← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§171.25-174.7

依中间项及固有性对相反者的分类

注解亚里士多德《范畴篇》11b38–12a1,根据是否存在中间物、属于主体是基于自身还是基于偶性、以及中间项的表达方式(固有名称还是对两极的否定)对相反者进行分类和阐述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5

" Ὅσα δὲ τῶν ἐναντίων τοιαῦτά ἐστιν ὥστε ἐν οἷς πέφυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται ἀναγκαῖον αὐτῶν θάτερον ὑπάρχειν, τούτων οὐδέν ἐστιν ἀνὰ μέσον." Διακρίνας τὴν τῶν πρός τι ἀντίθεσιν τῆς τῶν ἐναντίων βούλεται νῦν αὐτὴν τῶν λοιπῶν διακρῖναι. καὶ πρότερον διακρίνει τῆς τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντιθέσεως. ἐπειδὴ δὲ συμβάλλεται αὐτῷ πρὸς τοῦτο ἡ τῶν διαφόρων εἰδῶν τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων ἀπαρίθμησις, πρότερον παραδίδωσιν ἡμῖν τὰς τούτων διαφοράς. καὶ πρό γε τούτων τὰ διάφορα τῶν ἐναντίων εἴδη παραδίδωσι· μέλλει γὰρ εὐθὺς καὶ ταῦτα διακρίνειν τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων. μετὰ δὲ τὴν ἀπαρίθμησιν τῶν διαφόρων εἰδῶν τῶν καθ’ ἕξιν καὶ στέρησιν ἀντικειμένων ἐκτίθεται καὶ τὰς διαφορὰς τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀντικειμένων· τελευταῖον γὰρ καὶ ταῦτα διακρίνει τῶν λοιπῶν· εἰ γὰρ εἰδείημεν τὰς διαφορὰς καὶ τὰ παρακολουθήματα ἑκάστης ἀντιθέσεως, ῥᾳδίως καὶ τὴν πρὸς ἀλλήλας τῶν ἀντιθέσεων διαφορὰν εἰσόμεθα. πρῶτον οὖν, ὡς εἴρηται, τὴν τῶν ἐναντίων διαίρεσιν παραδίδωσιν. ἔχει δὲ δυνάμει τοῦτον τὸν τρόπον· τῶν ἐναντίων τὰ μὲν ἄμεσα οἷον ἄρτιον καὶ περιττόν, τὰ δὲ ἔμμεσα ὡς τὸ λευκὸν καὶ τὸ μέλαν· μέσον γὰρ τὸ φαιὸν καὶ τὰ λοιπὰ χρώματα. καὶ τῶν ἐμμέσων τὰ μὲν οὕτως ἔχει ὡς δυνατὸν εἶναι ἀμφότερα ἀπεῖναι τοῦ ὑποκειμένου (οὐδὲ γὰρ ἀναγκαῖον πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν· δύναται γὰρ καὶ φαιὸν εἶναι), τὰ δὲ οὕτως ἔχει ὥστε ἐξ ἀνάγκης τὸ ἕτερον ἀφωρισμένως παρεῖναι τῷ ὑποκειμένῳ, καὶ οὐχ ὅπερ ἔτυχεν, ὡς τῷ πυρὶ ἡ θερμότης καὶ οὐδέποτε ἡ ψῦξις, τῇ δὲ χιόνι ἡ ψυχρότης καὶ οὐδέποτε ἡ θερμότης διὰ τὸ οὕτως ἑκάτερον τούτων πεφυκέναι. καὶ αὕτη μὲν ἡ διαίρεσίς τε καὶ ἡ ὑποδιαίρεσις. καὶ κατὰ ἄλλον δὲ τρόπον ἐπιδιαιρεῖται τὰ ἔμμεσα ἐναντία· τῶν γὰρ ἐμμέσων ἐναντίων τὰ μὲν ἔχουσι τὰ μέσα ὀνόμασι δηλούμενα, τὰ δὲ λόγῳ καὶ τῇ τῶν ἄκρων ἀποφάσει·1 τοῦ μὲν γὰρ λευκοῦ καὶ μέλανος τὰ ἐν μέσῳ ὀνόμασιν ἐπικέκληνται, οἷον τὸ φαιὸν τὸ ὠχρὸν τὸ ξανθὸν καὶ τὰ τοιαῦτα, τοῦ δὲ φαύλου καὶ σπουδαίου τὸ ἀνὰ μέσον ὀνόματι μὲν οὐ δηλοῦται, τῇ δὲ τῶν ἄκρων ἀποφάσει σημαίνεται τὸ μήτε φαῦλον μήτε σπουδαῖον.

“在相反者之中,凡是属于这类性质的,以至于在其天然适于生于其中、或者以其作为述语的主体中,必然有其中之一属于它,这些相反者之间没有任何中间物。” 他将相关物的对立从相反者的对立中区分出来之后,现在意图将它与其余的对立区分开来。首先,他将它与基于具有和缺失的对立区分开来。但是,由于列举基于具有和缺失相对立的事物的各种不同种,对于他达成这一目的是有助益的,因此他首先向我们传授关于这些的差异。并且在这些之前,他传授了相反者的各种不同种;因为他紧接着也打算将这些从基于具有和缺失相对立的事物中区分出来。而在列举了基于具有和缺失相对立的事物的不同种之后,他也陈述了基于肯定和否定相对立的事物的差异;因为最后他也将这些从其余的事物中区分出来;因为如果我们知道了每一种对立的差异和随之而来的特征,我们就能很容易地知道各对立相互之间的差异。因此,首先如前所述,他传授了相反者的划分。其实际上采取了这种方式:在相反者之中,有些是无中间物的,例如偶数和奇数;有些是有中间物的,例如白和黑;因为中间物是灰色以及其余的颜色。在有中间物的事物中,有些是这样的:双方都可能从主体中阙如(因为并非每个物体都必然是白或黑;因为也可以是灰色的);而另一些则是这样的:必然有一方被确定地存在于主体之中,而不是随便哪一方都可以,正如热存在于火中而决非冷,冷存在于雪中而决非热,这是由于它们各自天生如此。这就是其划分与再划分。有中间物的相反者也以另一种方式被再次划分:因为在有中间物的相反者中,有些具有通过名称表明的中间项,有些则具有通过说明性定义和对两极的否定表明的中间项;因为白与黑之间的中间项是用名称来称呼的,例如灰色、苍黄、浅黄及诸如此类;而卑劣与卓越之间的中间项不是由名称表明的,而是由对两极的否定来表示为既非卑劣亦非卓越的事物。

§7.6

"Ὅσα δὲ τῶν ἐναντίων τοιαῦτά ἐστιν ὥστε ἐν οἷς πέφυκε γίνεσθαι ἢ ὧν κατηγορεῖται." Τῶν ἐναντίων τὰ μὲν κατὰ συμβεβηκὸς ὑπάρχει τῷ ὑποκειμένῳ, τὰ δὲ καθ’ αὑτό. διὰ μὲν οὖν τοῦ πεφυκέναι γίνεσθαι ἐδήλωσε τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα τῷ ὑποκειμένῳ, διὰ δὲ τοῦ κατηγορεῖσθαι τὰ καθ’ αὑτὸ ὑπάρχοντα. τὸ δὲ καθ’ αὑτὸ διττόν, ὡς αὐτός φησιν ἐν τοῖς Ἀποδεικτικοῖς· τὸ μὲν ὃ μέρος γίνεται τοῦ ὁρισμοῦ τοῦ ὑποκειμένου πράγματος, ὡς τὸ ζῷον τὸ λογικόν (ταῦτα γὰρ καθ’ αὑτὸ ὑπάρχουσι τῷ ἀνθρώπῳ καὶ ἐν τῷ ὁρισμῷ αὐτοῦ παραλαμβάνονται), τὸ δὲ οὗ ἐν τῷ ὁρισμῷ τὸ ὑποκείμενον παραλαμβάνεται, ὡς τὸ ἄρτιον καὶ τὸ περιττόν, σιμότης καὶ γρυπότης· τό τε γὰρ ἄρτιον καὶ τὸ περιττὸν ὁριζόμενοι μνημονεύομεν τοῦ ὑποκειμένου, λέγω δὴ τοῦ ἀριθμοῦ· ἄρτιον γὰρ λέγομεν ἀριθμὸν τὸν δίχα τεμνόμενον καὶ περιττὸν ἀριθμὸν τὸν μὴ δυνάμενον δίχα διαιρεθῆναι. τὸν μέντοι ἀριθμὸν ὁριζόμενος οὐκ ἀνάγκη μνημονεύσεις ἀρτίου· ἀριθμὸς γάρ ἐστι πλῆθος καὶ συναγωγὴ μονάδων, καὶ εἰ τὰ μάλιστα, πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός.2 καὶ τὴν σιμότητα δὲ καὶ τὴν γρυπότητα ὁριζόμενοι ἐξ ἀνάγκης καὶ τοῦ ὑποκειμένου, τῆς ῥινός, μνημονεύομεν, σιμότητα λέγοντες εἶναι κοιλότητα ἐν ῥινί, γρυπότητα δὲ κυρτότητα ἐν ῥινί.

“在相反者之中,凡是属于这类性质的,以至于在其天然适于生于其中、或者以其作为述语的主体中,”在相反者之中,有些是作为偶性属于主体的,有些是自身属于主体的。因此,通过“天然适于生于其中”,他表明了作为偶性属于主体的事物;而通过“作为述语”,他表明了自身属于主体的事物。但正如他自己在《后分析篇》中所说,自身存在具有双重含义:一种是成为主体事物的定义的一部分,例如动物和有理性的(因为这些自身属于人,并在人的定义中被采纳);另一种是在其定义中主体被采纳,例如偶数和奇数,塌鼻和鹰钩鼻;因为在给偶数和奇数下定义时,我们提到了主体,我指的就是数;因为我们称偶数为能被平分的数,称奇数为不能被平分的数。然而,在给数下定义时,你并没有必要提及偶数;因为数是单位的多数和集合,纵使在最大程度上所有数要么是偶数要么是奇数。而在给塌鼻和鹰钩鼻下定义时,我们也必然提及主体即鼻子,称塌鼻为鼻子中的凹陷,鹰钩鼻为鼻子中的弯曲。

§7.7

"Ἀναγκαῖον αὐτῶν θάτερον ὑπάρχειν, τούτων οὐδὲν ἐστιν ἀνὰ μέσον." Ὃ βούλεται λέγειν ἐν τούτοις, τοιοῦτόν ἐστιν· ὅσα τῶν ἐναντίων τοιαῦτά ἐστιν ὡς ἐξ ἀνάγκης δεῖν τὸ ἕτερον αὐτῶν ὑπάρχειν ἢ ὡς καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, τούτων οὐδέν ἐστιν ἀνὰ μέσον, ὅσα δὲ τοιαῦτά ἐστιν ὡς δύνασθαι ἀμφότερα τὰ ἐναντία ἀπεῖναι τοῦ ὑποκειμένου, ἐν ᾧ ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς ὑπάρχουσι, ταῦτα οὐκ ἄμεσά ἐστιν ἀλλ’ ἔχει τι ἑαυτῶν ἀνὰ μέσον· παράδειγμα τοῦ μὲν προτέρου τῶν καθ’ αὑτὸ ὑπαρχόντων ἐναντίων τὸ ἄρτιον καὶ τὸ περιττόν (τούτων γὰρ οὐδέν ἐστιν ἀνὰ μέσον), τῶν δὲ κατὰ συμβεβηκὸς νόσος καὶ ὑγεία· καὶ γὰρ οὐδὲ τούτων ἐστί τι μεταξύ, ἀλλ’ ἐξ ἀνάγκης δεῖ τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ τοῦ ζῴου σώματι, ἵνα λάβωμεν πᾶσαν τὴν ὁπωσοῦν ἐκ τοῦ κατὰ φύσιν ἔκβασιν.3 τοῦ δὲ δευτέρου παράδειγμα τῶν μὲν καθ’ αὑτὸ ὡς τῷ πυρὶ ἡ θερμότης τῷ ὕδατι ἡ ψυχρότης (ἔστι γάρ τι τούτων ἀνὰ μέσον τὸ χλιαρόν), τῶν δὲ κατὰ συμβεβηκὸς ὡς ἐν ἡμῖν τὸ μέλαν καὶ τὸ λευκόν· ἔστι γὰρ μεταξὺ τὸ φαιόν.

“必然有其中之一属于它,这些相反者之间没有任何中间物。” 他在这些话中所意图说明的是这样的意思:在相反者之中,凡是由于必然性而必须有其中之一属于主体(无论是作为自身存在还是作为偶性),这些相反者之间没有任何中间物;而凡是相反双方都能从主体(无论它们是作为自身存在还是作为偶性属于其中)中阙如的,这些相反者就不是无中间物的,而是在它们自身之间有某种中间物。对于前者,自身属于主体的相反者的例子是偶数和奇数(因为它们之间没有任何中间物),而作为偶性属于主体的例子是疾病和健康(因为它们之间也没有任何中间物,如果我们把对合乎本性状态的无论何种偏离都视为〔疾病〕,则它们之中必然有一方存在于动物的身体中)。对于后者,自身属于主体的例子是火中的热与水中的冷(因为它们之间有某种中间物,即温热),而作为偶性属于主体的例子是我们之中的黑与白;因为中间有灰色。

语法注3 条
  1. 7.5τῶν γὰρ ἐμμέσων ἐναντίων τὰ μὲν ἔχουσι τὰ μέσα ὀνόμασι δηλούμενα, τὰ δὲ λόγῳ καὶ τῇ τῶν ἄκρων ἀποφάσει

    中性复数主语 τὰ μέν 和 τὰ δέ 支配复数动词 ἔχουσι(依照意义的一致)。此外,λόγῳ 与 τῇ τῶν ἄκρων ἀποφάσει 并列,表示中间项是通过“说明性定义”且通过“对两极的否定”来表明的。

  2. 7.6καὶ εἰ τὰ μάλιστα, πᾶς ἀριθμὸς ἢ ἄρτιός ἐστιν ἢ περιττός

    καὶ εἰ τὰ μάλιστα 是表示让步的习惯表达,意为“即便在最大程度上”。它用于补充说明在给出数的本质定义(单位的集合)时,没有必要提及偶数或奇数这两个相反的属性。

  3. 7.7ἵνα λάβωμεν πᾶσαν τὴν ὁπωσοῦν ἐκ τοῦ κατὰ φύσιν ἔκβασιν

    由 ἵνα 引导接虚拟式 λάβωμεν 的目的从句。此处并非纯粹表动作目的,而是作为前提条件和限定范围的说明用法,意即“如果我们把对符合本性状态的任何偏离都理解为[疾病]的话”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:171.25-174.7