- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:176.16-178.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了缺失与状态自身与拥有它们的事物并不相同,肯定与否定与它们所表示的事实亦不相同,随后通过第二格三段论证明了状态与缺失的对立不同于相关物的对立。
" Ἔτι εἰ ἦν ἡ τυφλότης ταὐτὸν τῷ τυφλὸν εἶναι, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ." Καὶ ἄλλως δέ φησιν· εἰ ἦν ταὐτὸν ἡ ὄψις καὶ ὁ τὴν ὄψιν ἔχων, κατηγορεῖτο ἂν ἀμφότερα κατὰ τοῦ αὐτοῦ· ὡς γὰρ βροτὸς καὶ ἄνθρωπος καὶ μέροψ ταὐτὸν ὄντα καθ’ ἑνὸς ὑποκειμένου κατηγορεῖται,1 οὕτω καὶ ταῦτα εἰ ἦσαν ταὐτά, καθ’ ἑνὸς ἂν καὶ τοῦ αὐτοῦ ὑποκειμένου κατηγοροῦντο. νῦν δὲ τυφλότητα μὲν ἔχειν ἢ ὄψιν ὁ ἄνθρωπος λέγεται, τυφλότης δὲ ἁπλῶς ἢ ὄψις οὐ λέγεται. ὥστε καὶ ἐκ τούτου δῆλον ὅτι διάφορα ταῦτά ἐστιν. ἀλλ’ εἰ καὶ διάφορα ταῦτά ἐστι, φησίν, ἀλλ’ οὖν τὸν αὐτὸν ἔχει τῆς ἀντιθέσεως τρόπον· ὡς γὰρ ἀντίκειται ἡ ὄψις τῇ τυφλότητι, ὡς στέρησις καὶ ἕξις, οὕτω καὶ τὸ ἔχειν ὄψιν τῷ τὴν τυφλότητα ἔχειν ἀντίκειται, καθ’ ἕξιν καὶ στέρησιν.
“此外,如果盲目与处于盲目状态是同一的,二者就会被述说为关于同一个主体的。” 他又以另一种方式说:如果视力与拥有视力者是同一的,二者就会被述说为关于同一个主体的。因为正如“必死者”、“人”和“有语言能力者”是同一事物而被述说为关于同一个主体那样,如果这些也是同一的,它们就会被述说为关于同一个主体。但事实上,人被说成是“拥有”盲目或视力,却绝不单单被说成是盲目或视力。因此从这一点也可以清楚看出它们是不同的。“然而即使这些是不同的,”他说,“它们终究具有相同的对立方式;因为正如视力作为缺失与状态对立于盲目,拥有视力也依照状态与缺失对立于拥有盲目。”
"Οὐκ ἔστι δὲ οὐδὲ τὸ ὑπὸ τὴν κατάφασιν καὶ ἀπόφασιν κατάφασις καὶ ἀπόφασις." Ὅτι δὲ οὐδὲ ἡ κατάφασις καὶ ἀπόφασις ταὐτόν ἐστι τοῖς ὑπ’ αὐτῶν σημαινομένοις, δείκνυσι τοῦτο ἐκ τοῦ τὴν μὲν ἀπόφασιν καὶ τὴν κατάφασιν λόγους εἶναι, τὰ δὲ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα· τὸ μὲν γὰρ ‘Σωκράτης κάθηται’ λόγος ἐστίν, αὐτὸς δὲ ὁ καθήμενος Σωκράτης πρᾶγμά ἐστιν· οὐσία γάρ ἐστι μετά τινος ἐνεργείας, λέγω δὴ τοῦ καθῆσθαι. καὶ ταῦτα μέντοι ἀντίκειται ἀλλήλοις τῷ αὐτῷ τῆς ἀντιθέσεως τρόπῳ· καὶ γὰρ ὥσπερ ἀντίκειται ὁ λόγος ὁ λέγων ‘Σωκράτης κάθηται’ τῷ λέγοντι ‘Σωκράτης οὐ κάθηται’, οὕτως καὶ ὁ καθήμενος Σωκράτης τῷ μὴ καθημένῳ ἀντίκειται· ἑκατέρα γὰρ τῶν ἀντιθέσεων ὡς κατάφασις καὶ ἀπόφασις ἀντίκειται.
“落在肯定与否定之下的事物也不是肯定与否定。” 肯定与否定也并不等同于由它们所表示的事物,他根据否定与肯定是陈述、而由它们所表示的事物是事实这一点来表明。因为“苏格拉底坐着”是言明,但坐着的苏格拉底本人则是事实;因为他是伴随着某种活动(我意指坐着这一活动)的实体。然而,这些事物也以相同的对立方式相互对立;因为正如说“苏格拉底坐着”的言明对立于说“苏格拉底不坐着”的言明,坐着的苏格拉底也对立于不坐着者;因为这两种对立中的每一种都是作为肯定与否定相对立的。
"Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις οὐκ ἀντίκεινται ὡς τὰ πρός τι, φανερόν." Διδάξας ἡμᾶς ἰδίᾳ περὶ ἑκάστης ἀντιθέσεως νῦν τὴν διάκρισιν αὐτῶν ποιεῖται καὶ διακρίνει τὰ ὡς πρός τι ἀντικείμενα τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων· τῶν γὰρ ἐναντίων ἤδη αὐτὰ διέκρινε. πάλιν δὲ ἐπὶ τῶν εἰδῶν γυμνάζει τὸν λόγον ὡς σαφεστέρων, λέγω δὴ τῆς ὄψεως καὶ τῆς τυφλότητος. καὶ πρῶτον μὲν δείκνυσιν οὕτως συλλογισμῷ πάλιν χρώμενος ἐν δευτέρῳ σχήματι· τὰ πρός τι αὐτὰ ἅπερ ἐστὶ τοῦ ἀντικειμένου λέγεται2 (ὁ γὰρ πατὴρ υἱοῦ λέγεται πατὴρ καὶ τὸ δεξιὸν τοῦ ἀριστεροῦ δεξιόν), τὰ δὲ καθ’ ἕξιν καὶ στέρησιν αὐτὰ ἅπερ ἐστὶν οὐ λέγεται τῶν ἀντικειμένων· ἡ γὰρ ὄψις οὐ λέγεται τυφλότητος εἶναι ὄψις. τὰ ἄρα ὡς πρός τι ἀντικείμενα ἕτερά εἰσι τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων. καὶ οὕτω μὲν πρῶτον ἔδειξεν ἀπὸ τοῦ σαφεστέρου καὶ ὁμολογουμένου, λέγω δὴ ἀπὸ τοῦ τὴν ὄψιν μὴ λέγεσθαι τυφλότητος ὄψιν, εἶτα ὕστερον δείκνυσι καὶ ἀπὸ τοῦ ἀμφιβόλου ὅτι οὐδὲ ἡ τυφλότης ὄψεως τυφλότης λέγεται· τοῦτο γὰρ δοκεῖ λέγεσθαι.
“缺失与状态不是作为相关物相对立的,这是显然的。” 在分别教授了我们每一种对立之后,他现在对它们进行区分,并将作为相关物相对立的事物与依照状态和缺失相对立的事物区分开来(因为他此前已经将它们与相反者区分开了)。他又在作为更为清晰的种上展开论述,我意指在视力与盲目上。首先,他再次通过使用第二格的三段论如此表明:相关物就其本身所是而言被称为对立项的〔事物〕(因为父亲被称为儿子的父亲,右被称为左的右),而依照状态和缺失的事物就其本身所是而言却不被称为对立项的〔事物〕;因为视力不被称为是盲目的视力。因此,作为相关物相对立的事物不同于依照状态和缺失相对立的事物。他首先以这种方式从更清晰且公认的事实出发进行证明(我意指从视力不被称为盲目的视力出发),然后接着从存疑的事实出发表明盲目也不被称为视力的盲目;因为这看似是这样说的。
"Οὐδὲ ἄλλως οὐδαμῶς ἡ ὄψις πρὸς αὐτὸ λέγεται." Ἀντὶ τοῦ ‘ὡς δ’ ἂν ὀνοματοποιήσῃς, οὐδαμῶς πρὸς τὸ ἀντικείμενον λέγεται, κἄν τε πρὸς δοτικὴν ἢ ἄλλην πτῶσιν ἀποδῷς· οὐδὲ γὰρ ἡ ὄψις τῇ τυφλότητί ἐστιν ὄψις’.3
“视力也绝非以任何其他方式相对于它被述说。” 这相当于说:“无论你怎样构拟名称,它都绝非相对于对立项而被述说,即使你把它赋予与格或任何其他格亦是如此;因为视力也不是对于盲目的视力。”
- 7.14ὡς γὰρ βροτὸς καὶ ἄνθρωπος καὶ μέροψ ταὐτὸν ὄντα καθ’ ἑνὸς ὑποκειμένου κατηγορεῖται
名词 βροτός(必死者)、ἄνθρωπος(人)和 μέροψ(有语言能力者)是同义异名(πολυώνυμα)的例子。分词 ταὐτὸν ὄντα 为中性复数主格,作表语说明这些并列项,表达理由或前提(“由于是同一事物”);主动词 κατηγορεῖται 则因主语包含中性复数性质而按常规使用单数。
- 7.16τὰ πρός τι αὐτὰ ἅπερ ἐστὶ τοῦ ἀντικειμένου λέγεται
短语 αὐτὰ ἅπερ ἐστίν 用作主语 τὰ πρός τι 的同位限制性修饰(援引自《范畴篇》6a36-37的定义),意为“就其本身所是而言”。属格 τοῦ ἀντικειμένου 依附于 λέγεται,构成表明相关项从属关系的“被说成是对立项的[东西]”。
- 7.17Ἀντὶ τοῦ ‘ὡς δ’ ἂν ὀνοματοποιήσῃς, οὐδαμῶς πρὸς τὸ ἀντικείμενον λέγεται, κἄν τε πρὸς δοτικὴν ἢ ἄλλην πτῶσιν ἀποδῷς· οὐδὲ γὰρ ἡ ὄψις τῇ τυφλότητί ἐστιν ὄψις’
Ἀντὶ τοῦ(相当于/用以代替……)是注疏中引入详细释义的常见公式。引文内部的 κἄν τε ... ἀποδῷς 构成让步从句(“即使你把它归于……”),说明哪怕变换格位(如用与格 πρὸς δοτικήν),也无法使视力成为相对于盲目的相关项(οὐδὲ γὰρ ἡ ὄψις τῇ τυφλότητί ἐστιν ὄψις)。
