- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:164.10-165.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞依次给出了其余六个范畴(主动、受动、处于某种姿态、何时、何处、具有)的定义及其向诸种的划分,并特别论证了“何处”的六种差异源于物体的三维性。
τούτου δὲ εἴδη δύο· τὸ γὰρ ποιοῦν ἢ εἰς ἑαυτὸ ποιεῖ, ὥσπερ ἡ ψυχὴ ἑαυτὴν γινώσκουσα, ἢ εἰς ἕτερον, ὡς τὸ πῦρ εἰς ἡμᾶς ποιεῖ θερμαῖνον ἡμᾶς. πάσχειν δέ ἐστι τὸ ὑπό τινος ἀλλοιοῦσθαι. τούτου δὲ εἴδη δύο· ἢ γὰρ ὡς εἰς φθοράν τι ἀγόμενον πάσχει, ὡς τὸ ξύλον ὑπὸ πυρὸς καιόμενον, ἢ ὡς εἰς τελειότητα, ὡς ὅταν εἴπωμεν πάσχειν τὴν ὅρασιν ὑπὸ τοῦ ὁρατοῦ· εἰς τελειότητα γὰρ ἄγεται ἡ ὅρασις ὑπὸ τῶν ὁρατῶν τὴν οἰκείαν ἀπολαμβάνουσα ἐνέργειαν. καὶ ὁ μαθητὴς ὑπὸ τοῦ διδασκάλου πάσχει καὶ αὐτὸς οὐ φθειρόμενος ἀλλὰ τελειούμενος. κεῖσθαι δέ ἐστι τὸ θέσιν τινὰ ἔχειν. τούτου δὲ εἴδη τρία, τὸ ἀνακεκλίσθαι τὸ καθῆσθαι τὸ ἑστάναι· ἢ γάρ, ὡς πολλάκις εἴρηται, τὸ ὅλον σῶμα κέκλιται καὶ λέγεται ἀνακεκλίσθαι, ἢ τὸ μέν τι κέκλιται τὸ δὲ ὀρθόν ἐστι καὶ λέγεται καθῆσθαι, ἢ ὅλον ὀρθόν ἐστι καὶ λέγεται ἵστασθαι. ποτὲ δέ ἐστι τὸ χρόνου δηλωτικὸν ἤτοι τὸ ἐν χρόνῳ ὄν· τούτου δὲ εἴδη τρία, ἐνεστὼς παρεληλυθὼς μέλλων. ποῦ δέ ἐστι τὸ τόπου δηλωτικὸν ἢ τὸ ἐν τόπῳ ὄν· τούτου δὲ εἴδη ἕξ, τὸ ἄνω τὸ κάτω τὸ δεξιὸν τὸ ἀριστερὸν τὸ ἔμπροσθεν τὸ ὄπισθεν. εἰκότως δὲ ἓξ τοῦ τόπου εἰσὶν αἱ διαφοραί· εἰ γὰρ τόπος ἐστίν, ὡς εἴρηται ἡμῖν, πέρας τοῦ περιέχοντος καθ’ ὃ περιέχει τὸ περιεχόμενον, τὸ δὲ περιεχόμενον σῶμά ἐστι, πᾶν δὲ σῶμα τρεῖς ἔχει διαστάσεις, ἑκάστη δὲ διάστασις κατ’ εὐθεῖαν γραμμὴν θεωρεῖται ὡρισμένως καὶ οὐ κατ’ ἄλλην τινά (εἰ γάρ τις βουληθείη τοίχου, εἰ τύχοι, τὴν κατὰ μῆκος διάστασιν γνῶναι πόση τίς ἐστι, κατὰ κάθετον ταύτην μετρήσει, ἡ δὲ κάθετος εὐθεῖα γραμμή ἐστιν, ὡσαύτως δὲ καὶ εἰ τὴν κατὰ πλάτος ἢ βάθος διάστασίν τις γνῶναι βούλοιτο πόση ἐστί, σπάρτον ἐκτείνας ταύτην μετρήσει, ἥτις καὶ αὐτὴ εὐθεῖα γραμμή ἐστι), πᾶσα δὲ εὐθεῖα γραμμὴ δύο πέρατα ἔχει· εἰ τοίνυν πᾶν σῶμα τρεῖς ἔχει διαστάσεις, ἑκάστη δὲ διάστασις κατ’ εὐθεῖαν γραμμὴν χαρακτηρίζεται, πᾶσα δὲ εὐθεῖα γραμμὴ δύο ἔχει πέρατα, εἰκότως τὸ σῶμα ἓξ ἔχει πέρατα.1 εἰ οὖν τὸ σῶμα ἓξ ἔχει πέρατα, καὶ ὁ τόπος ὁ περιέχων αὐτὸ ἐξ ἀνάγκης ἓξ σχήσει πέρατα, ἐπειδὴ κατὰ πᾶσαν διάστασιν περιέχει ὁ τόπος τὸ σῶμα. καὶ ἔστι τῆς μὲν ὡς ἐπὶ ἐμψύχων εἰπεῖν2 κατὰ μῆκος διαστάσεως πέρατα τὸ ἄνω καὶ τὸ κάτω, τῆς δὲ κατὰ πλάτος τὰ δεξιὰ καὶ τὰ ἀριστερά, τῆς δὲ κατὰ βάθος τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν. ἔχειν δέ ἐστιν οὐσίας περὶ οὐσίαν περίθεσις. τοῦτο δὲ ἢ ὅλον περὶ ὅλον περίκειται, ὡς ὁ χιτὼν ὅλον περιέχει τὸ σῶμα, ἢ ὅλον περὶ μέρος, ὡς ὁ δακτύλιος ἐν δακτύλῳ.
而此者有两个种:因为主动者要么作用于自身,正如灵魂认识自身,要么作用于他物,正如火加热我们而作用于我们。另一方面,受动就是被某物所改变。而此者有两个种:因为某物要么是作为被引向毁灭而受动,正如木头被火焚烧,要么是作为被引向完满,正如当我们说视觉受到可见物的作用时那样;因为视觉通过可见物而获得其本有的活动,被引向完满。并且学生也受到教师的作用,而他自身并没有被毁灭,而是得以完满。另一方面,处于某种姿态就是具有某种姿势。而此者有三个种:横卧、坐着、站立。因为正如屡次所说的那样,要么整个身体倾卧而被称为横卧,要么一部分倾卧而另一部分直立而被称为坐着,要么整个身体直立而被称为站立。另一方面,“何时”是表示时间的,或者说是处于时间之中的事物;而此者有三个种:现在、过去、将来。另一方面,“何处”是表示场所的,或者说是处于场所之中的事物;而此者有六个种:上、下、右、左、前、后。而场所的差异有六种是理所当然的;因为,正如我们所说,如果场所是包容者的、其包容被包容者所依循的限界,而被包容者是物体,且每个物体都具有三个维度,并且每个维度都确定地依循直线而非依循任何其他线而被考察(因为假若有人想知道,比方说,一面墙依循长度的维度有多大,他将依循铅垂线来测量它,而铅垂线是一条直线,同样,假若有人想知道依循宽度或深度的维度有多大,他将通过拉直一根绳子来测量它,这根绳子本身也是一条直线),并且每条直线都有两个限界——因此,如果每个物体都具有三个维度,且每个维度都由直线所表征,而每条直线都有两个限界,那么物体具有六个限界便是理所当然的。那么,如果物体具有六个限界,包容它的场所也必然具有六个限界,因为场所在每个维度上都包容着物体。并且,可以说正如在有灵魂的事物上所言,依循长度的维度的限界是上与下,依循宽度的维度的限界是右与左,依循深度的维度的限界则是前与后。另一方面,“具有”是实体围绕实体的环绕附着。而这要么是整体围绕整体而环绕附着,正如外套包容整个身体,要么是整体围绕部分,正如戒指戴在手指上。
- 6.1εἰκότως δὲ ἓξ τοῦ τόπου εἰσὶν αἱ διαφοραί· εἰ γὰρ τόπος ἐστίν... εἰ τοίνυν πᾶν σῶμα... εἰκότως τὸ σῶμα ἓξ ἔχει πέρατα.
条件从句(εἰ γάρ...)在包含了一段较长的括号插入语(εἰ γάρ τις βουληθείη...)后展开,并在主句前通过“εἰ τοίνυν πᾶν σῶμα...”对前提进行了总结与重述,最终落入主句“εἰκότως τὸ σῶμα ἓξ ἔχει πέρατα”。重述的条件从句充当了主句的直接条件状语。
- 6.1ὡς ἐπὶ ἐμψύχων εἰπεῖν
不定词 εἰπεῖν 的绝对用法(限定性用法),充当插入性的限定短语(“可以说正如在有灵魂的事物上所言”)。它对随后的方向分配(长对应上下,宽对应左右,深对应前后)作出限定,表明这种对应主要适用于有生命的有灵魂者。
