- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:174.8-176.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了具有中间物的相反者的细分(具名中间物与通过否定两极表达的中间物),随后转向具有与缺失的对立,阐明了归属缺失的三个条件(主体、时间、部位),并论证了性质本身(具有与缺失)与其承载实体(具性质者)之间的区别。
" Καὶ περιττὸν δὲ καὶ ἄρτιον ἀριθμοῦ κατηγορεῖται." Πᾶς γὰρ ἀριθμὸς ἢ περιττός ἐστιν ἢ ἄρτιος, καὶ οὐκ ἂν ῥηθείη ἀριθμὸς μὴ ὢν τοιοῦτος.
“奇数与偶数也被述说为关于数的。” 因为每个数要么是奇数要么是偶数,且不可谈论不是这样的数。
"Καὶ φαῦλον δὲ καὶ σπουδαῖον κατηγορεῖται μὲν καὶ κατὰ ἀνθρώπου καὶ ἄλλων πολλῶν." Οὐ μόνον γὰρ ἐπ’ ἀνθρώπου λέγομεν τὸ φαῦλον καὶ σπουδαῖον, ἀλλὰ καὶ ἐπ’ ἄλλων, οἷον ἵππου.
“恶与善既被述说为关于人的,也被述说为关于其他许多事物的。” 因为我们不仅在人的情况下谈论恶与善,而且在其他事物的情况下,例如马,也谈论恶与善。
"Ἐπ’ ἐνίων μὲν οὖν ὀνόματα κεῖται τοῖς ἀνὰ μέσον." Διὰ τούτων, ὡς ἤδη εἶπον, κατ’ ἄλλον τρόπον τὴν τῶν ἐμμέσων ἐναντίων ποιεῖται ὑποδιαίρεσιν, ἤδη πρότερον ὑποδιελὼν αὐτὰ ταῦτα1 εἰς τε τὰ δυνάμενα ἄμφω ἀπεῖναι τοῦ ὑποκειμένου καὶ εἰς τὰ ἐξ ἀνάγκης πεφυκότα κατὰ τὸ ἕτερον τῶν ἀντικειμένων ὑπάρχειν τῷ ὑποκειμένῳ.
“因此在某些情况下,中间物被确立了名称。” 正如我已经说过的,通过这些话他以另一种方式对具有中间物的相反者进行细分,此前他已经将这些完全相同的事物细分为:既可以双方都从主体中阙如的事物,以及天然必然按照对立项之一属于主体的事物。
"Στέρησις δὲ καὶ ἕξις λέγεται μὲν περὶ ταὐτόν τι." Εἰρηκὼς τὰ διάφορα τῶν ἐναντίων σημαινόμενα, τρέπεται νῦν διδάξαι περὶ τῆς στερήσεως καὶ τῆς ἕξεως· εἴρηται γὰρ ἡμῖν ὅτι συμβάλλεται αὐτῷ ἡ τούτων διδασκαλία πρὸς τὴν διάκρισιν αὐτῶν τὴν πρὸς τὰ πρός τι, οὐ μόνον δὲ ἀλλὰ καὶ εἰς τὴν τῶν ἄλλων ἀντικειμένων διάκρισιν.
“缺失与具有是关于同一个事物而言的。” 在陈述了相反者的各种不同意义之后,他现在转向讲授关于缺失与具有的内容;因为我们已经说过,关于这些的讲授不仅有助于他将它们与相关物区分开来,而且有助于区分其他对立物。
"Καθόλου δὲ εἰπεῖν, ἐν ᾧ πέφυκεν ἡ ἕξις γίνεσθαι, περὶ τοῦτο λέγεται ἑκάτερον αὐτῶν." Τρία δὲ δεῖ παρατηρεῖν ἐπὶ τῆς ἕξεως καὶ τῆς στερήσεως, τό τε πεφυκὸς δέχεσθαι καὶ ὅτε πέφυκε δέχεσθαι,2 τοῦτ’ ἔστιν ἐν τῷ χρόνῳ ἐν ᾧ πέφυκε, καὶ ἐν ᾧ μέρει πέφυκε. περὶ ὃ δὲ πρᾶγμα λέγεται ἡ ἕξις, περὶ τοῦτο καὶ ἡ στέρησις θεωρεῖται· οὐ γὰρ λέγομεν τὸν λίθον ἐστερῆσθαι ὄψεως, ἐπειδὴ οὐδὲ ὅλως πέφυκεν ἔχειν ὄψιν, οὔτε τὸν ἄνθρωπον κατὰ τοὺς πόδας λέγομεν ἐστερῆσθαι ὄψεως, ἐπειδὴ μὴ κατ’ ἐκεῖνο τὸ μέρος πέφυκεν ἔχειν τὴν ὄψιν. ἀλλ’ οὐδὲ τὸ σκυλάκιον ἐστερῆσθαι ὄψεως λέγομεν, ἐπειδὴ μὴ ἐν ἐκείνῳ τῷ καιρῷ πέφυκεν ἔχειν. λέγομεν δὲ τὸν ἄνθρωπον κατὰ τὸ πρόσωπον ἐστερῆσθαι τῆς ὄψεως, ἐπειδὴ καὶ πέφυκεν ἔχειν ὄψιν ὁ ἄνθρωπος καὶ ἐν τῷ μέρει τούτῳ καὶ τῷ χρόνῳ, ὁμοίως καὶ νωδὸν λέγομεν οὐχ ἁπλῶς τὸν μὴ ἔχοντα ὀδόντας (οὐ γὰρ δήπου καὶ τὸν ἄρτι τεχθέντα· οὐ γὰρ τηνικαῦτα πέφυκεν ἔχειν), ὥσπερ οὐδὲ τυφλὸν τὸ σκυλάκιον, ἀλλὰ νωδὸν λέγομεν τὸν ὑπὸ γήρως, εἰ τύχοι, ἢ ὑπὸ πάθους τῶν ὀδόντων ἐστερημένον.
“总体而言,在状态天然适于生于其中的主体中,它们各自都是关于此主体而被述说的。” 在具有和缺失的情况下必须观察三点:天然适于接受的主体、它天然适于接受的时间(也就是在它天然具有该能力的时期),以及在它天然适于接受的部位。关于具有所陈述的事物,缺失也正是关于此事物而被观察的。因为我们并不说石头被剥夺了视力,因为它根本没有生来具有视力的本性;我们也不说人关于脚被剥夺了视力,因为他并非生来就在该部位具有视力。我们也不说小狗被剥夺了视力,因为在那时它还没有天然具有视力。但我们说人在面部被剥夺了视力,因为人天然适于拥有视力,而且是在这个部位以及在这个时期。同样,我们并不单单将没有牙齿者称为无齿的(因为想必绝不会指刚出生的婴儿;因为在那时它天然不具有牙齿,正如小狗并非眼瞎一样),而是将由于年老(假若是这种情况)或疾病而被剥夺牙齿者称为无齿的。
"Τὸ δὲ ἐστερῆσθαι καὶ τὸ τὴν ἕξιν ἔχειν οὐκ ἔστι στέρησις καὶ ἕξις." Βούλεται διὰ τούτων δεῖξαι ὁ φιλόσοφος ὅτι οὐκ ἔστι ταὐτὸν τὸ ἐστερῆσθαι τῇ στερήσει οὐδὲ τὸ ἕξιν ἔχειν τῇ ἕξει· αὐτὴ μὲν γὰρ ἡ ἕξις καὶ ἡ στέρησις ποιότητές εἰσι, τὰ δὲ ἔχοντα τὴν ἕξιν καὶ τὴν στέρησιν ποιά εἰσι παρωνύμως ἀπ’ αὐτῶν λεγόμενα, ὥσπερ ἡ λευκότης καὶ τὸ λευκόν· ἡ μὲν γάρ ἐστι ποιότης, τὸ δὲ ποιὸν παρωνύμως ἀπ’ αὐτῆς λεγόμενον. δείκνυσι δὲ τοῦτο ὁ φιλόσοφος, λέγω δὴ ὅτι ἕτερόν ἐστιν ἡ ἕξις καὶ τὸ ἔχειν ἕξιν, οὐ διὰ τῶν γενῶν, λέγω δὴ τῆς ἕξεως καὶ τοῦ τὴν ἕξιν ἔχοντος ἢ διὰ τῆς στερήσεως καὶ τοῦ τὴν στέρησιν ἔχοντος, ἀλλὰ διὰ τῶν εἰδῶν, λέγω δὴ τῆς ὄψεως καὶ τῆς τυφλότητος καὶ τοῦ τὴν ὄψιν ἔχοντος καὶ τὴν τυφλότητα· σαφέστερα γὰρ τὰ εἴδη τῶν γενῶν· πρόδηλον γὰρ ἐπὶ τούτων ὅτι ἕτερον μέν ἐστιν ἡ τυφλότης ἕτερον δὲ τὸ τὴν τυφλότητα ἔχον, καὶ ἡ ὄψις μέν ἕτερον ὁ δὲ τὴν ὄψιν ἔχων ἕτερος· τὰ μὲν γὰρ ποιότητές εἰσί τινες, τὰ δὲ οὐσίαι μετέχουσαι τούτων. εἰ τοίνυν ταῦτα διάφορα, καὶ τὰ τούτων γένη διάφορα· ὡς γὰρ ἔχει3 ἡ ὄψις καὶ ἡ τυφλότης πρὸς τὸν ἔχοντα τὴν ὄψιν καὶ τὴν τυφλότητα, οὕτως ἔχει καὶ ἡ ἕξις καὶ ἡ στέρησις πρὸς τὸν ἔχοντα τὴν ἕξιν καὶ τὴν στέρησιν, ἐπειδὴ καὶ ὡς ἔχει ἡ ὄψις καὶ ἡ τυφλότης πρὸς τὴν ἕξιν καὶ τὴν στέρησιν, οὕτω καὶ ὁ τὴν ὄψιν ἔχων καὶ ὁ τὴν τυφλότητα πρὸς τὸν τὴν ἕξιν ἔχοντα καὶ τὴν στέρησιν· εἴδη γὰρ αὐτῶν εἰσιν. εἰ τοίνυν διάφορα ταῦτα, λέγω δὴ ἡ ὄψις καὶ ὁ τὴν ὄψιν ἔχων καὶ ἡ τυφλότης καὶ ὁ τὴν τυφλότητα ἔχων, καὶ τὰ τούτων γένη διάφορα, λέγω δὴ ἡ ἕξις καὶ ὁ τὴν ἕξιν ἔχων καὶ ἡ στέρησις καὶ ὁ τὴν στέρησιν ἔχων.
“被剥夺和拥有状态并不就是缺失和具有。” 哲学家通过这些话意图表明,被剥夺与缺失并不是同一的,拥有状态与状态也不是同一的。因为状态本身与缺失是性质,而拥有状态和拥有缺失的事物则是从它们派生得名的具性质者,正如白与白物一样;因为前者是性质,而后者是从它派生得名的具性质者。哲学家表明这一点——我意指状态与拥有状态是不同的——不是通过属(我意指通过状态与拥有状态者,或通过缺失与拥有缺失者),而是通过种(我意指通过视力与盲目,以及拥有视力者与拥有盲目者);因为种比属更清楚。因为在这些情况下显然盲目是一回事,拥有盲目者是另一回事;视力是一回事,拥有视力者是另一回事;因为前者是某种性质,而后者是分有它们的实体。因此,如果这些是不同的,它们的属也是不同的;因为正如视力和盲目与拥有视力者和拥有盲目者的关系那样,状态和缺失与拥有状态者和拥有缺失者的关系也是如此(因为正如视力和盲目相对于状态和缺失,拥有视力者和拥有盲目者相对于拥有状态和缺失者亦是如此;因为它们是它们的种)。因此,如果这些是不同的(我意指视力与拥有视力者,盲目与拥有盲目者),它们的属也是不同的(我意指状态与拥有状态者,缺失与拥有缺失者)。
- 7.10ἤδη πρότερον ὑποδιελὼν αὐτὰ ταῦτα
分词 ὑποδιελών 为主格阳性单数,与主语(亚里士多德)一致,表达相对于主动词 ποιεῖται 的时间在先性。αὐτὰ ταῦτα 是宾格指示代词,指代前文的“具有中间物的相反者(τὰ ἔμμεσα ἐναντία)”。
- 7.12τό τε πεφυκὸς δέχεσθαι καὶ ὅτε πέφυκε δέχεσθαι
这三项(τό τε πεφυκός... καὶ ὅτε... καὶ ἐν ᾧ μέρει)并列作为非人称动词 δεῖ 所支配的不定词 παρατηρεῖν 的宾语。名词化的中性单数分词 τό πεφυκός 表示“天然适于接受的主体”,与接下来的副词从句 ὅτε... 和介词短语 ἐν ᾧ μέρει 构成句法上等价的并列成分。
- 7.13ὡς γὰρ ἔχει ἡ ὄψις καὶ ἡ τυφλότης πρὸς τὸν ἔχοντα τὴν ὄψιν καὶ τὴν τυφλότητα, οὕτως ἔχει
通过相关结构 ὡς ἔχει... πρὸς..., οὕτως ἔχει... πρὸς...(“正如A与B的关系,C与D的关系亦是如此”)构成的比例论证结构。在句法上清晰地表达了从种层面(视力、盲目与其承担者)的差异推导至属层面(状态、缺失与其承担者)之差异的推论。
