- 底本
- Philoponus, In Aristotelis Categorias Commentarium. Commentaria in Aristotelem Graeca XIII.1, ed. A. Busse, Berlin: Reimer 1898, pp. 1-205. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:165.20-167.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯通过不定式动词的语义学以及运动在基底主体上的单一性与定义上的双重性,论证了“主动”与“受动”何以不归入相关物,解释了标题命名及容纳相反与程度的条件,并从第一部的结语出发介绍了将范畴论主旨仅视作概念的注疏观点。
" Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα." Ζητητέον ἐνταῦθα τί δή ποτε τὸ ποιεῖν καὶ τὸ πάσχειν οὐχ ὑπὸ τὰ πρός τι ἀνάγει ὁ φιλόσοφος, ἀλλ’ ἑτέρας αὐτὰς εἶναι λέγει κατηγορίας· ὁ γὰρ ποιῶν εἰς πάσχοντα ποιεῖ καὶ ὁ πάσχων ὑπὸ ποιοῦντος πάσχει· ὥστε καὶ αὐταὶ τῶν πρός τί εἰσι. λέγομεν οὖν πρὸς τοῦτο ὅτι τὰ μὲν ἀπαρέμφατα ῥήματα μόνης εἰσὶ τῆς φύσεως τῶν ἐνεργειῶν ἢ τῶν παθῶν σημαντικά (ἢ γὰρ ἐνέργειαν μόνως ἢ πάθος σημαίνει), τὰ μέντοι γε ἄλλα ῥήματα ἤτοι αἱ μετοχαὶ τὴν σχέσιν σημαίνουσι τῶν οὐσιῶν ἤτοι πρὸς τὴν ἐνέργειαν ἢ πρὸς τὸ πάθος. τὸ τοίνυν ποιεῖν καὶ τὸ πάσχειν, ἀπαρέμφατα ὄντα ῥήματα, τῆς ποιήσεως αὐτῆς ἢ παθήσεώς ἐστι δηλωτικὰ καὶ οὐχὶ τῶν πρός τι· οὐδεὶς γὰρ ἂν εἴποι τὸ ποιεῖν εἰς τὸ πάσχειν ποιεῖν ἢ τὸ πάσχειν ὑπὸ τοῦ ποιεῖν πάσχειν. ὁ μέντοι γε πάσχων ἢ ποιῶν ὑπὸ τὰ πρός τι ἀναφέρεται· ὁ γὰρ ποιῶν εἰς πάσχοντα ποιεῖ καὶ ὁ πάσχων ὑπὸ ποιοῦντος πάσχει. καλῶς δὲ ὁ Ἀριστοτέλης ἐν τῇ Φυσικῇ ἀκροάσει ζητεῖ ὅτι εἰ ἐκ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ἡ κίνησις, πότερον ἐν τῷ ποιοῦντι θεωρεῖται ἢ ἐν τῷ πάσχοντι,1 καί φησιν ὅτι ἐν τῷ πάσχοντι· ἡ γὰρ κίνησις ὁδός ἐστιν ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ· ἐνέργεια δέ ἐστιν αὐτὴ ἡ προβολὴ τῆς ἕξεως· ἐκεῖνα οὖν κινεῖται ὅσα ἐνδεᾶ ἐστι καὶ ἀπὸ τοῦ ἀτελοῦς μεταβάλλει ἐπὶ τὸ τέλειον. ὅσα γοῦν πλειόνων τινῶν δέεται, πλείονας κινήσεις κινεῖται, τὰ δὲ ὀλιγοδεᾶ ὀλιγοκίνητα· ἀμέλει τὸ θεῖον ἀνενδεὲς ὂν καὶ πάντῃ ἐστὶν ἀκίνητον. εἰ τοίνυν ὁ ποιῶν κατ’ αὐτὸ τοῦτο ὃ ποιεῖ τελείαν ἔχει τὴν ἕξιν, οὐ κινηθήσεται κατ’ ἐκεῖνο ὃ ποιεῖ, ὁ δὲ πάσχων ἅτε δεόμενος τοῦ ποιοῦντος, ἵνα τὴν ἐν αὐτῷ ἐνοῦσαν δύναμιν εἰς ἐνέργειαν προαγάγῃ, εἰκότως κινεῖσθαι λέγεται, ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ εἶναι, ὃ πέφυκεν εἶναι, προαγόμενος. ὥστε ἡ κίνησις μία ἐστὶν ἐπὶ μόνου τοῦ πάσχοντος θεωρουμένη, ὁ μέντοι λόγος ὁ τῆς κινήσεως δύναται εἶναι διττός· δύναται γὰρ θεωρεῖσθαι καὶ ἐπὶ τοῦ ποιοῦντος καὶ ἐπὶ τοῦ πάσχοντος· ὅταν μὲν γὰρ τὴν κίνησιν θεωρήσωμεν ἀρχομένην ἀπὸ τοῦ ποιοῦντος καὶ λήγουσαν ἐπὶ τὸ πάσχον, ποίησιν αὐτὴν λέγομεν. ὅταν δὲ θεωρήσωμεν αὐτὴν ἀπὸ τοῦ πάσχοντος ἀρχομένην τελευτῶσαν δὲ ἐπὶ τὸ ποιοῦν, πάθησιν λέγομεν, ὥσπερ καὶ δίδαξιν καὶ μάθησιν ὁμοίως. ὥστε τῷ μὲν ὑποκειμένῳ μία ἐστὶν ἡ κίνησις, διαφέρει δὲ τῷ λόγῳ. τὰ δὲ πρός τι οὐ μόνον τῷ λόγῳ διαφέρουσιν, ἀλλὰ καὶ τῷ ὑποκειμένῳ διάφορά ἐστιν. ὥστε τὸ ποιεῖν καὶ τὸ πάσχειν περὶ ἓν καταγινόμενα ὑποκείμενον, τὴν κίνησιν, οὐκ ἂν εἴη πρός τι, εἴ γε τὰ πρός τι οὐ μόνον τὴν σχέσιν διάφορον θέλουσιν ἔχειν, ἀλλὰ καὶ τὰ ὑποκείμενα. Διὰ τί οὖν μὴ ἐπέγραψε ‘περὶ ποιήσεως καὶ παθήσεως’; λέγομεν ὅτι ἡ ποίησις διττή ἐστι· καὶ γὰρ αὐτὴ ἡ ὁδὸς ποίησις λέγεται, οἷον ἡ τοῦ οἰκοδόμου ἐνέργεια, καὶ τὸ τέλος δὲ αὐτὸ τῆς ἐνεργείας, οἷον ἡ οἰκία. ἵνα οὖν μὴ διὰ τὴν ὁμωνυμίαν πλάνη τις γένηται καὶ νομίσωμεν αὐτὸν περὶ τοῦ τέλους διαλέγεσθαι, διὰ τοῦτο οὕτως ἐπέγραψε Περὶ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν, τοῦτ’ ἔστι περὶ αὐτῆς τῆς ἐνεργείας καὶ τῆς ὁδοῦ. ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον. εἰκότως· ἐν γὰρ ταῖς ποιότησι μόνον ἡ ἐναντιότης θεωρεῖται· τὸ δὲ ποιεῖν καὶ τὸ πάσχειν ἐκ τῆς συμπλοκῆς τῆς οὐσίας πρὸς τὴν ποιότητα συνέστηκε. καὶ τὸ μᾶλλον δὲ καὶ τὸ ἧττον ἐπιδέχεσθαι ἐκεῖνα πολλάκις εἰρήκαμεν τὰ καὶ τὴν ἐναντιότητα ἐπιδεχόμενα. ἐπειδὴ δὲ οὐ πᾶσα ποιότης ἐπιδέχεται τὴν ἐναντιότητα οὐδὲ τὸ μᾶλλον καὶ τὸ ἧττον, οἷον τὰ σχήματα, εἰκότως ἄρα οὐδὲ πάσῃ τῇ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν κατηγορίᾳ παρακολουθεῖ τὸ ἐπιδέχεσθαι ἐναντιότητα καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀλλὰ τῇ μὲν ἐκ ποιότητος εἰλημμένῃ ἐπιδεχομένης τὸ μᾶλλον καὶ τὸ ἧττον ὑπάρχει αὐτὸ τοῦτο,2 τῇ δὲ ἐκ ποιότητος λαμβανομένῃ μὴ ἐπιδεχομένης ἐναντιότητα οὐδὲ αὐτῇ ὑπάρξει τι ἐναντίον.
“主动与受动也容纳相反。” 在此应当探究,这位哲学家究竟为何不将主动与受动归入相关物之下,而是说它们是不同的范畴;因为施动者作用于受动者,而受动者受动于施动者,从而它们自身也属于相关物。因此我们针对这一点回答说,不定式动词仅表示活动或受动的本性(因为它们仅表示活动或仅表示受动),而其他动词或分词则表示实体相对于活动或相对于受动的关系。因此,“主动”与“受动”作为不定式动词,是施动本身或受动本身的指示者,而非相关物的指示者;因为没有人会说主动作用于受动,或受动受动于主动。然而,受动者或施动者则被归入相关物之下;因为施动者作用于受动者,而受动者受动于施动者。亚里士多德在《物理学》中恰当地探究:如果运动源于主动与受动,它究竟是被考察于施动者中还是受动者中;并且他说是在受动者中;因为运动是从潜能之物通向现实之物的道路,而现实正是品质的显现本身;因此,那些有所匮乏且从不完满向完满转变的事物才运动。无论如何,凡需要更多事物者,便进行更多的运动,而需求甚少者则运动甚微;当然,神圣者因毫无匮乏而完全不动。因此,如果施动者依循其所施动的当体便具有完满的品质,它就不会依循其所施动者而被运动;而受动者因需要施动者以将其内居的潜能引向现实,被说成受到运动便是理所当然的,因为它从潜在存在被引向现实地成为其按本性所是者。从而运动是单一的,仅在受动者身上被考察,然而运动的定义却可以是双重的;因为它既可以在施动者方面被考察,也可以在受动者方面被考察;因为当我们把运动考察为始于施动者而终于受动者时,我们称其为施动,而当我们把它考察为始于受动者而终于施动者时,我们称其为受动,正如教授与学习同样如此。因此就底层主体而言运动是单一的,但在定义上有所不同。然而相关物不仅在定义上不同,而且在底层主体上也是不同的。因此,主动与受动因关涉同一个底层主体即运动,便不会是相关物,如果相关物确实不仅要求具有不同的关系,而且也要求具有不同的底层主体的话。那么他为何不题为“论施动与受动”呢?我们说,施动是双重的:因为过程本身被称为施动,例如建造者的活动;而活动的目的本身也被称为施动,例如房屋。因此,为了不因同名异义而产生任何混淆并让我们以为他在讨论目的,为此他这样题为《论主动与受动》,即论活动本身和过程本身。主动与受动也容纳相反以及“程度更甚”和“程度更弱”。这是理所当然的;因为相反仅在性质中被考察,而主动与受动是由实体与性质的交织构成的。并且我们屡次说过,那些容纳相反的事物也容纳“程度更甚”和“程度更弱”。但是,既然并非每种性质都容纳相反,也并非每种都容纳“程度更甚”和“程度更弱”(例如形状),那么理所当然地,容纳相反以及“程度更甚”和“程度更弱”并不伴随主动与受动的整个范畴,而是对于从容纳“程度更甚”和“程度更弱”的性质中所取得者,这本身归属于它;而对于从不容纳相反的性质中所取得者,对它自身而言也不会归属任何相反者。
"Ὑπὲρ μὲν οὖν τῶν προτεθέντων γενῶν ἱκανὰ τὰ εἰρημένα." Ἐκ τούτου τοῦ ῥησειδίου ὑπέλαβόν τινες τῶν ἐξηγητῶν τὸν σκοπὸν εἶναι τῶν κατηγοριῶν περὶ νοημάτων μόνων· ὁ γὰρ Ἀριστοτέλης, φασί, γένη μόνα οἶδε τὰ ὑστερογενῆ καὶ ἐννοηματικά· τὰ γὰρ καθόλου, φησίν αὐτὸς ἐν τῷ Περὶ ψυχῆς, ἢ οὐδέν ἐστιν ἢ ὕστερον, τὰ δὲ πρὸ τῶν πολλῶν οὐδ’ ὅλως βούλεται εἶναι,3 ἀλλὰ τερετίσματα αὐτὰ λέγει καὶ φλυαρίας περιττάς.
“关于所提出的诸属,所说的话已经足够了。” 从这句简短的话出发,一些注释家推测诸范畴的目的仅关涉概念;因为他们说,亚里士多德只知道后生的和概念性的属;因为普遍者正如他本人在《论灵魂》中所说,要么什么都不是,要么是后生的,而对于先于多数的事物,他根本不承认其存在,反而称其为无谓的唧唧喳喳和多余的废话。
- 6.2ὅτι εἰ ἐκ τοῦ ποιεῖν καὶ τοῦ πάσχειν ἡ κίνησις, πότερον ἐν τῷ ποιοῦντι θεωρεῖται ἢ ἐν τῷ πάσχοντι
由动词 ζητεῖ 所支配的间接疑问从句由连词 ὅτι 引出,此处 ὅτι 起冗余声明(类似于引述性 ὅτι)的作用,其后接条件从句 εἰ ἐκ τοῦ ποιεῖν... 以及选择疑问句 πότερον... ἢ...。句子的骨干结构为 ζητεῖ [πότερον ἐν τῷ ποιοῦντι θεωρεῖται ἢ ἐν τῷ πάσχοντι]。
- 6.2τῇ μὲν ἐκ ποιότητος εἰλημμένῃ ἐπιδεχομένης τὸ μᾶλλον καὶ τὸ ἧττον ὑπάρχει αὐτὸ τοῦτο
与格的实质化分词 τῇ... εἰλημμένῃ 作 ὑπάρχει 的补语(间接宾语),语义上承接前文省略的阴性名词 κατηγορίᾳ。而属格分词 ἐπιδεχομένης 则是直接修饰紧接在其前面的阴性属格名词 ποιότητος 的定语性修饰语。
- 6.3τὰ δὲ πρὸ τῶν πολλῶν οὐδ’ ὅλως βούλεται εἶναι
动词 βούλεται 的意念主语承接上下文为亚里士多德(ὁ Ἀριστοτέλης),它支配一个宾格加不定式结构(τὰ δὲ πρὸ τῶν πολλῶν ... εἶναι)作宾语,意为“他根本不承认先于多数者存在”。
