← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§163.2-164.10

单纯范畴与复合范畴的划分及主动的定义

在对11b1的注释中,作者将范畴划分为四种单纯范畴(实体、数量、关系、性质)以及由实体与其余范畴或与其自身交织而成的六种复合范畴,并提出要补全亚里士多德所省略的其余范畴的定义与划分,进而给出了“主动”的界说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1#1

" Ἐπιδέχεται δὲ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν ἐναντιότητα." Τῶν κατηγοριῶν αἱ μέν εἰσιν ἁπλαῖ αἱ δὲ κατὰ συνδυασμὸν καὶ συμπλοκὴν τῶν ἁπλῶν τὸ εἶναι ἔχουσι. καὶ ἁπλαῖ μέν εἰσιν αἱ εἰρημέναι τέσσαρες, ἥ τε οὐσία καὶ τὸ ποσὸν καὶ τὰ πρός τι καὶ τὸ ποιόν, κατὰ συμπλοκὴν δὲ τῆς οὐσίας πρὸς μίαν τούτων ἢ πρὸς ἑαυτὴν αἱ λοιπαὶ ἓξ γίνονται. ἵνα δὲ τοῦτο γνῶμεν, λέγω δὴ ὅτι αἱ μὲν κυρίως κατηγορίαι τέσσαρές εἰσιν αἱ εἰρημέναι αἱ δὲ λοιπαὶ ἓξ ἐκ τῆς πρὸς ἄλληλα συμπλοκῆς τούτων γίνονται, ἐκ τῆς διαιρέσεως λάβωμεν τὰ εἰρημένα·1 τῶν ὄντων τὰ μὲν καθ’ ἑαυτὰ ὑφέστηκεν, ὡς ἡ οὐσία, τὰ δὲ ἐν ἑτέροις ἔχει τὸ εἶναι. τῶν δὲ ἐν ἑτέροις ἐχόντων τὸ εἶναι τὰ μὲν ἐν σχέσει θεωρεῖται, οἷον τὰ πρός τι, τὰ δὲ ἄσχετά εἰσι. καὶ τῶν μὴ ἐχόντων σχέσιν τὰ μέν ἐστι μεριστά, οἷον τὰ ποσά (τοῦτο γὰρ ἴδιον ἐλέγομεν τοῦ ποσοῦ εἶναι, τὸ μεριστόν), τὰ δὲ ἀμέριστα, οἷον αἱ ποιότητες. αὗται μὲν οὖν αἱ κυρίως καὶ πρώτως λεγόμεναι κατηγορίαι, αἱ δὲ ἄλλαι ἓξ γίνονται τῆς οὐσίας συμπλεκομένης ταῖς λοιπαῖς τρισί, τῷ ποσῷ λέγω καὶ τῷ πρός τι καὶ τῷ ποιῷ, 〈ἢ ἑαυτῇ〉· ἡ γὰρ οὐσία τῷ ποσῷ συμπλεκομένη ποιεῖ δύο κατηγορίας, τήν τε ποτὲ καὶ τὴν ποῦ· τῷ μὲν γὰρ χρόνῳ συμπλεκομένη ποιεῖ τὴν ποτέ (τὸ γὰρ ποτὲ οὔτε οὐσίαν μόνως σημαίνει οὔτε χρόνον, ἀλλ’ οὐσίαν ἐν χρόνῳ οὖσαν), τῷ δὲ τόπῳ συμπλεκομένη ποιεῖ τὴν ποῦ· τὸ γὰρ ποῦ οὔτε τόπον μόνον σημαίνει (οὐ γάρ ἐστι τόπος ἐν τόπῳ) οὔτε μὴν οὐσίαν, ἀλλ’ οὐσίαν ἐν τόπῳ οὖσαν. πάλιν ἡ οὐσία συμπλεκομένη τῷ ποιῷ ἑτέρας δύο ποιεῖ κατηγορίας, τήν τε τοῦ ποιεῖν καὶ τοῦ πάσχειν· τὸ γὰρ ποιεῖν καὶ τὸ πάσχειν κατὰ ποιότητα γίνονται· ὁ γὰρ ποιῶν εἴς τι ἢ τῷ θερμαίνειν ποιεῖ ἢ τῷ ψύχειν ἢ κατ’ ἄλλην τινὰ ποιότητα, καὶ ὁ πάσχων δὲ ἢ τῷ θερμαίνεσθαι ἢ μελαίνεσθαι ἢ κατ’ ἄλλην τινὰ ποιότητα πάσχει. πάλιν ἡ οὐσία τοῖς πρός τι συμπλεκομένη ποιεῖ τὸ κεῖσθαι, τὴν δὲ θέσιν τῶν πρός τι ἐλέγομεν εἶναι. αὐτὴ δὲ ἑαυτῇ συμπλεκομένη ποιεῖ τὸ ἔχειν· τὸ γὰρ ἔχειν οὐσίας περὶ οὐσίαν σημαίνει περίθεσιν.2 Ἀποδοὺς δὲ ὁ Ἀριστοτέλης τῶν τεσσάρων κατηγοριῶν τοὺς ὅρους καὶ τὰ παρακολουθήματα, τῶν λοιπῶν ἓξ οὔτε τοὺς ὁρισμοὺς ἀποδέδωκεν οὔτε τὴν εἰς τὰ εἴδη διαίρεσιν, ὡς ἡμῶν δυναμένων ἐκ τῶν ῥηθέντων τούτοις ἐπιστῆσαι. δεῖ οὖν ἡμᾶς ἑκάστου τὸν ὁρισμὸν ἀποδοῦναι καὶ τὴν εἰς τὰ εἴδη διαίρεσιν. ἔστιν οὖν ποιεῖν μὲν τὸ εἴς τι ἐνεργεῖν.

“主动和受动也接纳相反性。” 在诸范畴中,有些是单纯的,另一些则是依循单纯范畴的组合与交织而具有其存在。单纯的范畴就是所说的四种,即实体、数量、关系和性质,而其余六种则是依循实体与这些中的一种或与其自身的交织而生成的。为了让我们明白这一点——我是说,严格意义上的范畴是所说的这四种,而其余六种则是由这些范畴彼此之间的交织而生成的——让我们从划分中来把握所说的事理:在存在者中,有些像实体那样依其自身而自立,另一些则在别物中具有其存在。而在别物中具有其存在的事物中,有些像关系者那样在关联中被考察,另一些则是无关联的。在不具有关联的事物中,有些像数量那样是可分的(因为我们曾说过这是数量所特有的,即可分性),另一些则像性质那样是不可分的。因此,这些是严格且首要地被言说的范畴,而另外六种则是在实体与其余三种——我是指数量、关系和性质——〈或与其自身〉相交织时生成的。因为实体与数量相交织便产生两个范畴,即“何时”与“何处”:因为与时间相交织便产生“何时”(因为“何时”既不单纯表示实体,也不表示时间,而是表示处于时间之中的实体),而与场所相交织便产生“何处”;因为“何处”既不单纯表示场所(因为场所不在场所之中),也绝不单纯表示实体,而是表示处于场所之中的实体。再者,实体与性质相交织又产生另外两个范畴,即“主动”与“受动”;因为主动与受动是按照性质而生成的;因为作用于某物的主动者,或是通过加热、或是通过致冷、或是依循某种其他性质而主动,而受动者也或是通过被加热、或是通过变黑、或是依循某种其他性质而受动。再者,实体与关系者相交织便产生“处于某种姿态”,而我们曾说过姿态属于关系者。而实体自身与其自身相交织便产生“具有”;因为“具有”表示实体围绕实体的环绕附着。亚里士多德虽然给出了前四个范畴的界说和伴随属性,但对于其余六个范畴,他既没有给出定义,也没有给出对种的划分,这是假定我们能够根据已经言说的事理而注意到这些。因此,我们必须给出它们各自的定义以及对种的划分。那么,主动就是向着某物活动。

语法注2 条
  1. 6.1ἵνα δὲ τοῦτο γνῶμεν, λέγω δὴ ὅτι αἱ μὲν κυρίως κατηγορίαι τέσσαρές εἰσιν αἱ εἰρημέναι αἱ δὲ λοιπαὶ ἓξ ἐκ τῆς πρὸς ἄλληλα συμπλοκῆς τούτων γίνονται, ἐκ τῆς διαιρέσεως λάβωμεν τὰ εἰρημένα

    该句子的核心结构是由目的从句 ἵνα δὲ τοῦτο γνῶμεν 与作为主句的主动劝诱虚拟语气 λάβωμεν 构成(“为了让我们明白这一点……让我们把握”)。夹在中间的 λέγω δὴ ὅτι ... γίνονται 是一个插入性从句,用以阐明并具体补足 τοῦτο 所指代的内容。

  2. 6.1τὸ γὰρ ἔχειν οὐσίας περὶ οὐσίαν σημαίνει περίθεσιν

    οὐσίας 是依附于 περίθεσιν 的宾格性属格(“实体的环绕/附着”),而介词短语 περὶ οὐσίαν 则修饰 περίθεσιν,表示一个实体环绕在另一个实体周围(如穿戴衣物或装备等,即“具有”范畴的典型实例)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:163.2-164.10