← 约翰·菲洛波诺斯

亚里士多德《范畴篇》注释

§161.4-162.28

性质的相似特征与习性的双重归属

斐洛庞诺斯确立了被称为相似与不相似是性质唯一的固有属性,并分两阶段解决了习性与状态同时被归入性质与关系者所引起的疑难:首先是通过属与种的区分进行初步解答,随后基于不同方面(事物自身与所承受的关系)给出了更严格的解决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.33

" Τῶν μὲν οὖν εἰρημένων οὐδὲν ἴδιον ποιότητος, ὅμοια δὲ καὶ ἀνόμοια κατὰ μόνας τὰς ποιότητας λέγεται." Ὥσπερ ἐπὶ τῆς οὐσίας καὶ τῶν ἄλλων ἐποίησε, πρότερον ἀποδοκιμάσας τὰ δοκοῦντα ἴδια καὶ ὕστερον παραδοὺς τὰ ὄντως ἴδια, οὕτως καὶ ἐνταῦθα ἀποδοκιμάσας τὰ δύο παρακολουθήματα τοῦ ποιοῦ, τό τε ὑπάρχειν αὐτῷ ἐναντιότητα καὶ τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι, ὡς μὴ παντὶ τῷ ποιῷ παρακολουθοῦντα, ἐκκρίνει τὸ ὅμοιον λέγεσθαι καὶ ἀνόμοιον·1 ἐπ’ οὐδεμιᾶς γὰρ τῶν ἄλλων κατηγοριῶν τοῦτο λέγεται. οὐκ αὐτὴ δὲ ἡ ποιότης τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον δέχεται, ἀλλὰ τὰ ποιά· ἑκάστη γὰρ τῶν ποιοτήτων αὐτὴ καθ’ ἑαυτὴν θεωρουμένη καὶ οὐκ ἐν ὑποκειμένῳ μία ἐστὶ καὶ ἡ αὐτή· πῶς οὖν ἂν εἴη αὐτὴ ἑαυτῇ ὅμοιος ἢ ἀνόμοιος; ἐν ὑποκειμένῳ μέντοι γενομένη τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον ἐπιδέχεται, ἢ εἰλικρινὴς ἐπὶ τῶν αὐτῶν φοιτῶσα ἢ ὁμοίως τὴν τοῦ ἐναντίου ἐπιμιξίαν ἀναδεχομένη καὶ οὕτως ὅμοια ἀλλήλοις κατ’ αὐτὴν τὰ ὑποκείμενα αὐτῇ ἀποτελοῦσα ἢ ἀνόμοια τῷ μὴ ὁμοίως παραγίνεσθαι ἀλλὰ μᾶλλον καὶ ἧττον ἐπιδέχεσθαι ἐν τοῖς ὑποκειμένοις τὴν τοῦ ἐναντίου μῖξιν. διὰ τοῦτο τοίνυν ἵνα ἐφαρμόσωμεν πάσῃ τῇ κατηγορίᾳ τὸ ἴδιον, ὥσπερ ἐπὶ τῆς οὐσίας ἐποιήσαμεν, προσθέντες τι τῷ ἀποδεδομένῳ αὐτῆς ἰδίῳ καὶ εἰπόντες ἴδιον τῆς κατηγορίας τῆς οὐσίας εἶναι τὸ τὰ ἐν αὐτῇ ἄτομα μένοντα ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ παρὰ μέρος τῶν ἐναντίων εἶναι δεκτικά, καὶ οὕτως πάσης τῆς οὐσίας ἴδιον ἐποιήσαμεν τὸ παρακολούθημα, οὕτω κἀνταῦθα ποιήσωμεν2 ἴδιον λέγοντες εἶναι τῆς κατηγορίας τῆς ποιότητος τὸ τὰ ἐν αὐτῇ ἄτομα ὅμοια ἢ ἀνόμοια λέγεσθαι· οὕτω γὰρ ἂν καὶ πάσῃ τῇ κατηγορίᾳ ἐφαρμόσειε τὸ παρακολούθημα καὶ μόνῃ.

“因此,在上述事物中没有任何一个是性质所特有的,但只有按照性质,事物才被称为相似的和不相似的。” 正如他在实体和其他范畴上所做的那样——先是否定了表面上的固有属性,其后传授了真正的固有属性——在这里,他也同样把有性质之物的两个伴随属性,即相反性属于它以及它接纳“较多”与“较少”,作为并非伴随所有有性质之物的东西予以否定,从而选出了被称为“相似”和“不相似”这一特征;因为在其余任何范畴上这都未曾被谈及。然而,并非性质本身接纳“相似”和“不相似”,而是具有性质的事物接纳;因为每一种性质若被就其自身而言加以考察而非在载体中被考察,都是单一且同一的;那么它自身对其自身又怎能是相似的或不相似的呢?然而,一旦它进入载体中,便接纳了“相似”和“不相似”,或者以其纯粹的状态降临于同一事物中,或者同样地接纳相反者的掺杂,从而使其载体按照该性质彼此成为相似的;或者由于并非同样地降临,而是在载体中“较多”和“较少”地接纳相反者的混合,从而使载体成为不相似的。因此,为了使我们将这一固有属性适用于整个范畴——正如我们在实体上所做的那样,我们在实体被赋予的固有属性上添加了某些内容,并说实体范畴所特有的是其中的个体在数目上保持为一且同一的同时能够轮流接纳相反者,由此使该伴随属性成为整个实体的特有属性——我们在这里也这样做,说性质范畴所特有的是其中的个体被称为相似的或不相似的;因为只有这样,这一伴随属性才会适用于整个范畴,并且仅适用于该范畴。

§5.34

"Οὐ δεῖ δὲ ταράττεσθαι μή τις ἡμᾶς φήσῃ3 ὑπὲρ ποιότητος τὴν πρόθεσιν ποιησαμένους πολλὰ τῶν πρός τι συγκαταριθμεῖσθαι. " Ἐπειδὴ περὶ ποιότητος ἦν ὁ λόγος αὐτῷ τὰς δὲ ἕξεις καὶ τὰς διαθέσεις ὑπὸ τὴν ποιότητα ἀνήγαγεν, ἅπερ ἦν τῶν πρός τι (καὶ γὰρ ὑπὸ τὰ πρός τι αὐτὰ καὶ αὐτὸς πρότερον ἀνήγαγε καὶ τὴν ἕξιν ἑκτοῦ ἕξιν καὶ τὴν διάθεσιν διαθετοῦ λέγων εἶναι διάθεσιν), διὰ τοῦτο αἰσθόμενος τῆς ἀπορίας ἐπιλύεται αὐτὴν διχῶς, καὶ πρῶτον μὲν ἐπιπολαιότερον δεύτερον δὲ ἀκριβέστερον. καὶ ἡ μὲν πρώτη ἐπίλυσις ὧδε ἔχει·

“但不必惊慌,唯恐有人说我们既然确立了关于性质的论题,却将许多属于关系范畴的事物一同列入其中。” 既然他的论述是关于性质的,但他却将习性和状态归于性质之下,而它们原本是属于关系者的(因为他自己此前也将它们归于关系者之下,称习性是可具有之物的习性,状态是可处于某种状态之物的状态),因此,他意识到了这一疑难,并通过两种方式来解决它:首先是较为浅显的,其次是更为精确的。第一种解决方式如下:

§5.35

"Σχεδὸν γὰρ ἐπὶ πάντων τῶν τοιούτων τὰ γένη πρός τι λέγεται, τῶν δὲ καθ’ ἕκαστα οὐδέν." Αὕτη πρώτη τῆς ἀπορίας ἐπίλυσις· φησὶ γὰρ ὅτι τὰ μὲν γένη τῶν ποιοτήτων ὑπὸ τὰ πρός τι ἀναφέρεται, τὰ δὲ εἴδη ὑπὸ τὸ ποιόν· οἷον ἡ ἐπιστήμη τῶν πρός τί ἐστι (γένος γὰρ ἡ ἐπιστήμη) καὶ λέγεται ἐπιστητοῦ ἐπιστήμη, ἡ δὲ γεωμετρία οὐκ ἔστι τῶν πρός τι εἶδος οὖσα τῆς ἐπιστήμης, ἀλλ’ ὑπὸ τὸ ποιὸν ἀναφέρεται. ὁμοίως καὶ ἐπὶ τῆς ἕξεως ἔχει καὶ διαθέσεως καὶ πάντων τῶν τοιούτων· ἡ γὰρ ἕξις ἑκτοῦ ἕξις καὶ τὸ ἑκτὸν τῇ ἕξει ἑκτὸν καὶ ἡ διάθεσις διαθετοῦ διάθεσις καὶ τὸ διαθετὸν τῇ διαθέσει διαθετόν. ἡ μέντοι ὑγεία ἢ ἡ νόσος, εἴδη ὄντα τῆς ἕξεως ἤτοι τῆς διαθέσεως, ποιότητές εἰσι· κατὰ ταύτας γὰρ ποιοί τινές ἐσμεν καὶ παρωνύμως ἀπ’ αὐτῶν λεγόμεθα γραμματικοὶ ἢ ῥητορικοὶ ἢ ὑγιεινοὶ ἢ ὁπωσοῦν ἄλλως. καὶ ἐπιστήμονες δὲ λεγόμεθα οὐ τῷ ἁπλῶς μετέχειν ἐπιστήμης ἀλλὰ τῷ μετέχειν τινὸς τῶν κατὰ μέρος ἐπιστημῶν, γραμματικῆς ἢ μουσικῆς ἤ τινος ἄλλης. ἡ μὲν οὖν ἐπιπολαιοτέρα λύσις αὕτη. ἐπιπολαιοτέρα δέ ἐστι, διότι τὰ γένη ἐπὶ πασῶν τῶν κατηγοριῶν ὑπὸ τὴν αὐτὴν ἀνάγονται κατηγορίαν ὑφ’ ἣν καὶ τὰ εἴδη. ἡ δέ γε ἀκριβεστέρα ὧδε ἔχει·

“因为在几乎所有此类事物中,属被称为关系者,但个别的事物中没有任何一个是关系者。” 这是对该疑难的第一种解决方式;因为他说,性质的属被归入关系者之下,而种则被归入性质之下;例如,知识属于关系者(因为知识是属),并被称为可知者的知识,但几何学作为知识的一个种并不属于关系者,而是被归入性质之下。在习性和状态以及所有此类事物上也是如此;因为习性是可具有之物的习性,而可具有之物因习性而是可具有的;状态是可处于状态之物的状态,而可处于状态之物因状态而是可处于状态的。然而,健康或疾病作为习性或状态的种,乃是性质;因为正是按照这些,我们才成为某种有性质的人,并从它们派生出名称被称为文法家、修辞学家、健康的人或任何其他称呼。而且我们被称为有知识的人,不是因为单纯分有知识,而是因为分有某种局部的知识,如文法学、音乐学或某种其他知识。那么,较为浅显的解答就是这个。而它之所以较为浅显,是因为在所有范畴中,属都与种被归入相同的范畴之下。而更为精确的解答则如下:

§5.36

"Ἔτι εἰ τυγχάνει τὸ αὐτὸ ποιὸν καὶ πρός τι ὄν, οὐδὲν ἄτοπον ἐν ἀμφοτέροις τοῖς γένεσιν αὐτὸ καταριθμεῖσθαι." Ὡς γὰρ ὁ πατὴρ καὶ ὁ υἱὸς ἀνάγονται μὲν καὶ ὑπὸ τὴν οὐσίαν, ἀνάγονται δὲ καὶ ὑπὸ τὰ πρός τι, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, οὕτως οὐδὲν ἄτοπον καὶ τὰς ἕξεις καὶ τὰς διαθέσεις ὡς μὲν πράγματα ἀνάγεσθαι ὑπὸ τὴν ποιότητα, ὡς δὲ σχέσιν τινὰ ἀναδεξάμενα4 ὑπὸ τὰ πρός τι.

“此外,如果同一事物恰好既是性质又是关系者,那么将其列入这两个属中并没有任何荒谬之处。” 因为正如父亲和儿子既被归入实体之下,也被归入关系者之下,但却是依循不同的方面,同样,习性和状态作为事物被归入性质之下,而作为承受了某种关系的事物被归入关系者之下,并没有任何荒谬之处。

语法注4 条
  1. 5.33ἐκκρίνει τὸ ὅμοιον λέγεσθαι καὶ ἀνόμοιον

    带冠词不定式短语 τὸ ὅμοιον λέγεσθαι καὶ ἀνόμοιον 作动词 ἐκκρίνει 的直接宾语。此处的 ἐκκρίνει 意为“(在排除了不符合条件者之后)选出、特选”。

  2. 5.33διὰ τοῦτο τοίνυν ἵνα ἐφαρμόσωμεν ... οὕτω κἀνταῦθα ποιήσωμεν

    整个句子的骨架由 διὰ τοῦτο ... ἵνα ἐφαρμόσωμεν(目的从句,διὰ τοῦτο 先行指引该目的)开始,中间插入了比较结构 ὥσπερ ἐπὶ τῆς οὐσίας ἐποιήσαμεν ...,最终落脚在主句的劝诱虚拟式 οὕτω κἀνταῦθα ποιήσωμεν(“因此我们在这里也这样做吧”)。

  3. 5.34Οὐ δεῖ δὲ ταράττεσθαι μή τις ἡμᾶς φήσῃ

    ταράττεσθαι 作为表示担忧/不安的动词,后接 μή 引导的虚拟式从句(φήσῃ,“唯恐有人说”)。接着 φήσῃ 进一步引出宾格加不定式结构(ἡμᾶς ... συγκαταριθμεῖσθαι)。

  4. 5.36ὡς δὲ σχέσιν τινὰ ἀναδεξάμενα

    分词 ἀναδεξάμενα 为中性复数宾格。它并未在语法性上与前面的阴性名词 τὰς ἕξεις καὶ τὰς διαθέσεις 一致,而是受到了前文中性名词 ὡς μὲν πράγματα 的语法吸引(按意义一致)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg001.humanitext-grc1:161.4-162.28