- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:170.17-171.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞奴斯注解《范畴篇》11b19–11b32,考察了各种对立的实例,消解了相反者的对立与相关物的对立之间的混淆,阐述了善的双重性(超实体的善与生成界的善),并用第二格三段论论证了相关物与相反者的差异。
" Ἀντίκειται δὲ ἕκαστον τῶν τοιούτων, ὡς τύπῳ εἰπεῖν, ὡς μὲν τὰ πρός τι, οἷον τὸ διπλάσιον τῷ ἡμίσει." Διὰ τούτων ἔννοιάν τινα ἡμῖν αὐτῶν παραδίδωσιν, ἐπὶ παραδειγμάτων γυμνάζων τὸν λόγον, εἶτα οὕτως διακρίνει ἕκαστον ἰδίᾳ ἀπὸ τῶν λοιπῶν, ἵνα μή τις ὑπολάβῃ τὴν αὐτὴν τούτων ἀντίθεσιν εἶναι· καὶ γάρ τινες ὑπενόησαν τὴν αὐτὴν ἀντίθεσιν εἶναι τῶν ἐναντίων τοῖς πρός τι·1 τὸ γὰρ ἐναντίον φασὶ τῷ ἐναντίῳ ἐναντίον. λέγομεν οὖν πρὸς τοῦτο ὅτι τὰ μὲν πράγματα τὰ ὑποδεχόμενα τὴν ἐναντιότητα ποιότητές εἰσιν, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν, τὸ θερμὸν καὶ τὸ ψυχρόν· οὐδεὶς γὰρ ἂν εἴποι τὸ λευκὸν τῷ μέλανι λευκὸν οὐδὲ τὸ μέλαν τῷ λευκῷ μέλαν. αὐτὴ μέντοι ἡ ἐναντιότης τῶν πρός τί ἐστι. καὶ οὐδέν γε ἄτοπον τὴν ἐναντιότητα τῶν πρός τι οὖσαν ἐν ἑτέροις πράγμασι θεωρεῖσθαι· τὰ γὰρ πρός τι ἐλέγομεν μὴ ἰδίαν ἔχειν ὑπόστασιν, ἀλλ’ ἐν ταῖς ἄλλαις κατηγορίαις συνίστασθαι.
“概括地说,这些事物的每一个都是这样对立的:有些作为相关物,例如两倍与一半。” 通过这些话,他向我们传达了关于它们的一定概念,在实例上操练这一论述,然后以此分别将每一个与其余的区分开来,以免有人认为它们的对立是相同的;因为确实有人猜想相反者的对立与相关物的对立是相同的;因为他们说相反者是对相反者的相反者。因此针对这一点我们说,接纳相反性的事物是性质,例如白与黑、热与冷;因为没有人会说白对黑而言是白,或者黑对白而言是黑。然而相反性本身是属于相关物的。而作为相关物的相反性在其他事物中被观察到,绝非荒谬;因为我们曾说过,相关物并不具有独立的自立存在,而是在其他范畴中得以构成的。
"Ὡς δὲ τὰ ἐναντία, οἷον τὸ κακὸν τῷ ἀγαθῷ." Ἀγαθὸν ἐνταῦθα λέγει οὐ τὸ ὑπερούσιον (τούτῳ γὰρ οὐκ ἀντίκειται τὸ κακόν), ἀλλὰ τὸ ἐναντίον τῷ κακῷ· διττὸν γὰρ τὸ ἀγαθόν, τὸ μὲν καθ’ αὑτὸ τὸ οὐσιωδῶς ὑπάρχον θεῷ, ὅπερ οὐδὲν ἔχει ἐναντίον (τῇ οὐσίᾳ γὰρ οὐδέν ἐστιν ἐναντίον), τὸ δὲ κατὰ συμβεβηκὸς τὸ πρὸς ἀντιδιαστολὴν τοῦ κακοῦ λεγόμενον, λέγω δὴ τὸ ἐν ἡμῖν· ὥσπερ καὶ τὸ φῶς εἰρήκαμεν διττόν, τὸ μὲν ἐν ἡλίῳ, ὅπερ οὐκ ἔχει ἀντικείμενον ἑαυτῷ σκότος, ἐπειδὴ συμπληροῖ τὴν οὐσίαν τοῦ ἡλίου καὶ οὐσιῶδες αὐτοῦ ἐστι, τὸ δὲ ἐν ἀέρι κατὰ συμβεβηκὸς αὐτῷ γινόμενον, ᾧ ἀντίκειται τὸ σκότος καὶ αὐτὸ ἐπισυμβαῖνον τῇ ἀποστάσει τοῦ φωτὸς τῷ ἀέρι.2 καὶ ἡ γνῶσις δὲ διττή, ὥς φησι καὶ ὁ Πλάτων, ἡ μὲν νοερά, ἥτις μόνως τὸ ἀληθὲς οἶδεν, οὐκ ἔχει δὲ τὸ ψεῦδος ἀντικείμενον, ἡ δὲ διανοητικὴ καὶ ἔτι ἡ δόξα, αἵτινες ἔχουσιν ἀντικείμενον τὸ ψεῦδος· ἔστι γὰρ καὶ διανοεῖσθαι καὶ δοξάζειν ψευδῆ, νοεῖν μέντοι ψευδῆ οὐκ ἔστιν· εἴη γὰρ ἂν ὁ νοῦς ἀνόητος· ‘ἢ γὰρ ἥψατο τοῦ νοητοῦ ὁ νοῦς ἢ οὐχ ἥψατο’ φησὶν ὁ Ἀριστοτέλης· ὥστε ἀναμάρτητος. τούτῳ οὖν ἐνταῦθα τῷ ἀγαθῷ, λέγω δὴ τῷ ἐν τῇ γενέσει, λέγει ἀντικεῖσθαι τὸ κακόν.
“有些作为相反者,例如恶与善。” 他在这里所说的善不是超实体的善(因为对这个善而言恶并不与之对立),而是与恶相反的善;因为善是双重的:一方面是自身存在的、本质上属于神的善,它没有任何相反者(因为对实体而言没有任何东西是相反的);另一方面是偶性的、用于区别于恶而述说的善,我指的是在我们之中的善;正如我们也曾说过光是双重的:一方面是在太阳之中的光,它自身没有黑暗与之对立,因为它充实了太阳的实体,是它的本质;另一方面是在空气之中的光,它是作为偶性发生在空气之中的,与之对立的是黑暗,这黑暗本身也是由于光的离去而附带发生在空气之中的。认识也是双重的,正如柏拉图也说过的:一方面是智性的认识,它唯独认识真理,而没有谬误与之对立;另一方面是推论性的认识,进而还有意见,它们有谬误与之对立;因为推论出假的和持有假的意见是可能的,但智性地理解假的却是不可能的;因为那样的话智性就会是没有智慧的;亚里士多德说:“因为智性要么触及可知解者,要么没有触及”;因此它是绝不出错的。因此他说,在这里恶与之相对立的正是这种善,我指的是在生成之中的善。
"Ὅσα οὖν ἀντίκειται ὡς τὰ πρός τι, αὐτὰ ἅπερ ἐστὶ ἑτέρων λέγεται.3" Βούλεται δεῖξαι ὅτι ἡ τῶν πρός τι ἀντίθεσις οὐκ ἔστιν ἡ αὐτὴ τῇ τῶν ἐναντίων ἀντιθέσει, καὶ δείκνυσιν αὐτὸ συλλογισμῷ χρώμενος ἐν δευτέρῳ σχήματι τούτῳ· τὰ ὡς πρός τι ἀντικείμενα αὐτὰ ἅπερ ἐστὶ ἑτέρων λέγεται, οἷον τὸ δεξιὸν ἀριστεροῦ δεξιὸν λέγεται, τὰ δὲ ὡς ἐναντία ἀντικείμενα αὐτὰ ἅπερ ἐστὶν οὐ λέγεται ἑτέρων· τὸ γὰρ λευκὸν οὐ λέγεται μέλανος λευκόν. τὰ ἄρα ὡς πρός τι ἀντικείμενα ἕτερά ἐστι παρὰ τὰ ὡς ἐναντία ἀντικείμενα.
“因此,凡是作为相关物相对立的,其本身所是的东西都是相对于其他事物而被述说的。” 他意图表明相关物的对立与相反者的对立并不是相同的,并且通过运用第二格中的如下三段论来证明这一点:作为相关物相对立的事物,其本身所是的东西都是相对于其他事物而被述说的,例如右被说成是左的右;而作为相反者相对立的事物,其本身所是的东西并非相对于其他事物而被述说的;因为白并不被说成是黑的白;因此,作为相关物相对立的事物是不同于作为相反者相对立的事物的。
- 7.2τὴν αὐτὴν ἀντίθεσιν εἶναι τῶν ἐναντίων τοῖς πρός τι
形容词 ὁ αὐτός 支配与格 τοῖς πρός τι(“与相关物[的对立]相同”),而属格 τῶν ἐναντίων 则修饰对格不定式句的主语 ἀντίθεσιν(“相反者的对立与相关物[的对立]相同”)。
- 7.3ᾧ ἀντίκειται τὸ σκότος καὶ αὐτὸ ἐπισυμβαῖνον τῇ ἀποστάσει τοῦ φωτὸς τῷ ἀέρι
关系代词与格 ᾧ(“与之[空气中的光]”)由 ἀντίκειται 支配。主语为 τὸ σκότος,由分词 ἐπισυμβαῖνον 修饰。与格 τῷ ἀέρι 由复合分词 ἐπισυμβαῖνον 支配(“附带发生在空气上”),而另一个与格 τῇ ἀποστάσει 则作为原因或手段与格修饰分词(“由于光的离去”)。
- 7.4αὐτὰ ἅπερ ἐστὶ ἑτέρων λέγεται
出自《范畴篇》第7章的定义性公式。主格中性复数短语 αὐτὰ ἅπερ ἐστὶ 与主语同格,表示“就其本身所是而言”,属格 ἑτέρων 由 λέγεται 支配,意为“相对于其他事物而被述说(是其他事物的……)”。
