- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:169.6-170.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯解释了亚里士多德对对立者的排列顺序(相关物、相反者、缺失与具有、肯定与否定)的理由,即依据对立强度的递增,从相互同时引入的温和对立,一直推进到在一切存在与非存在之上划分真伪的最激烈对立。
φαμὲν οὖν ὅτι ἀπὸ τῶν μαλακωτέραν τὴν ἀντίθεσιν ἐχόντων ἤρξατο, λέγω δὴ τῶν πρός τι· ταῦτα γὰρ τῷ ἀντικεῖσθαι1 οὐ μόνον οὐ φθείρει ἄλληλα, ἀλλὰ καὶ συνεισφέρει· ἑνὸς γὰρ τεθέντος, οἷον πατρός, συνεισάγεται καὶ τὸ ἕτερον, οἷον ὁ υἱός, καὶ ἀναιρεθέντος ἑνὸς συνανῄρηται καὶ τὸ ἕτερον· ἀλλήλων γάρ εἰσιν ὑποστατικά. δευτέραν τάξιν ἔχει ἡ τῶν ἐναντίων ἀντίθεσις, οἷον λευκοῦ καὶ μέλανος· ἰσχυροτέρα γάρ πώς ἐστιν ἡ τούτων ἀντίθεσις, διότι οὐ μόνον οὐ συνεισφέρει ἄλληλα, ἀλλὰ καὶ φθείρει· τοῦ γὰρ ἑνὸς παρόντος οὐχ ὑπομένει τὸ ἕτερον. καὶ εἰς ἄλληλα μέντοι γε ταῦτα μεταβάλλει, οἷον θερμὸν καὶ ψυχρόν, λευκὸν καὶ μέλαν. τρίτην ἔχουσι τάξιν τὰ κατὰ ἕξιν καὶ στέρησιν· καὶ γὰρ ἡ τούτων ἀντίθεσις ἰσχυροτέρα ἐστὶ τῆς τῶν ἐναντίων ἀντιθέσεως· τὰ μὲν γὰρ ἐναντία μεταβάλλει εἰς ἄλληλα, ἡ δὲ στέρησις οὐδέποτε μεταβάλλει εἰς τὴν ἕξιν· οὐδὲ γὰρ ἐκ τυφλοῦ τις ἀναβλέψει κατά γε τὸν φυσικὸν ἢ τεχνικὸν λόγον, εἰ μή που θείᾳ δυνάμει. ἐσχάτην ἔχουσι τάξιν τὰ κατὰ ἀπόφασιν καὶ κατάφασιν ἀντικείμενα· σφοδροτέρα γὰρ τούτων ἡ ἀντίθεσις, διότι ἐπὶ πάντων τῶν ὄντων καὶ μὴ ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· λέγεται γὰρ Σωκράτης ἢ δεξιὸς εἶναι ἢ μὴ εἶναι δεξιός. καὶ ἀληθής γε αὕτη ἡ διαίρεσις, κἂν μόνος ὢν τύχῃ Σωκράτης κἂν μετὰ πλειόνων κἂν μηδὲ ὅλως ᾖ·2 κἄν τε γὰρ μόνος ᾖ, ἀληθεύει ἡ διαίρεσις λέγουσα μὴ εἶναι αὐτὸν δεξιόν, κἄν τε μετὰ πλειόνων, ὁμοίως· ἢ γὰρ δεξιός ἐστιν ἐν πλείοσιν ὢν ἢ οὐκ ἔστι δεξιός, ἀλλὰ ἢ μέσος ἢ ἀριστερός, ἀμφότερα δὲ τὸ μὴ δεξιὸν σημαίνει. ἀλλὰ κἂν μηδὲ ὅλως ᾖ, ἀληθὲς τὸ λέγειν ὅτι οὐκ ἔστι δεξιός· πῶς γὰρ ὁ μηδὲ ὅλως ὤν; καὶ ἡ φωνὴ δὲ λέγεται ἢ λευκὴ εἶναι ἢ μὴ λευκή, καὶ ὁ λίθος ἢ ὄψιν ἔχειν ἢ μὴ ἔχειν. καὶ ἐπὶ πάντων δὲ εὑρήσεις τὴν ἀντίθεσιν ταύτην ἀληθῆ ὑπάρχουσαν, οὐ μόνον ἐπὶ τῶν κατὰ μέρος ἀντιθέσεων ἀλλὰ καὶ ἐπὶ τῶν καθόλου· τὰ γὰρ ὄντα ἢ δεξιά εἰσιν ἢ οὔκ εἰσι δεξιά, ἢ λευκά εἰσιν ἢ οὔκ εἰσι λευκά, ἢ ὄψιν3 ἔχει ἢ οὐκ ἔχει ὄψιν. οὐ μόνον δὲ ἐπὶ σωμάτων αὕτη ἡ ἀντίθεσις χώραν ἔχει, ἀλλὰ καὶ ἐπὶ ἀσωμάτων· καὶ γὰρ κἀκεῖνα οὐκ ἔχει τὴν δεξιὰν θέσιν, ἐπειδὴ οὐδὲ σώματά εἰσιν, οὔτε λευκά εἰσιν οὔτε ὄψιν ἔχει τὴν ἡμετέραν. καὶ τὸ μὴ ὂν δὲ οὔτε δεξιόν ἐστιν οὔτε λευκὸν οὔτε ὄψιν ἔχει. ἡ μὲν οὖν κατάφασις καὶ ἀπόφασις, ὡς προείρηται, πάντα τὰ ὄντα καὶ τὰ μὴ ὄντα διαιρεῖ, αἱ δὲ ἄλλαι ἀντιθέσεις οὐδαμῶς· ἥ τε γὰρ τῶν πρός τι ἀντίθεσις οὐκ ἐπὶ πάντων λέγεται· ἂν γὰρ τύχῃ τις μόνος ὤν, οὐ λέγεται δεξιὸς εἶναι ἢ ἀριστερός. ἀλλ’ οὐδὲ τῶν ἀσωμάτων οὐδέν, οἷον ἡ ψυχή· οὔτε γὰρ δεξιά ἐστιν οὔτε ἀριστερά. ἀλλ’ οὐδὲ ἡ τῶν ἐναντίων· ἡ γὰρ φωνὴ οὐ λέγεται λευκὴ εἶναι ἢ μέλαινα· ἔστι γὰρ καὶ ἡ λεγομένη σομφή. οὐδὲ ἐπὶ τῶν χρωμάτων τὰ μέν ἐστι λευκὰ τὰ δὲ μέλανα· εἰσὶ γὰρ καὶ τὰ μεταξύ, τὸ φαιὸν καὶ τὸ ὠχρὸν καὶ τὰ τοιαῦτα. ἀλλ’ οὐδὲ ἐπὶ τῆς στερήσεως καὶ τῆς ἕξεως· ὁ γὰρ λίθος οὐ λέγεται τυφλὸς εἶναι ἢ ὄψιν ἔχειν. εἰκότως οὖν πρώτην μὲν εἶπε τὴν τῶν πρός τι, δευτέραν δὲ τὴν τῶν ἐναντίων, τρίτην δὲ τὴν κατὰ στέρησιν καὶ ἕξιν, τετάρτην δὲ τὴν καταφάσεως καὶ ἀποφάσεως, ἐκ τῶν μαλακωτέραν τὴν ἀντίθεσιν ἐχόντων ἀρξάμενος καὶ προκόψας ἐπὶ τὰ σφοδροτέρως ἀντικείμενα.
因此我们说,他是从那些具有较为温和的对立之物开始的,我指的是相关物;因为这些东西尽管对立,不仅不相互毁灭,反而还相互同时引入;因为一旦其中一个被确立(例如父亲),另一个也被同时引入(例如儿子),并且一旦其中一个被取消,另一个也被同时取消;因为它们互为确立的根据。相反者的对立占第二位(例如白与黑);因为它们的对立在某种程度上更强,这是因为它们不仅不相互同时引入,反而还相互毁灭;因为当其中一个在场时,另一个便不复存留。然而这些东西确实相互转变(例如热与冷,白与黑)。按照具有与缺失的东西占第三位;因为这些东西的对立强于相反者的对立;因为相反者相互转变,但缺失决不转变为具有;因为依照自然或技术的规则,没有人能从盲目中重见光明,除非是凭借神圣的力量。按照否定与肯定的对立者占最后一位;因为它们的对立更加激烈,这是因为它在所有存在者和非存在者之上划分真与假;因为苏格拉底被说成要么在右边,要么不在右边。而无论苏格拉底碰巧是独自一人,还是与众人在一起,抑或根本不存在,这一划分确实都是真的;因为无论他是独自一人,说他不在右边的划分是真实的,还是与众人在一起,同样也是真实的;因为当与众人在一起时,他要么在右边,要么不在右边而是在中间或在左边,而这两者都意味着不在右边。但是哪怕他根本不存在,说他不在右边也是真的;因为一个根本不存在者怎么可能[在右边]呢?声音也被说成要么是白的,要么不是白的,石头也被说成要么有视力,要么没有视力。你将会发现,在所有事物之上这种对立都作为真实的而成立,不仅在个别的对立上,而且在普遍的对立上;因为存在者要么在右边,要么不在右边,要么是白的,要么不是白的,要么有视力,要么没有视力。不仅在物体之上这种对立有其位置,而且在非物体之上也是如此;因为那些东西既然根本不是物体,也就不具有在右边的位置,它们既不是白的,也不具有我们的视力。而非存在者也既不在右边,也不是白的,更不具有视力。因此,正如前文所述,肯定与否定划分了一切存在者与非存在者,而其余的对立则绝非如此;因为相关物的对立并非述说于一切事物之上;因为如果有人碰巧是独自一人的,他便不能被说成是在右边或在左边。不仅如此,非物体中的任何事物(例如灵魂)也不能这样被述说;因为它既不在右边也不在左边。然而相反者的对立也不能;因为声音不能被说成是白的或黑的;因为还有所谓低沉干瘪的声音。在颜色上,也不是一些是白的一些是黑的;因为还有中间物,即灰色、黄色等等。在缺失与具有上也不能;因为石头不能被说成是盲目的或具有视力的。因此,他从那些具有较温和对立之物开始,进而推进到对立得更加激烈之物,合乎情理地把相关物的对立排在第一位,把相反者的对立排在第二位,把按照缺失与具有的对立排在第三位,把肯定与否定的对立排在第四位。
- 7.1τῷ ἀντικεῖσθαι
带冠词不定式的与格,与后文的 οὐ μόνον οὐ φθείρει ἄλληλα 相应,表达让步(“尽管对立”)或在……方面(“在对立这一点上”)。在此取让步之意,以突显其虽处于对立关系中却并不相互毁灭的特性。
- 7.1κἂν μηδὲ ὅλως ᾖ
让步条件从句的缩略表达(κἄν 即 καὶ ἐάν),意为“哪怕[苏格拉底]根本不存在”。其后修辞性反问 πῶς γὰρ ὁ μηδὲ ὅλως ὤν; 中,在分词主语之后省略了谓语动词(如 δεξιὸς εἴη)。
- 7.1τὰ γὰρ ὄντα ἢ δεξιά εἰσιν ἢ οὔκ εἰσι δεξιά, ἢ λευκά εἰσιν ἢ οὔκ εἰσι λευκά, ἢ ὄψιν ἔχει ἢ οὐκ ἔχει ὄψιν
针对中性复数主语 τὰ ὄντα,前两个选言支使用了复数动词 εἰσιν,而最后一个选言支则转变为单数动词 ἔχει(中性复数主语接单数动词的一般规则)。整句话的主语始终是 τὰ ὄντα。
