφλότης λέγοιτ’ ἄν τυφλότης ὄψεως." Δείξας ἐπὶ τοῦ ὁμολογουμένου, λέγω δὴ τῆς ὄψεως, ὅτι οὐ λέγεται πρὸς τὸ ἀντικείμενον, νῦν ἐπὶ τοῦ ἀμφιβόλου δείκνυσιν· ἡ γὰρ τυφλότης στέρησις μὲν ὄψεως λέγεται, τυφλότης δὲ ὄψεως οὐδαμῶς. μήποτε δὲ οὐ καλῶς φαμεν1 τὴν τύφλωσιν μὴ λέγεσθαι ὄψεως τύφλωσιν· εἰ γάρ, ὡς καὶ αὐτός φησι, στέρησιν ὄψεως λέγομεν, τοῦ γένους δὲ κατηγορουμένου τινὸς ἀνάγκη πᾶσα καὶ τῶν εἰδῶν τι κατηγορεῖσθαι (οὐ γὰρ οἷόν τέ τι εἶναι ζῷον ὃ μὴ πάντως ἢ ἄνθρωπος ἔσται ἢ ἵππος ἤ τι τῶν λοιπῶν ζῴων, ὁμοίως δὲ οὐδὲ στέρησιν εἶναι ἐνδέχεται, εἰ μὴ πάντως εἴη τι οὗ εἶναι λέγεται ἡ στέρησις)· ἀνάγκη οὖν πᾶσα καὶ τὴν κατ’ εἶδος ἀντικειμένην τῇ ἕξει ἐκείνῃ στέρησιν 〈στέρησιν〉 ἐκείνης εἶναι λέγεσθαι·2 εἰ γὰρ ἡ τῆς ὄψεως στέρησις οὐκ ἔστιν ἁπλῶς καὶ καθόλου πάντως στέρησις, ἀλλά τις δηλονότι στέρησις, τοῦτ’ ἔστι τύφλωσις· εἰ οὖν ἡ τῆς ὄψεως στέρησις τίς ἐστι στέρησις, αὕτη δὲ ἡ τὶς στέρησις οὐδὲν ἄλλο ἐστὶν ἢ τύφλωσις, ἡ ἄρα τύφλωσις ὄψεώς ἐστι τύφλωσις· πῶς γὰρ οἷόν τε ἦν τοῦ γένους τινὸς εἶναι λεγομένου μὴ καὶ τὸ εἶδός τινος εἶναι λέγεσθαι, εἴπερ ἐν ὑπάρξει εἶναι τὰ γένη ἄνευ τινὸς τῶν εἰδῶν ἀδύνατον; ἢ οὖν οὐδὲ τὸ γένος, τοῦτ’ ἔστιν ἡ στέρησις, λέγεται ὄψεως εἶναι στέρησις, ἢ εἰ τὸ γένος, πάντως καὶ τῶν εἰδῶν τι. ἀλλ’ ἴσως εἴποι ἄν τις πρὸς τοῦτο ὡς εἴπερ λέγομεν γνώσεως στέρησιν, ἀνάγκη ὅσον ἐπὶ τῷ λόγῳ τούτῳ εἶναί τι τῶν εἰδῶν τῆς στερήσεως ταύτης ὃ τῆς γνώσεως κατηγορηθήσεται ἢ πρὸς αὐτὴν λεχθήσεται· νῦν δὲ τοῦ γένους κατηγορουμένου τῆς γνώσεως, εἶδός τι τῆς αὐτῆς κατηγορούμενον οὐχ εὑρίσκομεν. ἔστιν οὖν πρὸς τοῦτο εἰπεῖν ὅτι μηδ’ ἔχομεν τὴν ἀντικειμένην τῇ γνώσει στέρησιν ὠνομασμένην, ὥσπερ ἡ τῇ ὄψει ἀντικειμένη στέρησις τυφλότης καλεῖται, ὡς εἴπερ ἦν, ἐλέχθη ἂν κἀκείνη πρὸς τὴν γνῶσιν, ὡς ἡ τυφλότης ὄψεως λέγεται τυφλότης· ὁπηνίκα γὰρ τὰς στερήσεις κατὰ στερήσεις τῶν ἕξεων ὀνομάζομεν, ὡς ἀγνωσίαν καὶ ἀμαθίαν καὶ τὸ ἄσοφον καὶ τὰ παραπλήσια, οὐκέτι δηλονότι τοῦ ἀντικειμένου τὰ τοιαῦτα εἶναι λέγεται, ἀλλὰ τοῦ δεκτικοῦ· οὐ γὰρ ἡ ἀγνωσία γνώσεως ἀγνωσία λέγεται, ἀλλὰ ψυχῆς ἀγνωσία, καὶ ἀμαθία καὶ τὰ λοιπά· ἔχει γὰρ ἐν ἑαυτοῖς τὸ ἀντικείμενον, οὗ τὴν στέρησιν κατηγορεῖ.3 ἀλλ’ εἰ καὶ ἡ στέρησις αὐτὸ ὅπερ ἐστὶ τοῦ ἀντικειμένου εἶναι λέγεται, οὐ μόνον αὐτὸ τὸ γένος, ἀλλ’ εἴ τι καὶ τῶν ὑπὸ ταύτην εἰδῶν εἴη ὠνομασμένον, ἀλλ’ οὖν οὐκέτι καὶ ἡ ἕξις αὐτὸ ὅπερ ἐστὶ τῆς στερήσεως εἶναι λέγεται, τῶν δὲ πρός τι ἑκάτερον τῶν ἀντικειμένων αὐτὸ ὅπερ ἐστὶ τοῦ ἀντικειμένου εἶναι λέγεται, ὡς ἐφεξῆς φησιν ὁ Ἀριστοτέλης. ὥστε ταύτῃ ἂν διακρίνοιτο τὰ καθ’ ἕξιν καὶ στέρησιν ἀντικείμενα τῶν πρός τι. καὶ τοῦτο δ’ ἄν τις εἴποι ὅτι οὐχ ὃν τρόπον τὰ πρός τι αὐτὰ ἅπερ ἐστὶ τῶν ἀντικειμένων εἶναι λέγεται, οὕτως καὶ ἡ στέρησις τῆς ἕξεως εἶναι λέγεται στέρησις· τὰ μὲν γὰρ πρός τι ὡς συναίτια ἀλλήλων οὕτως ἑκάτερον τῶν ἀντικειμένων τοῦ λοιποῦ εἶναι λέγεται, ἡ δὲ στέρησις τῆς ἕξεως εἶναι λέγεται οὐχ ὡς τοῦ εἶναι αὐτῆς τοὐναντίον δὲ τοῦ μὴ εἶναι αἰτία οὖσα.

“同样,盲目也不会被说成是视力的盲目。” 在公认的事例中(我意指在视力上)表明了它不相对于对立项而被述说之后,他现在在存疑的事例中进行表明;因为盲目固然被称为视力的缺失,却绝不被称为视力的盲目。但或许我们断言失明不被称为视力的失明是并不恰当的。因为正如他本人也说的那样,如果我们谈论视力的缺失,而在属关于某物被述说时,诸种中的某一个完全必然也会被述说(因为不可能有某种动物不是必定要么是人、要么是马、要么是其余动物中的某种,同样也不可能存在某种缺失,除非必定有某个它被称为其缺失的东西),那么在种上对立于该状态的缺失,也完全必然被说成是该状态的[缺失]。因为如果视力的缺失并非仅仅普遍而言的缺失,而是显然某种特定的缺失,即失明——因此如果视力的缺失是某种缺失,而这某种缺失不是别的正是失明,那么失明就是视力的失明。因为如果属离开种的某一种而在现实中存在是不可能的,那么当属被说成是某物的所有时,种怎么可能不也被说成是某物的所有呢?所以,要么连属(即缺失)也不被称为视力的缺失,要么如果属被如此称呼,那么种中的某一个也必定如此。但也许有人会对此反驳说,如果我们说到知识的缺失,就这个论证而言,必然会有这种缺失的诸种中的某一个,它将关于知识被述说或相对于知识被述说;但事实上,虽然属关于知识被述说,我们却没有发现有任何种关于同一个东西被述说。因此对此可以回答说,对立于知识的缺失根本没有被赋予名称,就像对立于视力的缺失被称为盲目那样;而假若它有名称,它也会像盲目被称为视力的盲目那样,相对于知识而被述说。因为每当我们依照状态的缺失来命名诸缺失时,例如无知、无学、不智及类似者,这类事物显然不再被称为属于对立项,而是被称为属于接受者(因为无知不被称为知识的无知,而是被称为灵魂的无知,无学及其他也是如此);因为它们在自身之中包含着对立项,即它们对其断言缺失的那个对立项。然而,即使缺失(不仅是属本身,而且如果其下的任何种也被命名的话)就其本身所是而言被说成属于对立项,但状态终究不再就其本身所是而言被说成属于缺失,而在相关物中,每一个对立项都就其本身所是而言被说成属于对立项,正如亚里士多德在接下来的文句中所说的那样。因此,依照状态和缺失相对立的事物便可以通过这种方式与相关物区分开来。而且有人也可以这样说:缺失被称为状态的缺失,并不是以相关物就其本身所是而言被称为对立项的事物的那种方式;因为相关物作为彼此的协同原因,使得每一个对立项都被称为属于其余的项,但缺失被称为状态的缺失,却不是作为其存在的原因,相反是作为其不存在的原因。

语法注3 条
  1. 7.18μήποτε δὲ οὐ καλῶς φαμεν

    μήποτε 搭配直陈式现在时(φαμεν),在此表达委婉的疑虑或试探性的反问(“或许我们……并非……”),用于引出注释者对亚里士多德论断的质疑与难问(aporia),而非单纯的时间副词(“绝不”)。

  2. 7.18ἀνάγκη οὖν πᾶσα καὶ τὴν κατ’ εἶδος ἀντικειμένην τῇ ἕξει ἐκείνῃ στέρησιν 〈στέρησιν〉 ἐκείνης εἶναι λέγεσθαι

    由 ἀνάγκη πᾶσα [ἐστί] 统领的带不定式的宾格结构。逻辑主语是宾格的 τὴν ... στέρησιν,校勘所补入的〈στέρησιν〉作为谓词名词,统领属格补足语 ἐκείνης(指代该状态),意为“该状态的[缺失]”。

  3. 7.18ἔχει γὰρ ἐν ἑαυτοῖς τὸ ἀντικείμενον, οὗ τὴν στέρησιν κατηγορεῖ.

    隐涵的主语是前文的中性复数 τὰ τοιαῦτα。谓语动词 ἔχει 遵循中性复数主语配单数动词的常规,而反身代词 ἐν ἑαυτοῖς 则依从语义上的复数。关系代词 οὗ 指向前行动词宾语 τὸ ἀντικείμενον,充当 τὴν στέρησιν 所统领的宾格性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:178.3-179.16